Humanitext Reader

亚里士多德 · 问题集 §11.29-11.33

打哈欠对听觉的影响及言语障碍与夜间声音

第 60 段,共 148 段 · 希腊语

内容简介

本文从物理和心理的角度考察了各种声学现象:打哈欠如何影响听觉、儿童口吃与言语障碍的原因、紧张和恐惧如何改变声音的颤抖与音高,以及为什么夜间比白天更容易听清声音。

§11.29Διὰ τί οἱ χασμώμενοι ἧττον ἀκούουσιν;
为什么打哈欠的人听觉会变差?
ἢ ὅτι τοῦ ἐξιόντος πνεύματος ἐν τῇ χάσμῃ πολὺ καὶ εἰς τὰ ὦτα χωρεῖ ἔσωθεν, ὥστε καὶ τῇ αἰσθήσει ἐπίδηλον εἶναι τὴν κίνησιν ἣν ποιεῖ περὶ τὴν ἀκοήν, μάλιστα δ’ ἐκ τῶν ὕπνων;
是因为在打哈欠时排出的气体有很大一部分从内部流向耳朵,以至于它在听觉周围产生的运动在感觉上也是明显的(尤其是在刚睡醒时)吗?
ὁ δὲ ψόφος ἀὴρ ἢ πάθος ἀέρος ἐστίν.
而声音是空气,或者是空气的一种受动状态。
ἀντιπαίοντος οὖν τοῦ ἔσωθεν εἰσέρχεται ὁ ἔξωθεν ψόφος, καὶ ὑπὸ τῆς κινήσεως καὶ τοῦ ἔξωθεν ψόφου ἐκκρούεται ἡ κίνησις.
因此,当内部的气体反向冲击时,外部的声音进入,而这股内部的运动便被那运动以及外部的声音所抵消吗?
§11.30Διὰ τί ἰσχνόφωνοι παῖδες ὄντες μᾶλλον ἢ ἄνδρες;
为什么人们在孩提时代比在成年时代更容易口吃?
ἢ ὥσπερ καὶ τῶν χειρῶν καὶ τῶν ποδῶν ἀεὶ ἧττον κρατοῦσι παῖδες ὄντες, καὶ ὅσοι ἐλάττους οὐ δύνανται βαδίζειν, ὁμοίως καὶ τῆς γλώττης οἱ νεώτεροι οὐ δύνανται;
是因为就像他们在孩提时代对双手和双脚的控制力总是较弱,越年幼的孩子越无法行走一样,年幼者也同样无法控制舌头吗?
ἐὰν δὲ παντάπασι μικροὶ ὦσιν, οὐδὲ φθέγγεσθαι δύνανται ἀλλ’ ἢ ὥσπερ τὰ θηρία, διὰ τὸ μὴ κρατεῖν.
如果他们非常年幼,甚至由于无法控制而只能像野兽那样发出声音。
εἴη δ’ ἂν οὐ μόνον ἐπὶ τοῦ ἰσχνοφώνου, ἀλλὰ καὶ τραυλοὶ καὶ ψελλοί.
这不仅适用于口吃者,也适用于大舌头和言语结巴者。
ἡ μὲν οὖν τραυλότης τῷ γράμματός τινος μὴ κρατεῖν, καὶ τοῦτο οὐ τὸ τυχόν, ἡ δὲ ψελλότης τῷ ἐξαίρειν τι, ἢ γράμμα ἢ συλλαβήν, ἡ δὲ ἰσχνοφωνία ἀπὸ τοῦ μὴ δύνασθαι ταχὺ συνάψαι τὴν ἑτέραν συλλαβὴν πρὸς τὴν ἑτέραν.
其中,大舌头是指无法控制某个特定字母的发音(而且通常不是普通的字母);结巴是指省略了某些东西,无论是字母还是音节;而口吃则是由于无法迅速将一个音节与另一个音节连接起来。
ἅπαντα δὲ δι’ ἀδυναμίαν· τῇ γὰρ διανοίᾳ οὐχ ὑπηρετεῖ ἡ γλῶττα.
这一切都是因为能力不足;因为舌头不听从思想的指挥。
ταὐτὸ δὲ τοῦτο καὶ οἱ μεθύοντες πάσχουσι καὶ οἱ πρεσβῦται· ἧττον δὲ πάντα συμβαίνει.
醉酒者和老年人也经历着完全相同的事情,尽管在他们身上这一切发生的程度要轻一些。
§11.31Διὰ τί ἡ φωνὴ τρέμει καὶ τῶν ἀγωνιώντων καὶ τῶν δεδιότων;
为什么焦虑不安(紧张)的人和恐惧的人,他们的声音都会发抖?
ἢ ὅτι σείεται ἡ καρδία τοῦ θερμοῦ ἐξιόντος;
是因为随着热量消散,心脏会震颤吗?
ἀμφοτεράκις δὲ πάσχουσι τοῦτο· καὶ γὰρ τοῖς ἀγωνιῶσι συμβαίνει καὶ τοῖς φοβουμένοις.
在这两种情况下他们都会经历这种状态;因为这既发生在焦虑者身上,也发生在恐惧者身上。
σειομένης δὲ οὐ γίνεται μία ἡ πληγή, ἀλλὰ πλείους, ὥσπερ ἡ τῶν παρανενευρισμένων χορδῶν.
而当心脏震颤时,所产生的冲击不是一次,而是多次,就像那些松弛的琴弦所受到的冲击一样吗?
§11.32Διὰ τί οἱ μὲν ἀγωνιῶντες βαρὺ φθέγγονται, οἱ δὲ φοβούμενοι ὀξύ;
为什么焦虑不安的人说话声音低沉,而恐惧的人说话声音高亢?
ἢ ὅτι τοῖς μὲν φοβουμένοις καταψύχεται ὁ τόπος ὁ περὶ τὴν καρδίαν, κάτω ὁρμῶντος τοῦ θερμοῦ, ὥστε ὀλίγον ἀέρα κινοῦσιν;
是因为在恐惧的人中,由于热量向下移动,心脏周围的区域被冷却,导致他们只能移动少量的空气吗?
ἡ γὰρ ἰσχὺς ἐν τῷ θερμῷ·
因为力量存在于热量之中。
τοῖς δὲ ἄνω φέρεται τὸ θερμόν, ὥσπερ τοῖς αἰσχυνομένοις· δι’ αἰσχύνην γὰρ καὶ ἀγωνιῶσιν.
而对于焦虑者,热量则向上输送,就像那些感到羞耻的人一样;因为他们是由于羞耻而感到焦虑的。
τοῖς δὲ αἰσχυνομένοις ἄνω φέρεται πρὸς τὸ πρόσωπον· σημεῖον δὲ ὅτι ἐξέρυθροι γίνονται μᾶλλον.
在羞耻的人中,热量被输送到上方的面部;其证据是他们会变得更红。
συντήκει οὖν καὶ παχὺν ποιεῖ τὸν ἀέρα ᾧ φθέγγονται· ὁ δὲ τοιοῦτος βραδέως ὠθεῖται· τὸ δὲ βραδὺ ἐν φωνῇ βαρύ ἐστιν.
因此,热量融化并使他们赖以发声的空气变得浓稠;而这样的空气被缓慢地推出;在声音中,缓慢即意味着低沉。
§11.33Διὰ τί εὐηκοωτέρα ἡ νὺξ τῆς ἡμέρας ἐστίν;
为什么夜间比白天更容易听清声音?
πότερον, ὥσπερ Ἀναξαγόρας φησί, διὰ τὸ τῆς μὲν ἡμέρας σίζειν καὶ ψοφεῖν τὸν ἀέρα θερμαινόμενον ὑπὸ τοῦ ἡλίου, τῆς δὲ νυκτὸς ἡσυχίαν ἔχειν ἅτε ἐκλελοιπότος τοῦ θερμοῦ, εἶναι δὲ μᾶλλον ἀκουστὸν μηθενὸς ὄντος ψόφου;
是像阿那克萨戈拉所说的那样,是因为在白天,被太阳加热的空气会发出嘶嘶声和噪杂声,而在夜间,由于热量消散,空气保持安静,且在没有任何噪音时声音更容易被听见吗?
ἢ ὅτι διὰ τοῦ κενωτέρου μᾶλλον ἀκουστόν ἐστιν ἢ διὰ τοῦ πλήρους;
还是因为通过较空虚的介质比通过充满的介质更容易听见?
ἔστι δὲ τῆς μὲν ἡμέρας ὁ ἀὴρ πυκνὸς ἅτε πεπληρωμένος ὑπὸ τοῦ φωτὸς καὶ τῶν ἀκτίνων, τῆς δὲ νυκτὸς ἀραιότερος διὰ τὸ ἀπεληλυθέναι ἐξ αὐτοῦ τὸ πῦρ καὶ τὰς ἀκτῖνας, σώματα ὄντα.
白天的空气因充满了光和光线而显得稠密,而夜间的空气则因为火和光线(这些都是物体)消散而变得稀薄。
ἢ ὅτι τῆς μὲν ἡμέρας τὰ σώματα πρὸς πολλὰ τὴν διάνοιαν ἕλκει· διὸ οὐκ εὐκρινές ἐστι πρὸς τὴν ἀκοήν.
或者是因为在白天,各种物体将思想引向许多地方,因此听觉显得不够清晰?
καὶ τῷ πράττειν ἡμᾶς πάντα μᾶλλον ἐν τῇ ἡμέρᾳ ἢ τῇ νυκτί, καὶ αὐτὰ περὶ τὰς πράξεις ἐστίν.
而且由于我们更倾向于在白天而不是在夜间做所有事情,感官本身也专注于这些活动。
χωρισθεῖσα δὲ αἴσθησις διανοίας καθάπερ ἀναίσθητον πόνον ἔχει, ὥσπερ εἴρηται τὸ νοῦς ὁρᾷ καὶ νοῦς ἀκούει.
而与思想分离的感知,其运作就像没有感知一样,正如俗话所说:‘心在看,心在听。
νυκτὸς δὲ τῆς ὄψεως ἀργούσης καὶ τῆς διανοίας μᾶλλον ἠρεμούσης ὁ τῆς ἀκοῆς πόρος μᾶλλον ἀνεῳγμένος, καθάπερ τῆς ἡμέρας, δεκτικὸς μέν ἐστι τῶν ἤχων ὁμοίως, ἐξαγγελτικὸς δὲ μᾶλλον [ἢ] τῇ διανοίᾳ διὰ τὸ μήτε αὐτὴν ἐνεργεῖν, μήθ’ ὑπὸ τῆς ὄψεως παρενοχλεῖσθαι, καθάπερ καὶ τῆς ἡμέρας.
’在夜间,当视觉停止工作,思想更加平静时,听觉的通道就像白天一样同样能够接受声音,但由于思想本身不活跃,也不像白天那样受到视觉的干扰,因而更容易向思想传递声音吗?

词汇与语法注释

  1. 11.29ἀντιπαίοντος οὖν τοῦ ἔσωθεν — 属格绝对(genitive absolute)结构。分词 `ἀντιπαίοντος` 的主语在文脉中被省略,根据上下文指向“内部的气流”或“气息(πνεῦμα)”。该句描述了内压与外来声波相互碰撞的物理过程。
  2. 11.30τῷ γράμματός τινος μὴ κρατεῖν — 带与格冠词的不定式结构 `τῷ ... κρατεῖν` 表示原因或手段。不定式 `κρατεῖν` 支配属格,其补足语为 `γράμματός τινος`(某个特定字母),整句意为“由于无法控制某个特定字母的发音”。
  3. 11.32τοῖς δὲ ἄνω φέρεται — `τοῖς δέ` 是指示代词,对应前句中的 `τοῖς μὲν φοβουμένοις`(恐惧的人),在此指代 `τοῖς ἀγωνιῶσι`(焦虑不安的人)。它构成了明确的对比结构:“而在焦虑不安的人中,热量则向上输送”。
  4. 11.33χωρισθεῖσα δὲ αἴσθησις διανοίας — `διανοίας` 是受被动分词 `χωρισθεῖσα` 支配的表示分离的属格(genitive of separation)。该句指出了感官在与思想(`διανοία`)分离时的不完整性,并引用了著名的埃庇卡摩斯残篇(“心在看,心在听”),以论证真正的知觉必须有理智的参与。

引用这一段

亚里士多德, 问题集 §11.29-11.33. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg036.humanitext-grc1:11.29-11.33

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。