Humanitext Reader

亚里士多德 · 问题集 §10.23-10.27

毛发质地好色原因及动物足部偶数之谜

第 47 段,共 148 段 · 希腊语

内容简介

本节讨论了为什么绵羊毛越长越硬而人类毛发越长越软、多毛人类与鸟类好色的原因、人类没有鬃毛的原因、动物足部为偶数的原因,以及人类与役畜在伤疤处毛发再生方面的差异。

§10.23Διὰ τί αἱ μὲν τῶν προβάτων τρίχες ὅσῳ ἂν μακρότεραι ὦσι, σκληρότεραι γίνονται, αἱ δὲ τῶν ἀνθρώπων μαλακώτεραι;
为什么绵羊的毛越长就越硬,而人类的毛发却越长越软?
ἢ ὅτι αἱ τῶν προβάτων, οἵαν εἴρηται τροφὴν ἔχουσαι, μακρὰν τῆς ἀρχῆς ἀπαρτώμεναι ἀτροφώτεραί εἰσι, καὶ ῥᾳδίως ἐξ αὐτῶν ἐξατμίζεται ὑπὸ τοῦ θερμοῦ ἡ ἐνυπάρχουσα τροφὴ δι’ εὐπεψίαν;
是因为绵羊的毛拥有如前所述的养分,但当它们延伸到远离根源的地方时,便缺乏营养,而且其中包含的养分由于易于消化,很容易在热量作用下蒸发掉吗?
ξηραινόμεναι δὲ ξηρότεραι γίνονται· τὸ γὰρ ὑγρὸν μαλακόν.
而变干之后,它们就会变得更硬;因为湿润的东西是柔软的。
αἱ δὲ τῶν ἀνθρώπων ἐλάττω μέν, μᾶλλον δὲ τῆς ἀρχῆς.
相反,人类的毛发虽然较短,但更接近根源。
πέττεται δὲ αὐταῖς μᾶλλον διὰ τὸ ἐλάττω εἶναι· πεττομένη δὲ μαλακωτέραν ποιεῖ τὴν τρίχα· πάντα γὰρ τὰ πεπεμμένα τῶν ἀπέπτων μαλακώτερά ἐστιν.
由于较短,养分在它们之中得到了更好的消化;而被消化后,它使毛发变得更软;因为凡是经过消化的东西都比未消化的东西更柔软。
ἐκ περιττώματος γὰρ πλείστου ἡ τοῦ ἀνθρώπου θρὶξ ἢ ἡ τοῦ προβάτου.
因为人类的毛发比绵羊的毛是由更多的废物形成的。
σημεῖον δέ· τὰ γὰρ νέα πρόβατα τῶν παλαιῶν μαλακώτερα ἔχει τὰ ἔρια.
其证据是,年轻绵羊的毛比年老绵羊的毛更柔软。
§10.24Διὰ τί οἱ ἄνθρωποι καὶ οἱ ὄρνιθες οἱ δασεῖς λάγνοι εἰσίν;
为什么多毛的人类和鸟类是好色的?
ἢ ὅτι θερμοὶ καὶ ὑγροὶ τὴν φύσιν εἰσί, δεῖ δὲ ἀμφοῖν πρὸς τὴν ὀχείαν.
是因为它们天性温热且湿润,而交配需要这两者吗?
τὸ μὲν γὰρ θερμὸν ἐκκρίνει, τὸ δὲ ὑγρὸν ἐκκρίνεται.
因为温热的要素促进排泄,而湿润的要素被排泄出来。
διὰ τὸ αὐτὸ δὲ καὶ οἱ χωλοὶ ἄνδρες· ἡ γὰρ τροφὴ αὐτοῖς ὀλίγη κάτω μὲν ἀφικνεῖται διὰ τὴν ἀναπηρίαν τῶν σκελῶν, εἰς δὲ τὸν ἐπάνω τόπον ἔρχεται πολλὴ καὶ εἰς σπέρμα συγκρίνεται.
出于同样的原因,跛足的男子也是如此;因为由于双腿的残疾,很少的养分到达下部,而大量的养分走向腹部区域,并浓缩成精液。
§10.25Διὰ τί ὁ ἄνθρωπος χαίτην οὐκ ἔχει;
为什么人类没有鬃毛?
ἢ διότι πώγωνα ἔχει, ὥστε ἡ ἐκεῖ ἀπελθοῦσα τροφὴ τῆς τοιαύτης περιττώσεως εἰς τὰς σιαγόνας ἔρχεται;
是因为他有胡须,以至于本该流向那里的此类废物的养分,流向了下颚吗?
§10.26Διὰ τί πάντα τὰ ζῷα ἀρτίους τοὺς πόδας ἔχει;
为什么所有的动物都有偶数只脚?
ἢ ὅτι οὐκ ἐνδέχεται κινεῖσθαι μὴ ἑστηκότος τινός, ἂν μὴ ἅλληται;
是因为除非跳跃,否则若没有某个部分静止,就无法运动吗?
ἐπεὶ τοίνυν ἐκ δυοῖν τινοῖν κίνησιν ἀνάγκη τῇ πορείᾳ εἶναι, ἔκ τε κινήσεως καὶ στάσεως, ταῦτα δὲ δύο καὶ ἄρτια ἤδη.
因此,既然步行中的运动必然产生于运动和静止这两者,而这两者是两个,已经构成偶数。
καὶ τετράποδα, διότι πλείους· τοὺς μὲν γὰρ δύο κινεῖ, οἱ δὲ δύο ἑστήκασι, καὶ οἱ ἕξ· καὶ τὰ ἄλλα δὲ δύο ἔτι· τούτων δὲ τὸ μὲν κινεῖται, τὸ δὲ ἕστηκεν.
四足动物也是如此,因为它们拥有更多的脚;因为它们移动两只脚,而另外两只脚保持静止,六足动物也是如此;而对于更进一步的每两只脚,其中一只在运动,另一只在静止。
§10.27Διὰ τί τοῖς μὲν ἵπποις καὶ τοῖς ὄνοις ἐκ τῶν οὐλῶν φύονται τρίχες, τοῖς δὲ ἀνθρώποις οὔ;
为什么马和驴的伤疤处会长出毛发,而人类却不会?
ἢ διότι τοῖς μὲν ἄλλοις ζῴοις ἐστὶ τὸ δέρμα μέρος τῆς σαρκός, ἀνθρώπῳ δὲ καθάπερ πάθος σαρκός;
是因为在其他动物中皮肤是肉的一部分,而在人类中它就像是肉的一种受动状态吗?
δοκεῖ γὰρ αὐτοῖς τὸ ἐπιπολῆς καταψυχόμενον στερεώτερον γίνεσθαι, καθάπερ τῶν ἑφθῶν ἀλεύρων αἱ γραῖαι καλούμεναι.
因为在它们身上,表面受凉的部分似乎变得更坚硬,就像煮熟的面粉上形成的所谓“老妇人”的膜一样。
ἐπεὶ οὖν κἀκεῖναί εἰσιν ἄλευρον ἑφθόν, καὶ τὸ τοῦ ἀνθρώπου καλούμενον δέρμα σὰρξ ἂν εἴη τραυματισθέντος δὲ ἢ τριβέντος ἀνθρώπου μὲν τὴν σάρκα συμβαίνει πυκνοῦσθαι·
因此,既然那层膜也是煮熟的面粉,人类所谓的皮肤应该也是肉。
διὸ ἠλλοιωμένης τῆς ἐπιπολῆς σαρκὸς οὐ τὴν αὐτὴν φύσιν λαμβάνει τὰ τραύματα ἧπερ καὶ ἐκ γενετῆς·
但当人受伤或被摩擦时,他的肉就会变得致密;因此,由于表面肉质发生了改变,伤口不再恢复到与生俱来的相同性质。
ἀλλοιωθείσης δ’ αὐτῆς μὴ γίνεσθαι ἔτι τὸ ἐξ αὐτῆς οὐθὲν ἄτοπον, καθάπερ καὶ ἐκ τῶν ἀλωπεκιῶν καλουμένων· καὶ γὰρ αὗται τῆς ἐπιπολῆς σαρκὸς φθοραὶ καὶ ἀλλοιώσεις εἰσίν.
一旦它发生了改变,从中不再生长出任何东西也就不足为奇了,就像所谓的斑秃一样;因为这些也是表面肉质的损坏和改变。
τῶν δὲ ὑποζυγίων τριβέντων καὶ ὑγιαζομένων πάλιν ἀναπληροῦται τὰ νενοσηκότα μέρη τοῦ σώματος τῶν αὐτῶν μέν, ἀσθενεστέρων δ’ ἢ ἐξ ἀρχῆς ἦν.
另一方面,当役畜被摩擦并痊愈时,身体受损的部分再次充满相同的物质,虽然比原来要弱。
ἐπεὶ δ’ ἐστὶ καὶ τὸ δέρμα μέρος αὐτῶν, γίνοιντό τε ἂν καὶ φύοιντο τρίχες (ἐκ δέρματος γὰρ φύονται τρίχες), λευκαὶ δὲ φύονται διὰ τὸ τὸ δέρμα ἀσθενέστερον γεγονέναι τοῦ ἐξ ἀρχῆς, καὶ τὴν λευκὴν ἀσθενεστάτην εἶναι τρίχα.
既然皮肤也是它们的一部分,毛发就会产生并生长(因为毛发生自皮肤),但长出来的是白毛,因为皮肤已经变得比原来更弱,而白毛是最弱的毛发。

词汇与语法注释

  1. 10.23οἵαν εἴρηται τροφὴν ἔχουσαι — 关系代词 οἵαν 的先行词指前一章(§10.22)中所述的“柔软而甘甜的养分”(μαλακοῖς καὶ γλυκέσι)。被动语态单数第三人称的 εἴρηται(意为“已如前所述”)明确指向了先前的讨论。
  2. 10.23μᾶλλον δὲ τῆς ἀρχῆς — 属格 τῆς ἀρχῆς(意为“源泉、根源”)与比较级副词 μᾶλλον 连用,暗示比绵羊的毛“更接近根源”或“更依赖于根源”。这里省略了表示接近的副词(如 ἐγγύς),或者该属格本身直接表示与源泉的关联或邻近关系。
  3. 10.27αἱ γραῖαι καλούμεναι — 意为“老妇人”的 γραῖαι 是希腊语中的比喻性惯用语,指煮熟的粥、汤或加热的牛奶表面形成的“膜”或“皮”。此处引用这一日常通俗的比喻,是为了解释人类的皮肤仅仅是肉的表面受冷而硬化形成的膜。

引用这一段

亚里士多德, 问题集 §10.23-10.27. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg036.humanitext-grc1:10.23-10.27

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。