§10.16Διὰ τί τὰ ἄλλα ζῷα τὰ μὲν οὐκ ἐξονειρώττει, τὰ δὲ ὀλιγάκις;
为什么其他动物有的不会梦遗,有的则很少梦遗?
πότερον ὅτι οὐδὲν ὕπτιον κατάκειται, ἐξονειρώττει δὲ οὐδὲν μὴ ὕπτιον;
是因为它们没有一个仰卧,而凡不仰卧的就不会梦遗吗?
ἢ ὅτι οὐκ ἐνυπνιάζει τὰ ἄλλα ὁμοίως, ὁ δὲ ἐξονειρωγμὸς μετὰ φαντασίας γίνεται.
还是因为其他动物不以同样的方式做梦,而梦遗是伴随着表象而发生的?
§10.17Διὰ τί τῶν ζῴων τὰ μὲν κινεῖ τὴν κεφαλήν, τὰ δὲ οὐ κινεῖ;
为什么在动物中,有些会活动头部,有些则不会?
ἢ ὅτι ἔνια οὐκ ἔχει αὐχένα;
是因为有些动物没有颈部吗?
διὸ ταῦτα οὐ κινεῖ τὴν κεφαλήν.
因此,这些动物不活动头部。
§10.18Διὰ τί ἄνθρωπος πτάρνυται τῶν ζῴων μάλιστα;
为什么人类在动物中打喷嚏最频繁?
πότερον ὅτι τοὺς πόρους εὐρεῖς ἔχει δἰ ὧν τὸ πνεῦμα καὶ ὀσμὴ εἰσέρχεται;
是因为他拥有宽敞的通道,供呼吸和气味进入吗?
τούτοις γὰρ πληρουμένοις πνεύματος πτάρνυται.
因为当这些通道充满气体时,人就会打喷嚏。
ὅτι δὲ εὐρεῖς, σημεῖον ὅτι ἥκιστα ὀσφραντικὸν τῶν ἄλλων ζῴων· ἀκριβέστεροι δὲ οἱ λεπτότεροι.
而通道宽敞的证据,在于人类在其他动物中嗅觉最不灵敏;因为通道较窄的动物嗅觉更敏锐。
εἰ οὖν εἰς μὲν τοὺς εὐρεῖς πλέον καὶ πλεονάκις εἰσέρχεται τὸ ὑγρόν, οὗ πνευματουμένου ὁ πταρμὸς γίνεται, τοιούτους δὲ μάλιστα τῶν ζῴων οἱ ἄνθρωποι ἔχουσι, πλειστάκις ἂν πτάρνοιντο εἰκότως.
因此,如果水分更容易且更频繁地进入宽敞的通道,而当水分变成气体时就会产生打喷嚏,且人类在动物中拥有最宽的此类通道,那么人类自然会最频繁地打喷嚏。
ἢ ὅτι ἐλάχιστοι κατὰ τὸ μῆκος οἱ μυκτῆρες, ὥστε τὸ θερμανθὲν ὑγρὸν ταχὺ δύναται πνεῦμα γίνεσθαι.
还是因为人类的鼻腔在长度上最短,以至于变热水分能迅速变成气体?
ἐν δὲ τοῖς ἄλλοις διὰ μῆκος καταψύχεται πρότερον.
而在其他动物中,由于长度的原因,水分在此之前就已经冷却了。
§10.19Διὰ τί ἡ γλῶττα οὐδενὸς πιερὰ τῶν ζῴων;
为什么任何动物的舌头都不是肥腻的?
ἢ ὅτι τὸ πῖον πυκνόν, ἡ δὲ γλῶττα ἀραιὰ φύσει ἐστίν, ὅπως τοὺς χυμοὺς γνωρίζῃ;
是因为脂肪是致密的,而舌头在天性上是稀疏的,以便它能辨别味道吗?
§10.20Διὰ τί τὰ θήλεα συντάσει οὐρεῖ, τὰ δὲ ἄρρενα οὔ;
为什么雌性排尿时需要用力,而雄性则不需要?
ἢ ὅτι πορρώτερόν ἐστιν ἡ κύστις ἡ τῶν θηλειῶν, καὶ εἰς βάθος καὶ μῆκος;
是因为雌性的膀胱在深度和长度上都更远吗?
μεταξὺ γὰρ αὐτῶν ἡ μήτρα τῆς ἕδρας καὶ τῆς κύστεως.
因为在它们体内,子宫位于肛门和膀胱之间。
ὥστε δεῖται βίας πλείονος τὸ ἐκπεμπόμενον διά γε τὴν ἀπόστασιν τῆς μήτρας.
因此,由于子宫造成的距离,排出物确实需要更大的力量。
βιάζεται δὲ συντεῖνον τῷ πνεύματι.
而雌性通过憋气用力来施加这种力量。
§10.21Διὰ τί τῶν ζῴων ὅσα μὴ πέτεται, πάντα ἀποβάλλει τὰς χειμερινὰς τρίχας, πλὴν ὑός;
为什么在不飞行的动物中,除了猪以外,所有动物都会脱落冬毛?
καὶ γὰρ κύων ἀποβάλλει καὶ βοῦς.
因为实际上狗会换毛,牛也会换毛。
ἢ ὅτι θερμότατον ἡ ὗς ἐστίν καὶ ἐκ θερμοῦ πεφύκασιν αἱ τρίχες αὐτῇ;
是因为猪极其温热,而它的毛发是从温热的来源中生长出来的吗?
τοιοῦτον γάρ ἐστι τὸ λιπαρόν.
因为多脂的物质就是具有这种性质。
τῶν μὲν οὖν ἄλλων ἢ διὰ τὸ ἀποψύχεσθαι τὸ ὑγρὸν ἀποπίπτουσιν, ἢ πέττειν τροφὴν οὐ δυναμένης τῆς οἰκείας θερμότητος, ἢ διὰ τὸ μηδὲν πάσχειν τὴν ὑγρότητα τὴν ἐν αὐτῇ, διὰ τὸ πέττεσθαι καλῶς τὴν τροφήν, οὐκ ἀποβάλλει τὰς τρίχας.
因此,在其他动物中,毛发脱落要么是因为水分冷却,要么是因为它们固有的热量无法消化养分;而在猪身上,由于养分得到了很好的消化,其内部的水分没有受到任何影响,所以它不脱落毛发。
ὁπότε γὰρ ἡ αἰτία τῆς ἀποβολῆς ἐστίν, ἱκανὴ ἡ πιότης κωλῦσαι.
因为无论脱落的原因是什么,其肥脂都足以阻止它。
πρόβατα δὲ καὶ ἄνθρωποι διὰ πλῆθος καὶ πυκνότητα τῆς τριχὸς ἀπαθῆ ἐστίν. οὐ γὰρ διικνεῖται ἡ ψύξις εἰς βάθος, ὥστε πῆξαι τὴν ὑγρότητα ἢ πέψαι κωλῦσαι τὴν θερμότητα.
另一方面,绵羊和人类由于毛发的数量和密度而不受影响;因为寒冷不会渗透到深处,从而冻结水分或阻止热量进行消化。
§10.22Διὰ τί τῶν μὲν προβάτων μαλακώτεραι αἱ τρίχες ἀναφύονται τιλλόμεναι, τῶν δὲ ἀνθρώπων σκληρότεραι;
为什么绵羊的毛被拔掉后,会长出更柔软的毛,而人类的毛发被拔掉后,却长出更硬的毛?
ἢ ὅτι τῶν μὲν προβάτων ἐκ τοῦ ἐπιπολῆς πεφύκασιν;
是因为绵羊的毛生在皮肤表面吗?
διὸ καὶ ἀλύπως ἐκσπῶνται, μενούσης τῆς ἀρχῆς τῆς τροφῆς ἀδιαφθόρου, ἥ ἐστιν ἐν σαρκί.
因此它们被拔出时没有痛苦,而存在于肉中的营养源泉也保持完好无损。
τὰ μὲν οὖν περιττώματα ἀνοιχθέντων ἐξατμίζει μᾶλλον, τὸ δὲ ἔριον σαρκὸς οἰκείαν τροφὴν λαμβάνει· σὰρξ δὲ μαλακοῖς καὶ γλυκέσι τρέφεται.
所以,当毛孔张开时,多余的废物蒸发得更多,而羊毛从肉中汲取其固有的养分;肉是由柔软而甘甜的物质滋养的。
αἱ δὲ τῶν ἀνθρώπων τρίχες ἐκ βάθους πεφυκυῖαι βίᾳ καὶ μετ’ ἀλγηδόνος ἐκσπῶνται.
相反,人类的毛发生自深处,是被强行且痛苦地拔出的。
δῆλον δέ· ἐπισπῶνται γὰρ αἷμα.
这一点很明显,因为它们会带出血来。
τραυματιζομένου οὖν τοῦ τόπου συμβαίνει αὐτὸν καὶ οὐλοῦσθαι.
所以,当该部位受伤时,它就会结疤。
διὸ τέλος μὲν συμβαίνει γίνεσθαι τοῖς τιλλομένοις· ἕως δ’ ἂν ἀνίωσι τρίχες, σκληρὰς ἀνιέναι διὰ τὸ τὴν μὲν τροφώδη τῆς σαρκὸς ἐκλελοιπέναι πᾶσαν τροφήν, ἐκ περιττωμάτων δ’ αὐτὰς γίνεσθαι.
因此,虽然对于被拔毛的人来说,最终的结果是不再长毛,但只要毛发还能长出来,长出来的就是硬毛,这是因为肉中富含营养的养分已经完全耗尽,而毛发是由废物形成的。
σημεῖον δέ· τῶν μὲν γὰρ πρὸς μεσημβρίαν πάντων σκληραί εἰσιν αἱ τρίχες διὰ τὸ τὸ ἐκτὸς θερμὸν εἰς βάθος διικνούμενον ἐξατμίζειν τὴν εὔπεπτον τροφήν, τῶν δὲ ὑπὸ τὰς ἄρκτους μαλακαί·
其证据是,所有居住在南方的人,由于外部的热量渗透到深处,蒸发了易于消化的养分,所以毛发很硬;而居住在北极下方的人,毛发却很柔软。
τούτοις γὰρ ἐπιπολῆς μᾶλλόν ἐστιν τό θ’ αἷμα καὶ οἱ γλυκεῖς χυμοί· διὸ καὶ εὔχροοί εἰσιν.
因为在这些人身上,血液和甘甜的汁液更多地存在于表面;因此他们的气色也很好。