Humanitext Reader

亚里士多德 · 问题集 §11.24-11.28

小牛叫声、声音减弱与微小变化的累积

第 59 段,共 148 段 · 希腊语

内容简介

本章节探讨了小牛叫声的独特性、舞台上铺草屑对合唱共鸣的影响、盐在火中爆裂的原因、婴儿早熟并暂时性说话的现象,以及不可感知的微小变化如何累积并突然产生可感知的运动或消亡的物理机制。

§11.24Διὰ τί τῶν μὲν ἄλλων ζῴων τὰ νέα καὶ νήπια ὀξύτερον φθέγγονται τῶν τελείων, οἱ δὲ μόσχοι βαρύτερον τῶν τελείων βοῶν;
为什么在其他动物中,年幼和哺乳期的动物发出的声音比成年动物更高亢,而小牛发出的声音却比成年牛更低沉?
ἢ ὅτι ἐν ἑκάστῳ γένει τὸ νήπιον ὅμοιόν ἐστι τῷ ἐν αὐτῷ θήλει;
是因为在每个物种中,幼兽都与其雌性相似吗?
τῶν βοῶν δὲ αἱ θήλειαι βαρύτερον φθέγγονται τῶν ἀρρένων, οἱ δὲ μόσχοι ταύταις ὁμοιότεροί εἰσιν ἢ τοῖς ἄρρεσιν· τὰ δὲ ἄλλα τοὐναντίον.
而在牛中,雌牛发出的声音比雄牛更低沉,小牛与其说是像雄牛,不如说是更像这些雌牛,而其他动物则恰恰相反?
§11.25Διὰ τί, ὅταν ἀχυρωθῶσιν αἱ ὀρχῆστραι, ἧττον οἱ χοροὶ γεγώνασιν;
为什么当剧场舞台被铺上草屑时,合唱队的声音听起来不那么响亮?
ἢ διὰ τὴν τραχύτητα προσπίπτουσα ἡ φωνὴ οὐ πρὸς λεῖον τὸ [δὲ] ἔδαφος ἧττον γίνεται μία, ὥστ’ ἐλάττων;
是因为声音落在因粗糙而不平整的地面上,变得不那么凝聚,因而变小了吗?
οὐ γὰρ συνεχής.
因为声音不再连续。
ὥσπερ καὶ τὸ φῶς ἐπὶ τῶν λείων μᾶλλον 〈φαίνει〉 διὰ τὸ 〈μὴ〉 διαλαμβάνεσθαι τοῖς ἐμποδίζουσιν.
正如光线在光滑的表面上照得更亮,是因为它不被障碍物阻断一样。
§11.26Διὰ τί ποτε ὁ ἅλς, ὅταν εἰς πῦρ ἐμβληθῇ, ψοφεῖ;
为什么盐被扔进火里时会发出声响?
ἢ ὅτι ὁ ἃλς ὑγρὸν ἔχει οὐ πολύ, ὃ ὑπὸ τοῦ θερμοῦ ἐκπνευματούμενον καὶ βίᾳ ἐκπῖπτον σχίζει τὸν ἅλα;
是因为盐含有少量的水分,这些水分受热气化并猛烈冲出,从而将盐崩裂吗?
τὸ δὲ σχιζόμενον ἅπαν ψοφεῖ.
凡是被崩裂的东西都会发出声响。
§11.27Διὰ τί ποτε τῶν παιδίων ἔνια, πρὶν ἥκειν τὴν ἡλικίαν ἐν ᾗ σαφηνίζειν ὥρα αὐτοῖς, φθεγξάμενα καὶ σαφῶς εἰπόντα πάλιν ὁμοίως διάγουσιν, ἕως ἂν ἔλθῃ ὁ εἰωθὼς χρόνος;
为什么有些孩子在到了应该说话清楚的年龄之前,一度发出声音并清晰地说话后,又同样回到以前的状态,直到通常的时间到来?
ἃ δὴ πολλοὶ τέρατα νομίζουσιν εἶναι.
许多人确实认为这是奇异的征兆。
ἤδη δ’ ἔνια λέγεται καὶ εὐθὺς γινόμενα φθέγξασθαι.
据说有些孩子甚至在刚出生时就发出了声音。
ἢ ὅτι ὡς μὲν ἐπὶ πολὺ τὰ πλείω τε τῶν γενομένων γίνεται κατὰ φύσιν, διὸ ὀλίγοις τοῦτο συμβαίνει, καὶ φύσει ἅμα κατάλληλα τελειοῦται·
是因为绝大多数出生的情况都是合乎自然的,所以这种情况只发生在少数人身上,且各项功能是由自然同时且协调地完善的吗?
διὸ καὶ ἀκούει τε ἅμα καὶ φωνεῖ καὶ ξυνίησι κατὰ τὴν ἀκοὴν καὶ λέγει καὶ σαφηνίζει.
因此,他们同时听见、发出声音、根据听觉来理解、说话并表达清晰。
οὐ μὴν ἀλλὰ πολλάκις οὐκ ἀπαρτίζει τὰ αὐτά, ἀλλὰ τὰ μὲν ξυνίησι πρότερον ἢ τοῦτο τὸ μόριον ἀπολυθῆναι ᾧ διαλέγεται, τοῖς δὲ τοὐναντίον.
然而,这些功能往往不会同时发育成熟,而是有些孩子在用于交流的器官被解放之前就已经理解了,而另一些孩子则相反。
ταῦτα μὲν οὖν οὐκ ἂν διαλεχθείη συνετῶς (ἃ γὰρ ἂν ἀκούσωσι, διαλέγονται)· ἀλλ’ ὅταν ἥκῃ καιρὸς ἀμφοῖν, ἀποδιδόασι τὸ κατὰ φύσιν.
因此,这些人并不能理智地交流(因为他们只是在重复听到的内容);但当两者的时机成熟时,他们就会展现出合乎自然的状态。
ὅσοις δὲ ἔμπροσθεν ἡ κατὰ τὴν ἀκοὴν αἴσθησις διακριβοῦται ἐν τῇ ψυχῇ, ᾧ πρώτῳ κινοῦσι τὴν φωνὴν καὶ ποιοῦσι λόγον, τούτοις ἐνίοτε γίνεται ἤδη ξυνιεῖσι πολλὰ καὶ δύναμίς τις τοῦ μορίου καὶ ἀπόλυσις, μάλιστα μὲν μετὰ ὕπνον τινά (τούτου δ’ αἴτιον ὅτι ὁ ὕπνος καὶ τὰ σώματα νωθέστερα ποιεῖ καὶ τὰ μόρια ἀναπαύσας), εἰ δὲ μή, καὶ ἄλλην μεταβολὴν λαβόντα τοιαύτην.
而对于那些在灵魂中预先精确形成了听觉感知的人(他们借此首先开动声音并制造语言),在这些已经理解了许多内容的孩子身上,有时会产生该器官的某种能力和解放,尤其是在某种睡眠之后(其原因在于,睡眠通过使器官休息,让身体变得更放松),否则,就是在经历了其他类似的转变之后。
πολλὰ δὲ ἔχομεν τοιαῦτα ποιεῖν, ἃ μικρῶν δεῖται καιρῶν· κἄπειτα οὐκέτι ὁμοίως ἔχει, ὅταν οὕτω τύχῃ τὸ μόριον ἔχον καὶ ἀπολυθέν· ὅταν ἐπιπολῆς ᾖ ἐν τῇ αἰσθήσει ὧν ἐκινήθη διάνοια, κατὰ τὴν ἀκοὴν τοῦτο ἐπανῆλθε καὶ ἐφθέγξατο.
我们有许多这样需要极少契机就能做到的事情;而一旦该器官碰巧处于这种状态并被解放,情况就再也不同于以往了;当思维被触动的内容浮现在感知的表面时,这便顺着听觉回转并被说出。
πολλάκις δὲ καὶ μέλη καὶ ῥήματα ἐπέρχεται οὐκ ἐκ προαιρέσεως ἡμῖν· ἀλλ’ ἐὰν τὸ πρῶτον προελόμενοι εἴπωμεν, ὕστερον ἄνευ προαιρέσεως λέγομεν ἢ ᾄδομεν, καὶ οὐ δύναται ἐκ τοῦ στόματος ἐξελθεῖν.
往往旋律和词句并非由于我们的意愿而涌现;但如果我们起初是有意说出的,后来我们就会在无意中说出或唱出,并且无法阻止它从口中流露出来。
οὕτω καὶ τοῖς παιδίοις, ὅταν συμβῇ τοῦτο ἐπόν, εἶτα πάλιν καταστῇ εἰς τὴν φύσιν ἐκεῖνο τὸ μόριον, ἕως ἂν ἡ ὥρα ἔλθῃ ἰσχῦσαι αὐτὸ καὶ ἀποκριθῆναι.
对于孩子也是如此,当这种情况偶尔发生时,那个器官随后又恢复到自然状态,直到其获得力量并完全独立发育的时刻到来。
§11.28Διὰ τί ἔνια ψοφεῖ καὶ κινεῖται ἐξαίφνης, οἷν τὰ κιβώτια, οὐδενὸς αἰσθητοῦ κινοῦντος;
为什么有些东西,比如木箱,在没有任何可感知之物移动它们时,会突然发出声响并移动?
καίτοι κρεῖττον γέγονε τὸ κινοῦν τοῦ κινουμένου.
然而,移动它们的力量本应比被移动之物更强大。
ὁ δὲ αὐτὸς λόγος καὶ φθορᾶς καὶ γήρως· ὑπὸ ἀναισθήτου γὰρ φθείρεται τὰ λεγόμενα ὑπὸ τοῦ χρόνου πάντα.
同样的道理也适用于消灭和衰老;因为所有被所谓的“时间”消灭的东西,都是被不可感知之物消灭的。
ἢ ὅμοιον τοῦτο τοῖς σταλαγμοῖς καὶ τοῖς ὑπὸ τῶν ἐκφυομένων αἰρομένοις λίθοις;
或者这类似于水滴,以及被生长着的植物抬起的石头?
οὐ γὰρ τὸ τελευταῖον αἴρει ἢ κινεῖ, ἀλλὰ τὸ συνεχές.
因为并不是最后一滴或最后一股力量将其抬起或移动,而是连续的过程。
ἐπὶ δὲ τούτου συνέβη ἀναισθήτου ὄντος αἰσθητὴν γίνεσθαι τὴν κίνησιν.
在这种情况下,尽管起因是不可感知的,但运动却变得可感知了。
οὕτω δὲ καὶ τὸ περιεχόμενον αἰσθητοῖς χρόνοις κινεῖται καὶ διαιρεῖται εἰς ἀναίσθητα, τῷ δὲ παντὶ καὶ συνεχεῖ ἐκίνησε καὶ ἔφθειρεν.
同样,包含在可感知时间内的东西也会移动并被分割为不可感知的部分,但通过整体和连续的过程,它被移动并消灭。
συνεχὲς δέ ἐστιν οὐκ ἐν τῷ νῦν, ἀλλ’ ἐν τῷ ὡρισμένῳ χρόνῳ ὑπὸ τοῦ νῦν.
而连续性并不存在于“当下”,而存在于由“当下”所限定的时间之中。

词汇与语法注释

  1. 11.24ταύταις — 指示代词阴性复数与格 `ταύταις` 的先行词是前文的 `αἱ θήλειαι`(雌牛),作为比较级形容词 `ὁμοιότεροί`(更相似于)的与格补足语。
  2. 11.25ἧττον γίνεται μία — 这表示因声音撞击不平整的地面,而难以凝聚成一个整体(`μία`),结果导致音量变小(`ἐλάττων`)的因果关系。`μία` 和 `ἐλάττων` 的主语均为 `ἡ φωνή`。
  3. 11.27πρότερον ἢ τοῦτο τὸ μόριον ἀπολυθῆναι — 表示“在……之前”的连词 `πρότερον ἤ` 后接宾格不定式结构,其中 `τοῦτο τὸ μόριον` 是主格方向的宾格,`ἀπολυθῆναι` 是被动不定式。
  4. 11.28τῷ δὲ παντὶ καὶ συνεχεῖ — 手段与格。它描述了物理和时间机制:一个个“不可感知的时间或作用”(`ἀναίσθητα`)累积成“整体与连续体”(`τῷ παντὶ καὶ συνεχεῖ`)时,最终导致了可感知的运动(`ἐκίνησε`)或消亡(`ἔφθειρεν`)。

引用这一段

亚里士多德, 问题集 §11.24-11.28. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg036.humanitext-grc1:11.24-11.28

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。