Humanitext Reader

亚里士多德 · 问题集 §16.1-16.4

气泡的形状与阴影以及物体的旋转与反弹

第 75 段,共 148 段 · 希腊语

内容简介

本节探讨了气泡在水中呈半球形且不产生特定影子的物理原因、重量分布不均的物体的旋转运动,以及下落并弹起的物体与地面形成相等夹角的物理和几何学原理。

§16.1Διὰ τί αἱ μὲν βάσεις τῶν πομφολύγων λευκαὶ ἐν τοῖς ὕδασι·
为什么水中的气泡底部是白色的?
καὶ ἐὰν ἐν ἡλίῳ τεθῶσι, σκιὰν οὐ ποιοῦσιν, ἀλλ’ ἡ μὲν ἄλλη πομφόλυξ σκιὰν ποιεῖ, ἡ δὲ βάσις οὐ ποιεῖ, ἀλλ’ ἡλίωται κύκλῳ.
如果将它们放在阳光下,为什么它们不产生影子,而气泡的其他部分产生影子,底部却不产生影子,反而在周围被阳光照亮?
τὸ δὲ ἔτι θαυμασιώτερον, ὅτι οὐδ’ ἐάν τι τεθῇ ξύλον εἰς τὸ ὕδωρ ἐν τῷ ἡλίῳ, τέμνεται ὑπὸ τοῦ ὕδατος ταῦτα.
更令人惊奇的是,即使在阳光下将木片放入水中,这些也不会被水切断。
ἢ οὐ γίνεται σκιά, ἀλλ’ ἡλίῳ διῄρηται ἡ σκιά;
或者说,并不是没有产生影子,而是影子被阳光消除了?
εἰ οὖν σκιά ἐστιν τὸ μὴ ὁρώμενον, καὶ ὑπὸ τοῦ ἡλίου κύκλῳ ἂν ὁρῷτο ὁ ὄγκος.
如果影子是指看不见的部分,那么该物体应该会被太阳从四周看见。
τοῦτο δὲ ὅτι ἀδύνατον, δείκνυται ἐν τοῖς ὀπτικοῖς· οὐδὲ γὰρ τὸ ἐλάχιστον ὑπὸ τοῦ μεγίστου ἐνδέχεται ὅλον περιοφθῆναι.
但这在光学中已被证明是不可能的;因为即使是最小的物体,也不可能被最大的物体完全从四周看见。
§16.2Διὰ τί αἱ πομφόλυγες ἡμισφαίρια;
为什么气泡是半球形的?
ἢ διὰ τὸ ὡς ἀπὸ κέντρου πρὸς τὸν ἀέρα φέρεσθαι ἄνω ὁμοίως πάντη;
是因为它们从一个中心同样向各个方向朝空气向上运动吗?
ἀνάγκη δὲ τοῦτο ἡμισφαίριον εἶναι.
而这样运动的物体必然呈半球形。
τὸ κάτω δὲ ἡμισφαίριον ἀποτέμνεται ὑπὸ τοῦ ἐπιπέδου τοῦ ὑδατώδους, ἐν ᾧ τὸ κέντρον ἐστίν.
但下半球被水面的平面截断了,而中心正处于该平面中。
§16.3Διὰ τί τοῖς ἄνισον τὸ βάθος ἔχουσι μεγέθεσιν, ἐάν τις τὸ κουφότερον κινῇ, κύκλῳ περιφέρεται τὸ βαλλόμενον, οἷον τοῖς μεμολιβδωμένοις ἀστραγάλοις συμβαίνει, ἐάν τις βάλλῃ τὸ κουφότερον πρὸς αὐτὸν στρέψας μέρος;
为什么在厚度不均等的物体中,如果有人移动较轻的部分,被投掷的物体就会作圆周运动,正如在投掷灌铅的羊拐骨(骰子)时,将较轻的部分朝向自己投掷时所发生的那样?
ἢ ὅτι τὸ βαρύτερον ἀδύνατον ἰσοδρομεῖν τῷ κουφοτέρῳ, ἀπὸ τῆς αὐτῆς ἰσχύος ῥιφθέν;
是因为以相同的力量投掷时,较重的部分不可能与较轻的部分保持同等速度前进吗?
ἐπεὶ δὲ ἀνάγκη μὲν πάμπαν κινεῖσθαι, ἐξ ἴσου δὲ ἀδύνατον, ὁμοταχῶς μὲν φερόμενα τὴν αὐτὴν οἰσθήσεται γραμμήν, θᾶττον δὲ θατέρου φερομένου κύκλον ἀνάγκη φέρεσθαι, ἐπειδὴ ἐν τούτῳ μόνῳ τῷ σχήματι ταῦτα ἀεὶ κατάλληλα ὄντα σημεῖα ἐν ταὐτῷ χρόνῳ ἀνίσους διέρχεται γραμμάς.
既然它必然要移动,但又不可能均等地移动,如果它们以同等速度运动,就会沿同一条线行进,但如果其中一端比另一端移动得更快,它就必然作圆周运动,因为只有在这种图形中,这些总是相互对应的点才会在相同的时间内通过不同长度的线。
§16.4Διὰ τί τὰ πίπτοντα ἐπὶ τὴν γῆν καὶ ἀφαλλόμενα ὁμοίας γωνίας ποιεῖ πρὸς τὸ ἐπίπεδον ἐφ’ ἑκάτερα τοῦ σημείου ᾧ ἥψατο τοῦ ἐπιπέδου;
为什么落到地面并弹起的物体,在它们接触平面的点的两侧,与平面形成相似的夹角?
ἢ ὅτι πάντα μὲν φύσει φέρεται πρὸς ὀρθήν;
是因为所有物体在自然状态下都作垂直运动吗?
τὰ μὲν οὖν εἰς ὁμαλὲς πεσόντα, τῇ καθέτῳ καὶ τῇ διαμέτρῳ προσκρούσαντα τῷ ἐπιπέδῳ, τοσαύτας ποιεῖ γωνίας ἀφαλλόμενα διὰ τὸ τὴν μὲν διάμετρον ἴσα διαιρεῖν·
因此,落在平坦表面上的物体,在垂直线和直径处撞击平面,弹起时形成同等的角度,这是因为直径平分了物体。
τὰ δὲ εἰς τὰ πλάγια πίπτοντα, οὐ τῇ καθέτῳ προσκρούοντα τῷ χωρίῳ, ἀλλὰ τῷ ἀνωτέρω τῆς καθέτου σημείῳ, συμβαίνει πάλιν ἀνωσθέντα ὑπὸ τοῦ πληγέντος τόπου εἰς τοὐναντίον φέρεσθαι, τὰ μὲν στρογγύλα, ὅτε ἐν αὐτῷ φερόμενα εἰς τοὐναντίον τῆς ἀπώσεως ἐξελίττεται, ἐάν τε ἠρεμῇ τὸ μέσον αὐτῶν ἐάν τε καὶ τόπον διαλλάττῃ·
但那些斜着落下的物体,不是在垂直线上撞击该处,而是在高于垂直线的点上撞击,它们会被受击处再次反推并朝相反方向运动。 球形物体在自身内部运动并向着与反推力相反的方向旋转时,无论其中心保持静止还是改变位置,都会发生这种情况。
τὰ δ’ εὐθύγραμμα διὰ τὸ τὴν κάθετον αὐτὴν εἰς τοὔμπροσθεν προσηνέχθη ἐκκρούεσθαι, καθάπερ τοῖς τε ξυρουμένοις τὰ σκέλη συμβαίνει, καὶ ὧν τοὺς κολύθρους ὑφαρπάζουσιν.
而直线形物体之所以如此,是因为垂直线本身在向前运动时被推出,正如被绊倒腿的人以及被抽走凳子的人所发生的那样。
πάντες γὰρ οὗτοι εἰς τοὐναντίον καὶ ὄπισθεν ἐπιπίπτουσιν.
因为所有这些人都会向相反的方向且向后摔倒。
διὰ τὸ ἰσάζειν αὐτὰ τὴν κάθετον, μετέωρόν τε εἶναι καὶ εἰς τοὔμπροσθεν ἐκκρούεσθαι· τὰ γὰρ ἐναντία δῆλον ὅτι αὐτῆς ὄπισθέ τε καὶ κάτω συμβήσεται γίνεσθαι, κάτω δὲ φερόμενα βαρύτερα ἂν εἴη.
这是因为他们试图与垂直线保持平衡,却被抬起并向前推出;因为显而易见,相反的情况将发生在其后方和下方,而向下运动的物体会更重。
ὃ οὖν τούτοις πτῶμα, τοῖς ἀφαλλομένοις φορὰν συμβαίνει γίνεσθαι.
因此,对这些人来说是摔倒,对弹起的物体来说就成了运动。
πρὸς ὀρθὴν μὲν οὖν οὐδέτερα αὐτῶν ἀφάλλεται διὰ τὸ τὴν μὲν κάθετον δίχα τῷ βάρει διαιρεῖν τὰ φερόμενα, καθέτους δὲ πλείους πρὸς ταὐτὸ ἐπίπεδον μὴ γίνεσθαι τεμνούσας αὐτάς·
然而,它们都不会以直角弹起,因为垂直线按重量将运动的物体平分,而在同一平面上不存在多条相互交割的垂直线。
ὃ τούτοις συμβήσεται καθέτου γινομένης κατὰ τὴν ἔφαλσιν, ᾗ προσέκρουσε τῷ ἐπιπέδῳ τὸ φερόμενον, διχοτομεῖσθαι πάλιν ὑπ’ αὐτῆς αὐτὸ συμβήσεται, ὥστε ἀναγκαῖον τέμνεσθαι ὑπ’ αὐτῆς τὴν πρώτην κάθετον ὑφ’ ἧς ἐφέρετο.
如果这发生在弹起时在运动物体撞击平面的位置产生了垂直线,那么它将再次被其平分,从而导致物体最初沿其运动的第一条垂直线必然被其交割。
ἐπεὶ δ’ εἰς τοὐναντίον μὲν οἰσθήσεται, πρὸς ὀρθὴν δὲ οὐκ οἰσθήσεται, λοιπὸν ὀξεῖαν γίνεσθαι γωνίαν τὴν ἐπὶ θατέρῳ τοῦ προσπεσόντος τῷ ἐπιπέδῳ σημείου· ὅρος γάρ ἐστιν ἡ ὀρθὴ τῶν ἐναντίων γωνιῶν.
因此,既然它会向相反方向运动,但不会以直角运动,那么在撞击平面的点的一侧必然形成锐角;因为直角是相反角度的边界。

词汇与语法注释

  1. §16.1τέμνεται ὑπὸ τοῦ ὕδατος ταῦτα — “这些被水切断”这一表述较为晦涩,可能指放入水中的木片的影子不会被水的边界所打断或割裂。动词 τέμνεται 在此意为由于水的折射或边界而使阴影“被遮断”或“被分割”。
  2. ¦913b¦ἐπειδὴ ἐν τούτῳ μόνῳ τῷ σχήματι ταῦτα ἀεὶ κατάλληλα ὄντα σημεῖα — 由连词 ἐπειδὴ(因为)引导的从属节。其中 ταῦτα(这些)指构成物体的各个点,而 ἀεὶ κατάλληλα ὄντα(总是相互对应)意指在同一刚体内部保持相对位置固定的点。它在几何学上解释了,当一端比另一端移动得更快时,它们在相同时间内走过不同长度的轨迹(ἀνίσους γραμμάς),这仅在“唯有此种图形中”(τούτῳ μόνῳ τῷ σχήματι,即圆形)才是可能的。
  3. §16.4τοῖς τε ξυρουμένοις τὰ σκέλη συμβαίνει — 文本中的 ξυρουμένοις(被剃)极有可能是抄本错误,自古以来常被更正为 ὑποσυρομένοις(被从下方绊倒/扫堂腿)。因此,这里被解释为“脚被绊倒的人”,宾格 τὰ σκέλη 起到关系宾格的作用(关于腿部被绊)。

引用这一段

亚里士多德, 问题集 §16.1-16.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg036.humanitext-grc1:16.1-16.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。