§15.10Διὰ τί αἱ ἀπὸ τῆς σελήνης σκιαὶ μείζους τῶν ἀπὸ τοῦ ἡλίου, ὅταν ἀπὸ τῆς αὐτῆς ὦσι καθέτου;
为什么在同一垂线产生影子时,来自月球的影子比来自太阳的影子大?
ἢ διότι ἀνώτερος ὁ ἥλιος τῆς σελήνης;
是因为太阳比月亮高吗?
ἀνάγκη οὖν ἐντὸς πίπτειν τὴν ἀπὸ τοῦ ἀνωτέρω ἀκτῖνα.
因此,来自较高光源的光线必然落在内侧。
γνώμων ἐφ’ ᾧ Α Δ, σελήνη Β, ἥλιος Γ. ἡ μὲν οὖν ἀπὸ τῆς σελήνης ἀκτὶς Β Ζ, ὥστε ἔσται σκιὰ ἡ τὸ Δ Ζ·
设日规为 A D,月球为 B,太阳为 Γ。
ἡ δὲ ἀπὸ τοῦ ἡλίου ἡ τὸ Γ Ε, ὥστε ἔσται σκιὰ ἐξ ἀνάγκης ἥττων· ἔσται γὰρ τὸ Δ Ε.
来自月球的光线为 B Z,因此影子为 D Z;而来自太阳的光线为 Γ E,因此影子必然较小,即为 D E。
§15.11Διὰ τί ἐν ταῖς τοῦ ἡλίου ἐκλείψεσιν, ἐάν τις θεωρῇ διὰ κοσκίνου ἢ φύλλων, οἷον πλατάνου ἢ ἄλλου πλατυφύλλου, ἢ τοὺς δακτύλους τῆς ἑτέρας χειρὸς ἐπὶ τὴν ἑτέραν ἐπιζεύξας, μηνίσκοι αἱ αὐγαὶ ἐπὶ τῆς γῆς γίνονται;
为什么在日食期间,如果人们透过筛子或树叶(如悬铃木或其他阔叶树的叶子)观看,或者将一只手指交叉叠在另一只手上观看,地面上的光斑会变成新月形?
ἢ ὅτι ὥσπερ δι’ ὀπῆς ἐὰν λάμπῃ εὐγωνίου τὸ φῶς, στρογγύλον καὶ κῶνος γίνεται;
是因为就像光线穿过有角的孔洞照射时,它会变圆并形成圆锥体吗?
αἴτιον δὲ ὅτι δύο γίνονται κῶνοι, ὅ τε ἀπὸ τοῦ ἡλίου πρὸς τὴν ὀπὴν καὶ ὁ ἐντεῦθεν πρὸς τὴν γῆν, καὶ συγκόρυφοι.
其原因在于形成了两个圆锥体,一个是从太阳到孔洞,另一个是从那里到地面,且它们共用一个顶点。
ὅταν οὖν ἐχόντων οὕτως ἄνωθεν κύκλῳ ἀποτέμνηται, ἔσται μηνίσκος ἐξ ἐναντίας ἐπὶ τῆς γῆς τοῦ φωτός.
因此,当它们处于这种状态且[太阳]从上方被圆形截断时,在地面相反的方向上就会出现新月形的光。
ἀπὸ τοῦ μηνίσκου γὰρ τῆς περιφερείας γίνονται αἱ ἀκτῖνες, αἱ δὲ ἐν τοῖς δακτύλοις καὶ κοσκίνοις οἷον ὀπαὶ γίνονται· διὸ ἐπιδηλότερον γίνεται ἢ διὰ μεγάλων ὀπῶν.
因为光线来自新月形的圆周,而手指和筛子中的空隙充当了孔洞;因此,它比透过大孔洞显得更明显。
ἀπὸ δὲ τῆς σελήνης οὐ γίνονται, οὔτε ἐκλειπούσης οὔτε ἐν αὐξήσει οὔσης ἢ φθίσει, διὰ τὸ μὴ ἀκριβεῖς τὰς ἀπὸ τῶν ἄκρων αὐγὰς εἶναι, ἀλλὰ τῷ μέσῳ φαίνειν· ὁ δὲ μηνίσκος μικρὸν τὸ μέσον ἔχει.
但在月球上却不会发生这种情况,无论是在月食时,还是在月亮渐盈或渐亏时,因为来自其边缘的光线不够精确,而是靠其中央部分照亮;而新月形的中央部分很窄。
§15.12Διὰ τί παρήλιος οὐ γίνεται οὔτε μεσουρανοῦντος τοῦ ἡλίου οὔθ’ ὑπὲρ τὸν ἥλιον οὔθ’ ὑπὸ τὸν ἥλιον, ἀλλ’ ἐκ πλαγίων μόνον;
为什么幻日既不会在太阳处于中天时产生,也不会在太阳上方或下方产生,而只在侧面产生?
ἢ διότι παρήλιος γίνεται κλωμένης τῆς ὄψεως πρὸς τὸν ἥλιον, αὕτη δὲ τοῦ ἀέρος ἡ στάσις, ἐφ’ ἧς ἀνακλᾶται ἡ ὄψις, οὔτ’ ἐγγὺς ἂν γένοιτο τοῦ ἡλίου οὔτε πόρρω.
是因为幻日是在视线向太阳折射时产生的,而视线在其上发生反射的空气凝结状态既不能离太阳太近,也不能太远吗?
ἐγγὺς μὲν γὰρ οὖσαν ὁ ἥλιος διαλύσει, πόρρω δὲ οὔσης ἡ ὄψις οὐκ ἀνακλασθήσεται· ὑπὸ γὰρ μικροῦ ἐνόπτρου πόρρω ἀνατεινομένη ἀσθενὴς γίνεται.
因为如果离得近,太阳就会消散它;如果离得远,视线就不会反射;因为通过小镜子延伸到远处[的视线]会变弱。
διὸ καὶ ἅλως οὐ γίνονται.
因此,晕也不会产生。
ἐξ ἐναντίας τοῦ ἡλίου μὲν οὖν ἐὰν γίνηται καὶ ἐγγύς, διαλύσει ὁ ἥλιος, ἐὰν δὲ πόρρω, ἐλάττων ἡ ὄψις προσπεσεῖται.
所以,如果在太阳的正对面且离得近,太阳就会消散它;如果离得远,视线投射过去就会较弱。
ἐὰν δὲ ἐν τῷ πλαγίῳ, ἔστι τοσοῦτον ἀποστῆναι τὸ ἔνοπτρον, ὥστε μήτε τὸν ἥλιον διαλῦσαι, μήτε τὴν ὄψιν ἀθρόαν ἀνελθεῖν, διὰ τὸ ὑπὸ τὴν γῆν φέρεσθαι.
但如果是在侧面,镜子就有可能保持在这样一个距离,使得太阳既不会消散它,视线也不会由于朝向地平线下而整体向上散开。
ὑπὸ δὲ τὸν ἥλιον οὐ γίνεται διὰ τὸ πλησίον μὲν τῆς γῆς ὄντος διαλύεσθαι ἂν ὑπὸ p. τοῦ ἡλίου, ἄνω δὲ μεσουρανίου τὴν ὄψιν διασπᾶσθαι.
但在太阳下方不会产生,因为当它靠近地面时会被太阳消散,而当它高悬在中天时视线就会消散。
καὶ ὅλως οὐδὲ ἐκ πλαγίας μεσουρανίου γίνεται, ὅτι ἡ ὄψις ὑπὸ τὴν γῆν ἐὰν λίαν φέρηται, ὀλίγη ἥξει εἰς τὸ ἔσοπτρον, ὥστε ἀνακλωμένη πᾶν ἔσται ἀσθενής.
而且总的来说,当太阳处于中天时,侧面也不会产生,因为如果视线被引向地平线下太远,到达镜子的视线就会很少,从而在折射时完全变弱。
§15.13Διὰ τί τῆς σκιᾶς τὸ ἄκρον τοῦ ἡλίου τρέμειν φαίνεται;
为什么太阳产生的影子的边缘看起来在颤动?
οὐ γὰρ δὴ διὰ τὸ φέρεσθαι τὸν ἥλιον· ἀδύνατον γὰρ κινεῖσθαι εἰς τἀναντία, ὁ δὲ τρόμος τοιοῦτος.
这绝不是因为太阳在移动;因为太阳不可能向相反方向移动,而颤动正是这样的。
ἔτι δὲ ἄδηλος ἡ μετάβασις, ὥσπερ καὶ τοῦ ἡλίου αὐτοῦ.
此外,影子的移动也是不明显的,就像太阳自身的移动一样。
ἢ διὰ τὸ κινεῖσθαι τὰ ἐν τῷ ἀέρι;
是因为空气中的东西在移动吗?
καλεῖται δὲ ξύσματα.
它们被称为尘埃。
φανερὰ δὲ ἔσται ἐν ταῖς ἀκτῖσι ταῖς διὰ τῶν θυρίδων· ταῦτα γὰρ κινεῖται κἀν νηνεμίᾳ.
在透过窗户的光线中,这些会显而易见;因为即使在无风时,它们也在移动。
ἔκ τε οὖν τῆς σκιᾶς εἰς τὸ φῶς ἔκ τε τοῦ φωτὸς εἰς τὴν σκιὰν φερομένων ἀεί, καὶ ὁ ὅρος ὁ κοινὸς τοῦ φωτὸς καὶ τῆς σκιᾶς φαίνεται κινούμενος παρεγγύς.
因此,由于它们不断从影子进入光亮,又从光亮进入影子,光和影的共同边界也显得在附近移动。
ᾗ γὰρ οἷον σκιὰν ποιοῦσιν, ᾗ δὲ φῶς, ἑκατέρωθεν μεταβάλλονται ταῦτα.
因为在它们产生影子的地方,以及产生光亮的地方,这些从两边相互转换。
ὥστε ἡ σκιὰ φαίνεται κινεῖσθαι, οὐ κινουμένη αὐτὴ οὕτως, ἀλλ’ ἐκεῖναι.
因此,影子显得在移动,并不是它自己这样移动,而是那些尘埃在移动。