Humanitext Reader

亚里士多德 · 政治学 §8.1339b

亲自学习音乐的必要性与音乐的三种功能

第 150 段,共 155 段 · 希腊语

内容简介

针对是否需要亲自学习演奏音乐的问题,文中通过斯巴达人和神灵的例子,指出聆听他人演奏或许已经足够,随后转向探讨音乐的三种功能(教育、消遣与高雅消遣)并阐明它们之间的相互关联。

§8.1339bἀλλʼ οὐχ ἑτέρων ἀκούοντας ὀρθῶς τε χαίρειν καὶ δύνασθαι κρίνειν, ὥσπερ οἱ Λάκωνες;
但是,难道不能像斯巴达人那样,通过聆听他人的演奏,既能正确地享受快乐,又能进行鉴别吗?
ἐκεῖνοι γὰρ οὐ μανθάνοντες ὅμως δύνανται κρίνειν ὀρθῶς, ὥς φασι, τὰ χρηστὰ καὶ τὰ μὴ χρηστὰ τῶν μελῶν.
因为他们虽然没有学习过音乐,却如人们所说,能够正确地鉴别曲调的优劣。
ὁ δʼ αὐτὸς λόγος κἂν εἰ πρὸς εὐημερίαν καὶ διαγωγὴν ἐλευθέριον χρηστέον αὐτῇ· τί δεῖ μανθάνειν αὐτούς, ἀλλʼ οὐχ ἑτέρων χρωμένων ἀπολαύειν;
如果我们必须为了福祉和适合自由人的高雅消遣而使用音乐,同样的论点也适用:他们为什么需要自己去学习,而不是在他人演奏时去享受呢?
σκοπεῖν δʼ ἔξεστι τὴν ὑπόληψιν ἣν ἔχομεν περὶ τῶν θεῶν· οὐ γὰρ ὁ Ζεὺς αὐτὸς ἀείδει καὶ κιθαρίζει τοῖς ποιηταῖς, ἀλλὰ καὶ βαναύσους καλοῦμεν τοὺς τοιούτους καὶ τὸ πράττειν οὐκ ἀνδρὸς μὴ μεθύοντος ἢ παίζοντος.
我们可以考察我们对神灵的看法:因为根据诗人们的说法,宙斯自己并不唱歌弹琴,相反,我们甚至称这样的人为鄙俗之辈,而且做这些事也不是一个成熟男子所为,除非他是喝醉了或是在开玩笑。
ἀλλʼ ἴσως περὶ μὲν τούτων ὕστερον ἐπισκεπτέον·
不过,这些问题或许可以留在以后讨论。
ἡ δὲ πρώτη ζήτησίς ἐστι πότερον οὐ θετέον εἰς παιδείαν τὴν μουσικὴν ἢ θετέον, καὶ τί δύναται τῶν διαπορηθέντων τριῶν, πότερον παιδείαν ἢ παιδιὰν ἢ διαγωγήν.
我们的首要探究是,应当把音乐列入教育还是不应当列入,以及在所质疑的三种目的(教育、消遣或高雅消遣)中,它具有什么样的力量。
εὐλόγως δʼ εἰς πάντα τάττεται καὶ φαίνεται μετέχειν.
合理的是,它被列入所有这些目的中,并且似乎也参与其中。
ἥ τε γὰρ παιδιὰ χάριν ἀναπαύσεώς ἐστι, τὴν δʼ ἀνάπαυσιν ἀναγκαῖον ἡδεῖαν εἶναι (τῆς γὰρ διὰ τῶν πόνων λύπης ἰατρεία τίς ἐστιν), καὶ τὴν διαγωγὴν ὁμολογουμένως δεῖ μὴ μόνον ἔχειν τὸ καλὸν ἀλλὰ καὶ τὴν ἡδονήν (τὸ γὰρ εὐδαιμονεῖν ἐξ ἀμφοτέρων τούτων ἐστίν)·
因为消遣是为了休息,而休息必然是令人愉快的(因为它是对因劳苦而产生的痛苦的一种治疗);且大家公认高雅的消遣不仅要包含高尚,还要包含快乐(因为幸福正是由这两者构成的)。
τὴν δὲ μουσικὴν πάντες εἶναί φαμεν τῶν ἡδίστων, καὶ ψιλὴν οὖσαν καὶ μετὰ μελῳδίας (φησὶ γοῦν καὶ Μουσαῖος εἶναι βροτοῖς ἥδιστον ἀείδειν · διὸ καὶ εἰς τὰς συνουσίας καὶ διαγωγὰς εὐλόγως παραλαμβάνουσιν αὐτὴν ὡς δυναμένην εὐφραίνειν), ὥστε καὶ ἐντεῦθεν ἄν τις ὑπολάβοι παιδεύεσθαι δεῖν αὐτὴν τοὺς νεωτέρους.
我们所有人都认为音乐是最令人愉快的事物之一,无论是纯器乐还是伴有歌唱(无论如何,缪塞奥斯也说“唱歌对凡人来说是最愉快的事”;因此,人们合理地将它引入集会和高雅的消遣中,认为它能使人欢乐),所以从这一点也可以设想应当让年轻人接受音乐教育。
ὅσα γὰρ ἀβλαβῆ τῶν ἡδέων, οὐ μόνον ἁρμόττει πρὸς τὸ τέλος ἀλλὰ καὶ πρὸς τὴν ἀνάπαυσιν·
因为在令人愉快的事物中,凡是无害的,不仅适用于目的,也适用于休息。
ἐπεὶ δʼ ἐν μὲν τῷ τέλει συμβαίνει τοῖς ἀνθρώποις ὀλιγάκις γίγνεσθαι, πολλάκις δὲ ἀναπαύονται καὶ χρῶνται ταῖς παιδιαῖς οὐχ ὅσον ἐπὶ πλέον ἀλλὰ καὶ διὰ τὴν ἡδονήν, χρήσιμον ἂν εἴη διαναπαύειν ἐν ταῖς ἀπὸ ταύτης ἡδοναῖς.
但是,既然人类很少能达到目的,而经常进行休息并使用消遣,这不仅是为了能走得更远,也是为了快乐,那么在源于音乐的快乐中得到放松将是有益的。
συμβέβηκε δὲ τοῖς ἀνθρώποις ποιεῖσθαι τὰς παιδιὰς τέλος·
然而,人类往往把消遣当作了目的。
ἔχει γὰρ ἴσως ἡδονήν τινα καὶ τὸ τέλος, ἀλλʼ οὐ τὴν τυχοῦσαν, ζητοῦντες δὲ ταύτην λαμβάνουσιν ὡς ταύτην ἐκείνην, διὰ τὸ τῷ τέλει τῶν πράξεων ἔχειν ὁμοίωμά τι.
因为目的或许也带有某种快乐,但绝非平庸的快乐,人们在寻求这种(目的的)快乐时,却误把那(消遣的)快乐当作了它,因为消遣与行动的目的有某种相似之处。
τό τε γὰρ τέλος οὐθενὸς τῶν ἐσομένων χάριν αἱρετόν, καὶ αἱ τοιαῦται τῶν ἡδονῶν οὐθενός εἰσι τῶν ἐσομένων ἕνεκεν, ἀλλὰ τῶν γεγονότων, οἷον πόνων καὶ λύπης.
因为目的是不为了任何将来的事物而被选择的,而此类快乐也不是为了任何将来的事物,而是为了过去的事物,如劳苦和痛苦。
διʼ ἣν μὲν οὖν αἰτίαν ζητοῦσι τὴν εὐδαιμονίαν γίγνεσθαι διὰ τούτων τῶν ἡδονῶν, ταύτην εἰκότως ἄν τις ὑπολάβοι τὴν αἰτίαν· περὶ δὲ τοῦ κοινωνεῖν τῆς μουσικῆς, ὅτι οὐ διὰ ταύτην μόνην, ἀλλὰ καὶ διὰ τὸ χρήσιμον εἶναι πρὸς τὰς ἀναπαύσεις, ὡς ἔοικεν.
因此,人们寻求通过这些快乐来获得幸福的原因,可以合理地被设想为就是这个原因;但关于参与音乐,似乎不仅是为了这个原因,也是因为它对休息有用。
οὐ μὴν ἀλλὰ ζητητέον μή ποτε τοῦτο μὲν συμβέβηκε,
然而,我们必须探究,是否这种情况仅仅是附带发生的,

词汇与语法注释

  1. 1339b1ἀλλʼ οὐχ ἑτέρων ἀκούοντας ὀρθῶς τε χαίρειν καὶ δύνασθαι κρίνειν, ὥσπερ οἱ Λάκωνες; — 本句是延续前句“ταῦτα γὰρ τί δεῖ μανθάνειν αὐτούς;”的反问句。宾格分词 ἀκούοντας 作为不定式 χαίρειν 和 δύνασθαι 的逻辑主语。根据上下文,此处省略了诸如 ἔξεστιν 或 δεῖ 的无人称动词,解作“难道不能通过听他人演奏……来正确地享受和鉴别吗?”
  2. 1339b4ὁ δʼ αὐτὸς λόγος κἂν εἰ πρὸς εὐημερίαν — 短语 κἂν εἰ 是 καὶ ἂν εἰ 的缩写,表示“即使/即便”的让步假设。在此条件从句中省略了谓语动词,需结合后文的形容动词 χρηστέον(应当使用)进行补全理解。
  3. 1339b34διὰ τὸ τῷ τέλει τῶν πράξεων ἔχειν ὁμοίωμά τι. — 由介词 διά 支配的带冠词不定式结构(διὰ τὸ ἔχειν)。不定式 ἔχειν 的逻辑主语是上下文中的“消遣”(αἱ παιδιαί)。与格的 τῷ τέλει 依赖于其宾语名词 ὁμοίωμά τι(相似物),构成“因其与行动的目的具有某种相似性”的句意结构。
  4. 1339b36τῶν ἐσομένων — 动词 εἰμί 的将来分词(ἔσομαι)中性复数属格的名词化用法。受介词 ἕνεκεν(为了)支配,意为“将要发生的事物”。它与紧随其后的“τῶν γεγονότων”(已经发生的事物)形成对比,用以说明此类消遣快乐在时间维度上的性质。

引用这一段

亚里士多德, 政治学 §8.1339b. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg035.humanitext-grc2:8.1339b

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。