Humanitext Reader

亚里士多德 · 问题集 §11.19-11.23

声音高低传播差异与发声及回声机制

第 58 段,共 148 段 · 希腊语

内容简介

本章探讨了高低音在传播距离与空气运动上的物理差异,解释了为何练声者与虚弱者皆发高音,分析了饭后大喊因气管受热变粗糙而失声的成因,并阐明了回声通过等角反射保持原声的机制。

§11.19Διὰ τί ἐγγύθεν μὲν ἡ βαρυτέρα μᾶλλον ἐξακούεται, πόρρωθεν δὲ ἧττον;
为什么从近处听,低沉的声音听得更清楚,而从远处听则不然?
ἢ διότι ἡ βαρυτέρα φωνὴ πλείω μὲν ἀέρα κινεῖ, οὐκ εἰς μῆκος δέ;
是因为低沉的声音移动了更多的空气,但没有向长度方向延伸吗?
πόρρωθεν μὲν οὖν ἧττον ἀκούομεν, διότι ἐπ’ ἔλαττον κινεῖται, ἐγγύθεν δὲ μᾶλλον, διότι πλείων ἡμῖν ἀὴρ πρὸς τὸ αἰσθητήριον προσπίπτει.
因此,我们在远处听得较不清楚,是因为空气移动的范围较小;而在近处听得更清楚,是因为有更多的空气撞击我们的感觉器官。
ἡ δὲ ὀξεῖα πόρρω ἀκούεται, ὅτι λεπτοτέρα ἐστί, τὸ δὲ λεπτὸν τὴν εἰς μῆκος αὔξησιν ἔχει.
相反,高亢的声音在远处也能听到,因为它更细,而细薄的东西具有向长度方向的延伸。
λέγοι δ’ ἄν τις ὅτι καὶ θάττων ἐστὶν ἡ ποιοῦσα αὐτὴν κίνησις.
也有人可能会说,产生高音的运动也更快。
εἴη δ’ ἂν τοῦτο, εἰ πυκνὸν μὲν στενὸν δ’ εἴη τὸ κινοῦν πνεῦμα τὸν ἀέρα.
如果移动空气的气息是浓密且狭窄的,情况就会是这样。
ὅ τε γὰρ ὀλίγος εὐκινητότερός ἐστιν ἀήρ (κινεῖται γὰρ ὀλίγος ὑπὸ τοῦ στενοῦ), καὶ τὸ πυκνὸν πλείους πληγὰς ποιεῖ, ἃ τὸν ψόφον ποιοῦσιν.
因为少量的空气更容易移动(因为少量的空气是被狭窄的通道所移动),且浓密的气息产生更多的撞击,这些撞击产生了声音。
ἰδεῖν δ’ ἔστι τοῦτο ἐπὶ τῶν ὀργάνων· αἱ γὰρ λεπτότεραι χορδαὶ ὀξύτεραί εἰσι, τῶν ἄλλων τῶν αὐτῶν ὑπαρχόντων αὐταῖς.
这在乐器上也可以看到:因为在其他条件相同的情况下,更细的弦发音更高。
§11.20Διὰ τί ἡ φωνὴ ὀξυτέρα φαίνεται τοῖς μακροτέραν ἀφεστηκόσι, τοῦ ὀξέος ὄντος ἐν τῷ ταχέως φέρεσθαι;
为什么声音对距离较远的人来说显得更高亢,尽管高音在于快速传送?
τὸ δὲ μακρότερον φερόμενον βραδύτερον κινεῖται.
而传送得更远的东西移动得更慢。
ἢ ὅτι ἡ ὀξύτης τῆς φωνῆς οὐ μόνον ἐστὶν ἐν τῷ ταχέως κινεῖσθαι, ἀλλὰ καὶ ἐν τῷ λεπτότατον ψόφον γίνεσθαι·
是因为声音的高亢不仅在于移动得快,而且也在于产生极细微的声音吗?
τοῖς δὲ μακροτέραν ἀφεστηκόσιν ἀεὶ λεπτοτέρα ἡ φωνὴ ἀφικνεῖται διὰ τὴν ὀλιγότητα τοῦ ἀέρος τοῦ κινουμένου.
对于距离较远的人来说,由于被移动的空气量少,声音到达时总是显得更细。
μαραίνεται γὰρ ἡ κίνησις, μαραινόμενος δὲ ὁ ἀριθμὸς μὲν εἰς τὸ ἓν τελευτᾷ, σῶμα δὲ εἰς διάστημα ἕν.
因为运动会衰退,而衰退时,数终结于“一”,物体则终结于“一个维度”。
ὅ ἐστιν ἐν σώματι λεπτότης. ὁμοίως δὲ καὶ ἐν φωνῇ.
这在物体中就是“细薄”;而在声音中也是同样。
§11.21Διὰ τί καὶ οἱ γεγυμνασμένοι καὶ οἱ ἀσθενεῖς ὀξὺ φθέγγονται;
为什么训练有素的人和虚弱的人都发出高音?
ἢ ὅτι οἱ μὲν ἀσθενεῖς ὀλίγον ἀέρα κινοῦσιν, ὁ δὲ ὀλίγος τοῦ πλείονος θᾶττον φέρεται·
是因为虚弱的人移动的空气少,而少量的空气比大量的空气传送得更快吗?
οἱ δὲ γεγυμνασμένοι ἰσχυρῶς κινοῦσι τὸν ἀέρα, ὁ δὲ ἰσχυρῶς κινούμενος ἀὴρ θᾶττον φέρεται.
而训练有素的人强力地移动空气,被强力移动的空气传送得更快。
τὸ δὲ ταχὺ ἐν φορᾷ ἐν φωνῇ ὀξύ ἐστιν.
而在传送中快速的东西,在声音中就是高音。
§11.22Διὰ τί τοῖς μετὰ τὰ σιτία κεκραγόσιν ἡ φωνὴ διαφθείρεται;
为什么饭后大喊大叫的人,声音会坏掉?
καὶ πάντας ἂν ἴδοιμεν τοὺς φωνασκοῦντας, οἷον ὑποκριτὰς καὶ χορευτὰς καὶ τοὺς ἄλλους τοὺς τοιούτους, ἕωθέν τε καὶ νήστεις ὄντας τὰς μελέτας ποιουμένους.
我们可以看到所有练声的人,比如演员、舞者以及其他类似的人,都是在清晨空腹时进行练习的。
ἢ τὸ διαφθείρεσθαι τὴν φωνὴν οὐθὲν ἕτερόν ἐστιν ἢ τὸν τόπον διαφθείρεσθαι καθ’ ὃν τὸ πνεῦμα διεξέρχεται;
或者说,声音的败坏不外乎是气息通过的通道坏掉了?
διὸ καὶ οἱ βραγχιῶντες διαφθείρονται τὰς φωνάς, οὐ τῷ τὸ πνεῦμα γίνεσθαι χεῖρον, ὃ ποιεῖ τὴν φωνήν, ἀλλὰ τῷ τετραχύνθαι τὴν ἀρτηρίαν.
因此,患喉炎的人声音坏了,并不是因为产生声音的气息变差了,而是因为气管变粗糙了。
ὑπὸ δὲ τῆς θερμασίας τῆς σφοδρᾶς μάλιστα τραχύνεσθαι πέφυκεν ὁ τόπος οὗτος.
而这个通道最容易因剧烈的热量而变得粗糙。
διὸ καὶ οὔθ’ οἱ πυρέττοντες οὔτε οἱ σφόδρα πεπυρεχότες εὐθὺς μετὰ τὴν ἄνεσιν τοῦ πυρετοῦ ᾄδειν δύνανται· τετράχυνται γὰρ ὁ φάρυξ αὐτοῖς διὰ τὴν θερμασίαν.
因此,发烧的人和在退烧后不久的高烧患者都不能唱歌;因为他们的喉咙因受热而变粗糙了。
ἀπὸ δὲ τῶν σιτίων εἰκὸς εἶναι τὸ πνεῦμα καὶ πολὺ καὶ θερμόν·
而在饭后,气息很可能是既多又热的。
τὸ δὲ τοιοῦτον εὔλογόν ἐστι διεξιὸν ἑλκοῦν τε καὶ τραχύνειν τὴν ἀρτηρίαν·
这样的气息通过时,合理地会使气管受损并变粗糙。
τούτου δὲ συμβαίνοντος εἰκότως ἡ φωνὴ διαφθείρεται.
一旦发生这种情况,声音自然就坏掉了。
§11.23Διὰ τί, εἴπερ ἡ φωνή ἐστιν ἀήρ τις ἐσχηματισμένος καὶ φερόμενος, διαλύεται πολλάκις τὸ σχῆμα, ἡ δὲ ἠχώ, ἣ γίνεται πληγέντος τοῦ τοιούτου πρός τι στερεόν, οὐ διαλύεται αὕτη, ἀλλὰ σαφῶς ἀκούομεν αὐτῆς;
既然声音是某种被塑形并传送的空气,为什么这种形状常常消散,而当这种空气撞击到某种坚硬物体上时产生的回声却不消散,反倒让我们听得很清楚?
ἢ ὅτι ἀνάκλασίς ἐστιν, ἀλλ’ οὐ κατάκλασις;
是因为它是反射,而不是折射吗?
οὕτω δὲ τό θ’ ὅλον διαμένει, καὶ δύο μέρη ὁμοιοσχήμονα ἐξ αὐτοῦ γίνεται· πρὸς ὁμοίαν γὰρ γωνίαν ἐστὶν ἡ ἀνάκλασις.
在这种情况下,整体得以保留,并且从中产生两个形状相似的部分;因为反射是按等角进行的。
διὸ καὶ ὁμοία γίνεται ἡ τῆς ἠχοῦς φωνὴ τῇ ἐξ ἀρχῆς.
因此,回声的声音也变得与最初的声音相似。

词汇与语法注释

  1. §11.19ἃ τὸν ψόφον ποιοῦσιν — 中性复数关系代词 ἃ 的先行词是前文的女性复数名词 πληγάς(撞击),此处表现出语法上性的一致较为松散,其焦点在于产生声音的物理撞击的复数性。动词 ποιοῦσιν 亦采用复数形式。
  2. §11.19τῶν ἄλλων τῶν αὐτῶν ὑπαρχόντων αὐταῖς — 属格独立结构,表示“在其他条件(如张力、长度等)对它们(弦)而言都保持相同的情况下”的假设或前提条件。
  3. §11.20τοῦ ὀξέος ὄντος ἐν τῷ ταχέως φέρεσθαι — 属格独立结构,在此处表转折或让步:“尽管高音在于被快速传送(即传送得快的是高音)”。
  4. §11.22τοῖς μετὰ τὰ σιτία κεκραγόσιν — 动词 κράζω(大喊)的完成时主动分词与格复数,与主动词 διαφθείρεται(坏掉)连用,指示承受影响的对象(利益与格或所有与格)。
  5. §11.23πληγέντος τοῦ τοιούτου πρός τι στερεόν — 属格独立结构。完成时受动分词 πληγέντος(被撞击)与中性名词化的 τοῦ τοιούτου(此类事物,指代前句中“被塑形的空气”)作为主语相结合。

引用这一段

亚里士多德, 问题集 §11.19-11.23. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg036.humanitext-grc1:11.19-11.23

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。