§16.8Τῶν περὶ τὴν κλεψύδραν συμβαινόντων τὸ μὲν ὅλον ἔοικεν αἴτιον εἶναι καθάπερ Ἀναξαγόρας λέγει· ὁ γὰρ ἀήρ ἐστιν αἴτιος, ἐναπολαμβανόμενος ἐν αὐτῇ, τοῦ μὴ εἰσιέναι τὸ ὕδωρ ἐπιληφθέντος τοῦ αὐλοῦ.
关于水钟(漏壶)所发生的事,其整体原因似乎正如阿那克萨戈拉所说:因为空气被截留在其中,当管口被堵住时,便是水无法进入的原因。
οὐ μὴν ἀπλῶς γε αἴτιος κἂν γάρ τις αὐτὴν πλαγίαν ἐνῇ εἰς τὸ ὕδωρ, ἐπιλαβὼν τὸν αὐλόν, εἴσεισι τὸ ὕδωρ.
然而,这并不是在简单意义上起作用的;因为如果有人将它倾斜地浸入水中并堵住管口,水仍然会进入。
διόπερ οὐ λέγεται ὑπ’ αὐτοῦ ἱκανῶς ᾗ αἴτιόν ἐστιν.
因此,他并没有充分说明这在何种意义上是原因。
ἔστι δὲ αἴτιον μέν, καθάπερ εἴρηται, ὁ ἀήρ· οὗτος δὲ ὠθούμενός τε καὶ καθ’ ἑαυτὸν φερόμενος καὶ μὴ βιαζόμενος ἐπ’ εὐθείας πέφυκεν φέρεσθαι, καθάπερ καὶ ἄλλα στοιχεῖα.
但正如所说,原因确实是空气;而空气在被推动、自行运动且不受外力强迫时,自然会沿直线运动,就像其他元素一样。
πλαγίας μὲν οὖν βαφείσης τῆς κλεψύδρας, διὰ τῶν ἐναντίων τοῖς ἐν τῷ ὕδατι τρυπημάτων ἐπ’ εὐθείας μένων ὑπὸ τοῦ ὕδατος ἐξέρχεται, ὑποχωροῦντος δὲ αὐτοῦ τὸ ὕδωρ εἰσέρχεται·
因此,当水钟倾斜浸入时,[空气]通过与水中相反的那些孔,保持在直线上被水挤出,而随着空气退去,水便进入。
ὀρθῆς δὲ εἰς τὸ ὕδωρ βαφείσης τῆς κλεψύδρας, οὐ δυνάμενος πρὸς ὀρθὴν ὑποχωρεῖν διὰ τὸ πεφρᾶχθαι τὰ ἄνω, μένει περὶ τὰ πρῶτα τρυπήματα· ἄττεσθαι γὰρ εἰς αὐτὸν οὐ πέφυκεν.
但是,当水钟垂直浸入水中时,由于上部被堵住,空气无法垂直退去,因而留在最初的孔附近;因为[水]自然不会突入到其中。
σημεῖον δ’ ἐστὶ τοῦ εἴργειν δύνασθαι τὸ ὕδωρ ἀκινητίζοντα τὸν ἀέρα τὸ ἐπ’ αὐτῆς γινόμενον τῆς κλεψύδρας.
而静止的空气能够阻挡水,其证据就是水钟本身所发生的情况。
ἐὰν γάρ τις αὐτῆς αὐτὴν τὴν κωδίαν ἐμπλήσας ὕδατος, ἐπιλαβὼν τὸν αὐλόν, καταστρέψῃ ἐπὶ τὸν αὐλόν, οὐ φέρεται τὸ ὕδωρ διὰ τοῦ αὐλοῦ ἐπὶ στόμα.
因为如果有人把水钟的球体部本身装满水,堵住管口,并将其倒转使管口朝下,水并不会通过管子流到开口处。
ἀνοιχθέντος δὲ τοῦ στόματος οὐκ εὐθὺς ἐκρεῖ κατὰ τὸν αὐλόν, ἀλλὰ μικροτέρῳ ὕστερον, ὡς οὐκ ὂν ἐπὶ τῷ στόματι τοῦ αὐλοῦ, ἀλλ’ ὕστερον διὰ τούτου φερόμενον ἀνοιχθέντος.
而当开口被打开时,水并不会立即沿着管子流出,而是稍微推迟一些,仿佛它最初并不在管子的开口处,而是在开口被打开后才通过它流出。
πλήρους τε καὶ ὀρθῆς οὔσης τῆς κλεψύδρας, ἀνοιχθέντος τοῦ αὐλοῦ εὐθὺς ῥεῖ διὰ τοῦ ἠθμοῦ, διὰ τὸ ἐκείνου μὲν ἅπτεσθαι, τῶν δὲ ἄκρων τοῦ αὐλοῦ μὴ ἅπτεσθαι.
此外,当水钟装满且垂直立着时,一旦管口被打开,水立即通过筛网流出,这是因为[水]接触了筛网,却没有接触管子的末端。
οὐκ εἰσέρχεται μὲν οὖν τὸ ὕδωρ εἰς τὴν κλεψύδραν διὰ τὴν προειρημένην αἰτίαν, ἐξέρχεται δὲ ἀνοιχθέντος τοῦ αὐλοῦ διὰ τὸ τὸν ἐν αὐτῷ ἀέρα κινούμενον ἄνω καὶ κάτω πολλὴν κένωσιν ποιεῖν τοῦ ἐν τῇ κλεψύδρᾳ ὕδατος.
因此,由于上述原因,水不会进入水钟,但当管口打开时,水会流出,这是因为管内的空气上下移动,在水钟内的水中制造了许多空隙。
ὠθούμενον δὲ κάτω καὶ αὐτὸ ῥέπον εἰς αὐτὸ εἰκότως ἐκρεῖ, βιαζόμενον τὸν ἐκτὸς τῆς κλεψύδρας ἀέρα κινούμενόν τε καὶ ὄντα ἴσον τῇ δυνάμει τῷ ἐπωθοῦντι αὐτὸν ἀέρι, τῇ δὲ ἀντερείσει ἀσθενέστερον ἐκείνου διὰ τὸ διὰ στενοῦ αὐτὸν τοῦ αὐλοῦ ῥέοντα θᾶττον καὶ σφοδρότερον ῥεῖν, καὶ προσπίπτειν τῷ ὕδατι.
而[水]自身也被向下推动并倾向于向下,因而自然流出,它强行排开水钟外的空气,外面的空气虽然被移动且在力量上与推动它的空气相等,但在抵抗力上却弱于后者,因为后者通过狭窄的管子流动,因而流得更快、更剧烈,并冲击着水。
τοῦ δέ, πωμασθέντος τοῦ αὐλοῦ, μὴ συρρεῖν τὸ ὕδωρ αἴτιον, ὅτι τὸ ὕδωρ εἰσιὸν εἰς τὴν κλεψύδραν ἐξωθεῖ βίᾳ τὸν ἀέρα ἐξ αὐτῆς.
而当管口被盖住时,水不一起流出的原因是,水进入水钟时,强行将空气从其中赶出。
σημεῖον δέ ἐστι τὸ γινόμενον ἐν ταύτῃ πνεῦμα καὶ ἐρυγμός.
其证据就是其中产生的风和咕噜声。
εἰσιόντος δὲ τοῦ ὕδατος, βίᾳ ὠθοῦν συνεισπίπτει εἰς τὸν αὐλὸν αὐτοῦ, καθάπερ τὰ ἐκπιεστὰ ξύλα ἢ χαλκὸς τῇ διαιρέσει πιεζόμενος, μένει ἄνευ παντὸς ἄλλου συνδέσμου 〈,ἕως ἂν〉ἐκκρουσθῇ ἐκ τοῦ ἐναντίου, καθάπερ τοὺς κατεαγότας ὀπιούρους ἐν τοῖς ξύλοις ἐκκρούουσιν.
因为当水进入时,[空气]被强力推动并与水一起被挤入其管中,就像被压缩的木块,或者因分割而被压紧的青铜,在没有其他任何连接物的情况下保持不动,直到被从相反的方向击出,就像人们击出木头中折断的木塞一样。
συμβαίνει δὲ τοῦτο ἀνοιχθέντος τοῦ αὐλοῦ γίνεσθαι διὰ τὰ προειρημένα.
而由于上述原因,在管口打开时这便会发生。
ἢ οὖν διὰ ταῦτα εἰκός ἐστιν αὐτὸν μὴ ἐκρεῖν, ἢ ἐξιόντος βιαίου ἀέρος καὶ πνευματουμένου.
因此,水不流出,要么是因为这些原因,要么是因为排出的空气剧烈并化为气流。
δηλοῖ δὲ ὁ ψόφος ἐπισπᾶσθαι τῷ πνεύματι τὸ ὕδωρ ἄνω, ὥσπερ ἐπὶ πολλῶν συμβαίνει γίνεσθαι.
而声音表明,水被气流向上吸引,正如在许多情况下发生的那样。
ἐπισπώμενον δὲ καὶ συνεχὲς ὂν αὑτῷ πᾶν τὸ ὕδωρ μένει πιεζόμενον ὑπὸ τοῦ ἀέρος, ἕως ἂν ἀπωσθῇ πάλιν ὑπ’ αὐτοῦ.
而被向上吸引且自身连续的全部水,在再次被空气推开之前,一直保持被空气压紧的状态。
τῆς δὲ ἀρχῆς μενούσης, καὶ τὸ ἄλλο ἐξ αὐτῆς κρέμαται ὕδωρ ἓν καὶ συνεχές.
由于起点(上部的水)保持不动,其余的水也悬挂在它下面,合为一体且连续。
εὔλογον δὲ τοῦτο γίνεσθαι· τοῦ γὰρ αὐτοῦ ἐστὶ κινῆσαί τε ἐκ τῆς οἰκείας χώρας τι, καὶ τοῦτο ἴσχειν, ὡς ἐκείνης, ἐν πλείονι δὲ χρόνῳ, ἐὰν ᾖ ὅμοια τῇ δυνάμει τό τε ἔχον καὶ τὸ ἐχόμενον, ἢ τὸ ἔχον κρεῖττον, ὅπερ ἐνταῦθα συμβαίνει· πνεῦμα γὰρ ὕδατος ἐστι κρεῖττον τῇ δυνάμει.
而这发生是合理的;因为把某物从其固有位置移动,以及将其保持在(如那个位置,但时间更长,如果保持者与被保持者在力量上相等,或者保持者更强的话,这正是这里所发生的情况),是同一事物的特征;因为气流在力量上比水更强。