§8.1339aσημεῖον γὰρ οὐ μικρὸν ὅτι δύνανται τοῦτο παρασκευάζειν, ἐν γὰρ τοῖς Ὀλυμπιονίκαις δύο τις ἂν ἢ τρεῖς εὕροι τοὺς αὐτοὺς νενικηκότας ἄνδρας τε καὶ παῖδας, διὰ τὸ νέους ἀσκοῦντας ἀφαιρεῖσθαι τὴν δύναμιν ὑπὸ τῶν ἀναγκαίων γυμνασίων·
因为这可以造成这一结果(阻碍成长)并不是一个小的证据:在奥林匹亚获胜者中,人们只能找到两三个人既在少年组又在成年组中获胜,因为年轻时的训练使他们的力量被强制性的运动所夺去。
ὅταν δʼ ἀφʼ ἥβης ἔτη τρία πρὸς τοῖς ἄλλοις μαθήμασι γένωνται, τότε ἁρμόττει καὶ τοῖς πόνοις καὶ ταῖς ἀναγκοφαγίαις καταλαμβάνειν τὴν ἐχομένην ἡλικίαν·
但是,当他们在青春期后将三年时间用于其他学习时,那时才适合让接下来的年龄阶段承担劳苦和强迫饮食。
ἅμα γὰρ τῇ τε διανοίᾳ καὶ τῷ σώματι διαπονεῖν οὐ δεῖ, τοὐναντίον γὰρ ἑκάτερος ἀπεργάζεσθαι πέφυκε τῶν πόνων, ἐμποδίζων ὁ μὲν τοῦ σώματος πόνος τὴν διάνοιαν ὁ δὲ ταύτης τὸ σῶμα).
因为不应当同时在心灵和身体上双重劳作,相反,这两种劳作在天性上会产生相反的效果:身体的劳苦会阻碍心灵,而心灵的劳苦会阻碍身体。
περὶ δὲ μουσικῆς ἔνια μὲν διηπορήκαμεν τῷ λόγῳ καὶ πρότερον, καλῶς δʼ ἔχει καὶ νῦν ἀναλαβόντας αὐτὰ προαγαγεῖν, ἵνα ὥσπερ ἐνδόσιμον γένηται τοῖς λόγοις οὓς ἄν τις εἴπειεν ἀποφαινόμενος περὶ αὐτῆς.
关于音乐,我们以前在讨论中也曾提出过一些疑问,现在重新拾起并推进这些讨论也是有益的,以便为人们在表达对音乐的看法时所可能提出的论点提供一个前奏。
οὔτε γὰρ τίνα ἔχει δύναμιν ῥᾴδιον περὶ αὐτῆς διελεῖν, οὔτε τίνος δεῖ χάριν μετέχειν αὐτῆς, πότερον παιδιᾶς ἕνεκα καὶ ἀναπαύσεως, καθάπερ ὕπνου καὶ μέθης (ταῦτα γὰρ καθʼ αὑτὰ μὲν οὐδὲ τῶν σπουδαίων, ἀλλʼ ἡδέα, καὶ ἀναπαύει μέριμναν, ὥς φησιν Εὐριπίδης· διὸ καὶ τάττουσιν αὐτὴν καὶ χρῶνται πᾶσι τούτοις ὁμοίως, ὕπνῳ καὶ μέθῃ καὶ μουσικῇ· τιθέασι δὲ καὶ τὴν ὄρχησιν ἐν τούτοις), ἢ μᾶλλον οἰητέον πρὸς ἀρετήν τι τείνειν τὴν μουσικήν, ὡς δυναμένην, καθάπερ ἡ γυμναστικὴ τὸ σῶμα ποιόν τι παρασκευάζει, καὶ τὴν μουσικὴν τὸ ἦθος ποιόν τι ποιεῖν, ἐθίζουσαν δύνασθαι χαίρειν ὀρθῶς, ἢ πρὸς διαγωγήν τι συμβάλλεται καὶ πρὸς φρόνησιν (καὶ γὰρ τοῦτο τρίτον θετέον τῶν εἰρημένων).
因为要区分音乐具有什么力量并不容易,要弄清楚为了什么目的应当参与音乐也同样不易——究竟是为了消遣和休息,就像睡眠和饮酒一样(因为这些本身虽然不属于高尚的事情,但却是令人愉快的,并且如欧里庇得斯所说,能消解忧虑;因此人们也将音乐与它们并列,并且同样地对待所有这些:睡眠、饮酒和音乐;他们还将舞蹈列入其中);还是我们更应该认为音乐在某种程度上有助于德性,正如体育能使身体产生某种特质一样,音乐也能通过培养我们正确地享受快乐的习惯,从而使我们的品格产生某种特质;或者它是否对高雅的消遣和知虑有所贡献(因为这必须被列为上述三种目的中的第三种)。
ὅτι μὲν οὖν δεῖ τοὺς νέους μὴ παιδιᾶς ἕνεκα παιδεύειν, οὐκ ἄδηλον (οὐ γὰρ παίζουσι μανθάνοντες· μετὰ λύπης γὰρ ἡ μάθησις)·
因此,我们不应当为了消遣而教育青年,这是很显然的(因为他们在学习时并不在玩耍;学习是伴随着痛苦的)。
ἀλλὰ μὴν οὐδὲ διαγωγήν γε παισὶν ἁρμόττει καὶ ταῖς ἡλικίαις ἀποδιδόναι ταῖς τοιαύταις (οὐθενὶ γὰρ ἀτελεῖ προσήκει τέλος).
然而,将高雅的消遣分配给儿童和如此年龄的人也是不合适的(因为任何目的或完成都不属于未完成的事物)。
ἀλλʼ ἴσως ἂν δόξειεν ἡ τῶν παίδων σπουδὴ παιδιᾶς εἶναι χάριν ἀνδράσι γενομένοις καὶ τελειωθεῖσιν.
但或许有人会认为,儿童时期的认真学习是为了他们在成为成年人并完善之后的消遣。
ἀλλʼ εἰ τοῦτʼ ἐστὶ τοιοῦτον, τίνος ἂν ἕνεκα δέοι μανθάνειν αὐτούς, ἀλλὰ μή, καθάπερ οἱ τῶν Περσῶν καὶ Μήδων βασιλεῖς, διʼ ἄλλων αὐτὸ ποιούντων μεταλαμβάνειν τῆς ἡδονῆς καὶ τῆς μαθήσεως;
但是,如果情况确实如此,他们为什么需要自己去学习,而不是像波斯和米底亚的国王那样,通过他人演奏来分享其中的快乐和学习呢?
καὶ γὰρ ἀναγκαῖον βέλτιον ἀπεργάζεσθαι τοὺς αὐτὸ τοῦτο πεποιημένους ἔργον καὶ τέχνην τῶν τοσοῦτον χρόνον ἐπιμελουμένων ὅσον πρὸς μάθησιν μόνον.
因为,与那些仅在学习所需的时间内关注音乐的人相比,那些将这件事情本身作为自己的职业和技术的人,必然会产生更好的效果。
εἰ δὲ δεῖ τὰ τοιαῦτα διαπονεῖν αὐτούς, καὶ τὰ περὶ τὴν τῶν ὄψων πραγματείαν αὐτοὺς ἂν δέοι παρασκευάζειν· ἀλλʼ ἄτοπον.
如果他们必须自己苦练这些技能,那么他们也必须自己去准备烹饪的事务了;但这显然是荒谬的。
τὴν δʼ αὐτὴν ἀπορίαν ἔχει καὶ εἰ δύναται τὰ ἤθη βελτίω ποιεῖν· ταῦτα γὰρ τί δεῖ μανθάνειν αὐτούς,
如果音乐能够改善品格,同样也会产生这个疑问:为什么他们需要自己去学习这些呢?