§10.28Διὰ τί ἐν μὲν τοῖς ἄλλοις ζῴοις διαμένει ὁμοίως τὰ δίδυμα, θήλεος καὶ ἄρσενος ὄντος, ἐν δὲ τοῖς ἀνθρώποις οὔ;
为什么在其他动物中,当双胞胎是一雌一雄时,它们能同样存活,而在人类中却非如此?
ἢ διότι τούτῳ ἀσθενῆ μάλιστα τὰ δίδυμα·
是因为对人类而言,双胞胎极其虚弱吗?
μονοτόκον γάρ ἐστιν.
因为人是一胎一子的。
ἐν δὲ τοῖς διδύμοις παρὰ φύσιν τὸ θῆλυ γίνεσθαι καὶ ἄρρεν, ὥστε ὃ μάλιστά ἐστι παρὰ φύσιν, τοῦτο καὶ ἀσθενέστατον.
而在双胞胎中,产生一雌一雄是违背自然的,因此最违背自然的东西也最虚弱。
§10.29Διὰ τί τοῖς μὲν ἵπποις καὶ τοῖς ὄνοις ἐκ τῶν οὐλῶν φύονται τρίχες, τοῖς δὲ ἀνθρώποις οὔ;
为什么马和驴的伤疤处会长出毛发,而人类却不会?
ἢ διότι ἡ οὐλὴ κωλύει διὰ τὴν πύκνωσιν ἢ διὰ τὸ φθείρειν τὴν τροφήν;
是因为伤疤由于致密或由于破坏了养分而阻碍了生长吗?
τοῖς μὲν οὖν ἀνθρώποις παντελῶς κωλύει διὰ τὴν ἀσθένειαν τῆς τριχός, τοῖς δὲ ἵπποις οὐκ ἐκώλυσεν, διέφθειρε δέ.
因此,在人类中,由于毛发的虚弱,生长被完全阻碍了,而在马身上则没有阻碍,只是破坏了养分而已。
§10.30Διὰ τί τοῖς ζῴοις ἄρτιοι πόδες;
为什么动物的脚是偶数?
ἢ ὅτι παντὸς μὲν τοῦ κινουμένου ἀνάγκη τι ἠρεμεῖν, συνέβαινεν δὲ περιττῶν ὄντων μὴ γίνεσθαι τοῦτο· ὅπερ κατὰ τὴν ἀντιστοιχίαν τῶν ποδῶν ἦν ἡ κίνησις.
是因为对于一切运动的事物,必然有某个部分保持静止,但如果是奇数,这就不会发生;而这正是根据双脚的交替对应而进行的运动。
§10.31Διὰ τί ἐλάττω χρόνον τὰ ζῷα καθεύδει ἢ ἐγρήγορεν, οὐ συνεχῶς δέ;
为什么动物睡眠的时间比清醒的时间短,且不连续?
ἢ διὰ τὸ μὴ ἅμα πᾶσαν πέττεσθαι τὴν περίττωσιν;
是因为废物不会一次性全部消化吗?
ἀλλ’ ὅταν τι πεφθῇ, κουφισθὲν διεγείρεται.
相反,当某部分被消化后,身体变轻便醒来了。
καὶ πλεονάκις δ’ ἐγείρονται, ὅσοις ψυχρὸς ὁ τόπος ὁ πέττων ἐστὶν τὴν περίττωσιν· ταχὺ γὰρ παύεται καὶ πολλάκις, ἡ δὲ διάπαυσις ἔγερσίς ἐστιν.
此外,那些消化废物的部位较冷的动物醒得更频繁;因为消化很快且多次中断,而这种中断就是清醒。
ἡδὺ δέ, οὐδὲ εἰκός, διὰ τὸ ἀνάπαυσιν εἶναι φαίνεται.
而且,由于它是休息,它显得令人愉悦——这并非不合情理。
ἀλλ’ οὐδ’ ἐνταῦθα πλείω χρόνον ἡ ἀνάπαυσις γίνεται τῶν κατὰ φύσιν ἔργων· οὐδ’ εἰ τὸ ἐσθίειν ἥδιον τοῦ μή, ὅμως πλείω χρόνον ἐσθίουσιν ἢ ἀσιτοῦσιν.
然而,即使在此,休息的时间也不会比自然活动的时间更长;正如即使吃东西比不吃更令人愉悦,他们也不会吃得比不吃的时间更长。
§10.32Διὰ τί τῶν ζῴων τὰ μὲν εὐθὺς ἀκολουθεῖ τοῖς γεννήσασι, τὰ δ’ ὀψέ, οἷον ἄνθρωπος, ἢ μόλις, ἢ οὐδέποτε;
为什么在动物中,有些在出生后立即跟随生育它们的父母,而有些则很晚(如人类),或者勉强跟随,或者从不跟随?
ἢ διότι τὰ μὲν ταχὺ ἀπολαμβάνει τὸ γνωρίζειν, τὰ δ’ ὀψέ;
是因为有些动物很快就获得了认知的力量,而有些则很晚吗?
καὶ τὰ μὲν ἀναίσθητα τοῦ ὠφελοῦντος, τὰ δὲ ἔχει αἴσθησιν.
而且有些动物对有益的事物没有感觉,而有些则有感觉。
ὅσα μὲν οὖν ἄμφω ἔχει ταῦτα (λέγω δ’ οἷον καὶ αἴσθησιν τοῦ ὠφελοῦντος καὶ ἐπιτέλεσιν τοῦ σώματος), ἀκολουθεῖ, τὰ δὲ μὴ ἄμφω οὐ ποιεῖ τοῦτο· δεῖ γὰρ δύνασθαι καὶ διαισθάνεσθαι.
因此,凡是具备这两者(我的意思是,既对有益的事物有感觉,又具有身体的完成度)的动物就会跟随,而不具备这两者的则不会;因为它们必须既有能力,又能清晰地感知。
§10.33Διὰ τί λεύκη οὐ γίνεται τοῖς ἄλλοις ζῴοις;
为什么其他动物不会得白斑病?
πότερον ὅτι τοῖς μὲν ἄλλοις νόσημα, τοῖς δὲ ἀνθρώποις γίνεται διάλευκα τὰ δέρματα καὶ αἱ τρίχες αὐτῶν;
是因为对其他动物来说这是一种疾病,但在人类中,他们的皮肤和毛发会变得有白斑吗?
ἀλλ’ ὅμως ἀπορήσειεν ἄν τις διὰ τί ὕστερον οὐ γίνεται, ἀλλ’ ἐκ γενετῆς ἡ ποικιλία.
然而,有人可能会问,为什么其他动物在后来不会得白斑病,而这种斑驳是天生就有的?
ἢ ὅτι τὰ δέρματα τῶν ἄλλων ζῴων σκληρά, ἄνθρωπος δὲ φύσει λεπτοδερμότατον;
是因为其他动物的皮肤坚硬,而人类天生皮肤最薄吗?
ἡ δὲ λεύκη πνεύματός ἐστιν ἔκκρισις, ὃ κωλύεται διὰ τὴν πυκνότητα ἐξιέναι τοῖς ἄλλοις ζῴοις τοῦ δέρματος.
而白斑是气体的排泄物,在其他动物中,由于皮肤的致密,它被阻碍排出。
§10.34Διὰ τί δὲ ἐν μὲν τῇ λεύκῃ πολιαὶ γίνονται, ὅπου δὲ πολιαί, οὐκ ἀεὶ λεύκη;
为什么在白斑处会长出白发,但在有白发的地方,并不总是有白斑?
ἢ διότι αἱ τρίχες ἐκ τοῦ δέρματός εἰσιν, ἡ δὲ πολιὰ ὥσπερ σαπρότης τις τῶν τριχῶν ἐστιν.
是因为毛发来自皮肤,而白发就像是毛发的一种衰退吗?
ὅταν μὲν οὖν τὸ δέρμα κάμνῃ, ἀνάγκη καὶ τὴν τρίχα ἐξ ἐκείνου οὖσαν κάμνειν· ὅταν δὲ ἡ θρίξ, οὐκ ἀνάγκη τὸ δέρμα.
因此,当皮肤受损时,源自它的毛发也必然受损;但当毛发受损时,皮肤并不必然受损。
§10.35Διὰ τί τῶν ζῴων τὰ μὲν χαλεπά ἐστι μετὰ τὸν τόκον, οἷον κύων καὶ ὗς, τὰ δὲ οὐδὲν ἐπιδήλως, οἷον γυνή, πρόβατον;
为什么在动物中,有些在产后变得凶猛,如母狗和母猪,而有些则没有明显的变化,如女人和母羊?
ἢ ὅτι ὅσα μὲν περιττωματικὰ πραέα;
是因为那些废物多的动物比较温顺吗?
ἀπέρχεται γὰρ ἐν τῷ τόκῳ τὰ λυποῦντα.
因为引起痛苦的东西在生产时被排出了。
ὅσοις δὲ ἀπὸ τῶν εὖ ἐχόντων γίνεται ἡ ἀφαίρεσις,. . . ὥστε ἡ ἰσχνότης ποιεῖ διὰ τὴν ἕξιν τὴν ὀργήν, ὥσπερ καὶ αἱ ἀλεκτορίδες οὐ τεκοῦσαι χαλεπαί, ἀλλ’ ἐπῳάζουσαι, διὰ τὴν ἀσιτίαν.
相反,对于那些从健康部分被夺走部分的动物,……以至于因其状态而导致的消瘦引起了愤怒,就像母鸡不是在产卵时凶猛,而是在孵卵时由于绝食而变得凶猛一样。