Humanitext Reader

亚里士多德 · 问题集 §20.13-20.17

蔬菜增产与贮藏技巧及芳香植物的利尿特性

第 91 段,共 148 段 · 希腊语

内容简介

本章探讨了使萝卜和黄瓜长得更大且得以保存的栽培与防护技巧、适宜的灌溉时间、芳香植物具有利尿作用的原因,以及种子新旧程度与蔬菜抽苔速度之间的关系。

§20.13Διὰ τί, ἐάν τις ῥαφανίδων, ὅταν μάλιστα ἀκμάζωσι τοῦ χειμῶνος, ἀποτεμὼν τὰ φύλλα περισάξῃ τὴν γῆν καὶ καταπατήσῃ ὥστε ἀποστέγειν τὸ ὕδωρ, αὗται ἐν τῷ θέρει γίνονται ἄπλετοι τὸ πάχος;
为什么在冬天萝卜长得最茂盛的时候,如果有人剪掉它们的叶子,在周围堆上土并踩实以防止水渗入,它们在夏天就会变得极其肥厚?
ἢ ὅτι τοῦ μὲν μὴ φθείρεσθαι τὸ περισεσάχθαι αἴτιον, κωλῦον τὸ ὕδωρ σήπειν;
还是因为堆土是防止其腐烂的原因,阻止了水使它们烂掉?
ἡ δὲ τροφή, ἢν ἄνω ἀφίει εἰς τὸν βλαστόν, εἰσέρχεται εἰς αὐτήν, ὥστε ἀνάγκη αὐτὴν μείζω γίνεσθαι ἢ ἀφιέναι παραβλαστάνουσαν ἄλλας ῥίζας, ὥσπερ τὰ κρόμμυα;
而原本向上输送到嫩芽中的养分,进入了它(根)自身之中,以至于它必须变得更大,或者像洋葱一样从侧面萌发出其他的根?
καὶ γὰρ ταῦτα, ἐὰν μή τις ἐκτίλῃ ἐπέτεια, ἀλλ’ ἐάσῃ τὸν χειμῶνα, πολλαπλάσια γίνεται.
因为洋葱也是如此,如果人们不每年将它们拔出,而是留在地里过冬,它们就会增加好几倍。
τὰ μὲν οὖν κρόμμυα τῶν παραβλαστανόντων ἐστίν, ἡ δὲ ῥάφανος οὔ, ὥστε ἀνάγκη αὐτὴν γίνεσθαι παχεῖαν διὰ τὸ πᾶσαν λαμβάνειν τὴν τροφήν.
因此,洋葱属于从侧面萌芽的植物,而萝卜则不然,所以萝卜因吸收了全部养分而必然变得肥厚。
§20.14Διὰ τί, ἐάν τις σικύους ἢ κολοκύνθας περὶ φρέαρ φυτεύσας, ὅταν ὡραῖοι ὦσι, καθεὶς εἰς τὸ φρέαρ ἀποστεγάσῃ, γίνονται δι’ ἔτους χλωροί;
为什么在井旁种植黄瓜或南瓜,当它们成熟时,将它们放入井中并遮盖起来,它们就能整年保持青绿?
ἢ διότι ἥ τε ἀπὸ τοῦ ὕδατος ἀτμὶς ψύχουσα κωλύει ξηραίνεσθαι καὶ παρέχει θάλλοντα, καὶ τὸ ἀποστέγειν τούτους καὶ τὰ πνεύματα τρέφει τὰ ηὐξημένα;
还是因为来自水的水汽通过冷却阻止了它们干燥并保持繁茂,而且遮盖它们以及微风滋养了那些已经长大的部分?
τοῦ δὲ διαμένειν αἴτιον τὸ ἔχειν τροφὴν ἐωμένων τῶν ῥιζῶν.
而它们得以保持的原因,是在保留根部的情况下它们拥有养分。
καὶ γὰρ ἐάν τις ἀφελὼν τὴν βλάστην, ὅταν καρποφορήσωσι, καὶ ἀποτεμὼν περισάξῃ καὶ καταπατήσῃ τὴν γῆν περὶ τὰς ῥίζας, πρωΐμους οἴσει σικύους, ὡς δυναμένων σώζεσθαι τῶν ῥιζῶν· οὐ γὰρ ἔσται σίκυος τῶν προετείων.
因为如果有人在它们结果后除去叶子,将其剪掉并在周围堆上土,踩实根部的土,那么由于根部得以保存,它就会长出早熟的黄瓜;因为这不会是前一年的黄瓜。
θᾶττον δὲ αὐτοὶ τῶν σπειρομένων οἴσουσι καρπὸν διὰ τὸ πολὺ προϋπάρχειν τοῦ ἔργου τῇ φύσει τὰς ῥίζας, τοῖς δὲ σπειρομένοις δεῖν γίνεσθαι τοῦτο πρῶτον, ἐν ᾗ περισάξεις ἀλέαν ποιεῖν, ὥστε σώζεσθαι καὶ θᾶττον ἐνιέναι βλαστόν.
它们自身会比播种的更快结果,因为对自然而言,根部已经预先完成了大部分工作,而对于播种的来说,必须首先产生根部,在这种情况下堆土会产生温热,从而使它们得以保存并更快发芽。
διὸ καὶ ἐάν τις χειμῶνος φυτεύσῃ σπέρμα σικύου ἐν ταλαρίσκοις καὶ ἄρδηται θερμῷ καὶ εἰς τὸν ἥλιον ἐκφέρῃ καὶ παρὰ πυρὶ τιθῇ, πρώϊμοι σφόδρα ἔσονται, ἐὰν ὡς ἔχει ἐν τοῖς ταλάροις εἰς τὴν ἱκνουμένην ὥραν εἰς τὴν γῆν φυτεύσῃ.
因此,如果有人在冬天把黄瓜种子种在小筐里,用温水灌溉,带到太阳下,并放在火旁,如果他在适当的季节将它们连同小筐一起种进土里,它们就会非常早熟。
§20.15Διὰ τί ἀρδεύουσιν ἕωθεν ἢ νυκτὸς ἢ δείλης;
为什么人们在清晨、夜间或傍晚灌溉?
πότερον ἵνα μὴ ὁ ἥλιος ἀναλώσῃ;
是为了不让太阳消耗掉水分吗?
ἢ ὅτι, ἐαν ᾖ θερμὸν τὸ ὕδωρ, διαφθείρει τὰ ἀρδόμενα;
还是因为,如果水是温热的,就会毁坏被灌溉的植物?
§20.16Διὰ τί τὰ εὐώδη οὐρητικά, καὶ σπέρματα καὶ φυτά;
为什么有香味的东西,无论是种子还是植物,都具有利尿作用?
ἢ ὅτι θερμὰ καὶ εὔπεπτα, τὰ δὲ τοιαῦτα οὐρητικά·
还是因为它们是温热且易消化的,而此类事物具有利尿作用?
ταχὺ γὰρ λεπτύνει ἡ ἐνοῦσα θερμότης, καὶ ἡ ὀσμὴ οὐ σωματώδης, ἐπεὶ καὶ τὰ μὴ εὐώδη, οἷον σκόροδα, διὰ τὴν θερμότητα οὐρητικά, μᾶλλον μέντοι συντηκτικά.
因为内在的温热能迅速使水分变稀薄,且其气味并非实体性的;因为即使是不香的东西,例如大蒜,也因其温热而具有利尿作用,不过它们更多是消耗性的。
θερμὰ δὲ τὰ εὐώδη σπέρματα, διότι ὅλως ἡ ὀδμὴ διὰ θερμότητά τινα γίνεται· ἀλλὰ τὰ δυσώδη ἄπεπτά ἐστιν.
而有香味的种子是温热的,因为一般来说,气味是由某种热量产生的;但有恶臭的东西是未熟化的(难消化的)。
δεῖ δὲ μὴ μόνον εἶναι θερμά, ἀλλὰ καὶ εὔπεπτα, εἰ ἔσται οὐρητικά, ὅπως συγκατιόντα λεπτύνῃ τὰ ὑγρά.
然而,若要具有利尿作用,它们必须不仅是温热的,而且是易消化的,以便在共同下行时使水分变稀。
§20.17Διὰ τί θᾶττον ἐκκαυλεῖ τῶν λαχάνων τὰ ἐκ παλαιοτέρου σπέρματος, οἷον τριετοῦς ἢ διετοῦς, ἢ τὰ ἐκ τῶν προσφά των;
为什么在蔬菜中,由较旧的种子(例如三年或两年的种子)长出来的,比由新鲜种子长出来的更快抽苔(长出茎)?
ἢ ὅτι ὡς ἐπὶ τῶν ζῴων θᾶττον σπέρμα φέρει τὸ ἀκμάζον, οὕτω καὶ τῶν σπερμάτων τὰ μὲν λίαν παλαιὰ ἐξίκμασται τὴν δύναμιν, τὰ δὲ ἀσθενέστερα διὰ τὸ ἔτι ἔχειν περίττωμα μὴ οἰκεῖον, τὰ δὲ μέσα τῷ χρόνῳ ἰσχυρότατα ἀπεληλυθότος τοῦ ὑγροῦ θᾶττον οὖν σπέρμα φέρει.
还是因为,正如在动物中处于全盛期的动物更快产生种子一样,在种子中,极旧的种子其力量(水分)已经耗尽,而较弱的种子(新鲜的)则是因为仍含有不属于自身的残留物而力量较弱,处于中间的种子随着时间的推移而最强健(因为多余的水分已经散去),所以更快产生种子?
τὸ δὲ ἐκκαυλεῖν τοῦτό ἐστιν· ἐκ γὰρ τοῦ καυλοῦ τὸ σπέρμα.
而“抽苔”就是指:因为种子是从茎中产生的。

词汇与语法注释

  1. 20.13ῥαφανίδων — 属格名词 `ῥαφανίδων`(萝卜)作为部分属格,修饰条件从句中的不定代词 `τις`(有人),意为“如果有人[切掉一些]萝卜[的叶子]”。
  2. 20.14ἐν ᾗ περισάξεις ἀλέαν ποιεῖν — 关系代词 `ᾗ`(阴性与格)指代隐含的土地(`γῇ`)或堆土的行为。不定式 `ποιεῖν` 表示结果或目的,或者属于省略结构的一部分,意为“在其中,堆土的行为[被认为]能产生温热”。
  3. 20.17τὰ μὲν λίαν παλαιὰ ἐξίκμασται τὴν δύναμιν — 对格 `τὴν δύναμιν`(力量、生命力)是修饰具有被动或自动意义的完成时动词 `ἐξίκμασται`(水分已散尽)的关系对格(或限制对格),表示“就其力量而言,其水分已耗尽(失去力量)”。

引用这一段

亚里士多德, 问题集 §20.13-20.17. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg036.humanitext-grc1:20.13-20.17

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。