§8.1338aτὸ δὲ σχολάζειν ἔχειν αὐτὸ δοκεῖ τὴν ἡδονὴν καὶ τὴν εὐδαιμονίαν καὶ τὸ ζῆν μακαρίως.
而享受余暇本身似乎就包含着快乐、幸福和福乐的生活。
τοῦτο δʼ οὐ τοῖς ἀσχολοῦσιν ὑπάρχει ἀλλὰ τοῖς σχολάζουσιν·
而这并不存在于忙碌的人身上,而是存在于享受余暇的人身上。
ὁ μὲν γὰρ ἀσχολῶν ἕνεκα τινος ἀσχολεῖ τέλους ὡς οὐχ ὑπάρχοντος, ἡ δʼ εὐδαιμονία τέλος ἐστίν, ἣν οὐ μετὰ λύπης ἀλλὰ μεθʼ ἡδονῆς οἴονται πάντες εἶναι.
因为忙碌的人是为了某种尚未存在的目的而忙碌,而幸福则是目的,所有人都认为幸福并不伴随着痛苦,而是伴随着快乐。
ταύτην μέντοι τὴν ἡδονὴν οὐκέτι τὴν αὐτὴν τιθέασιν, ἀλλὰ καθʼ ἑαυτοὺς ἕκαστος καὶ τὴν ἕξιν τὴν αὑτῶν, ὁ δʼ ἄριστος τὴν ἀρίστην καὶ τὴν ἀπὸ τῶν καλλίστων.
然而,人们并不把这种快乐等同视之,而是每个人都根据自己以及他们自己的习惯(品质状态)来规定,最优秀的人则规定最优秀的快乐,以及源于最美好事物的快乐。
ὥστε φανερὸν ὅτι δεῖ καὶ πρὸς τὴν ἐν τῇ διαγωγῇ μανθάνειν ἄττα καὶ παιδεύεσθαι, καὶ ταῦτα μὲν τὰ παιδεύματα καὶ ταύτας τὰς μαθήσεις ἑαυτῶν εἶναι χάριν, τὰς δὲ πρὸς τὴν ἀσχολίαν ὡς ἀναγκαίας καὶ χάριν ἄλλων.
因此,显而易见,为了余暇中的消遣,也必须学习某些事物并接受教育,并且这些教育内容和这些学习科目是为了它们自身,而那些针对忙碌活动的主题则是作为必需的、且为了其他事物的缘故。
διὸ καὶ τὴν μουσικὴν οἱ πρότερον εἰς παιδείαν ἔταξαν οὐχ ὡς ἀναγκαῖον (oὐδὲν γὰρ ἔχει τοιοῦτον), οὐδʼ ὡς χρήσιμον (ὥσπερ τὰ γράμματα πρὸς χρηματισμὸν καὶ πρὸς οἰκονομίαν καὶ πρὸς μάθησιν καὶ πρὸς πολιτικὰς πράξεις πολλάς, δοκεῖ δὲ καὶ γραφικὴ χρήσιμος εἶναι πρὸς τὸ κρίνειν τὰ τῶν τεχνιτῶν ἔργα κάλλιον), οὐδʼ αὖ καθάπερ ἡ γυμναστικὴ πρὸς ὑγίειαν καὶ ἀλκήν (οὐδέτερον γὰρ τούτων ὁρῶμεν γιγνόμενον ἐκ τῆς μουσικῆς)· λείπεται τοίνυν πρὸς τὴν ἐν τῇ σχολῇ διαγωγήν, εἰς ὅπερ καὶ φαίνονται παράγοντες αὐτήν.
因此,前人也将音乐列入教育之中,并非将其作为必需的事物(因为音乐不具备任何此类性质),也不是将其作为有用的事物(正如读写对于赚钱、家政、学习以及许多政治活动是有用的,而图画似乎也有助于更好地评判工匠的作品),也不像体育对于健康和力量那般(因为我们看到这两者都不能从音乐中产生);那么,剩下的就是为了余暇中的消遣,而他们也确实显然是为此而引入音乐的。
ἣν γὰρ οἴονται διαγωγὴν εἶναι τῶν ἐλευθέρων, ἐν ταύτῃ τάττουσιν.
因为他们把音乐归入他们所认为的自由人的消遣之中。
διόπερ Ὅμηρος οὕτως ἐποίησεν
"
ἀλλʼ οἶον μέν ἐστι καλεῖν ἐπὶ δαῖτα θαλείην,
"
καὶ οὕτω προειπὼν ἑτέρους τινὰς
"
οἳ καλέουσιν ἀοιδόν
"
φησίν,
"
ὅ κεν τέρπῃσιν ἅπαντας.
因此荷马这样写道: “唯有召唤他人来参加丰盛的宴席才是合宜的,” 在预先提到了其他某些人之后, “他们召唤歌手” 他说, “他将使众人欢愉。
"
καὶ ἐν ἄλλοις δέ φησιν ὁ Ὀδυσσεὺς ταύτην ἀρίστην εἶναι διαγωγήν, ὅταν εὐφραινομένων τῶν ἀνθρώπων
"
δαιτυμόνες δʼ ἀνὰ δώματʼ ἀκουάζωνται ἀοιδοῦ
ἥμενοι ἑξείης.
” 在其他地方,奥德修斯也说,当人们欢乐时,这是最美好的消遣: “宴会上的宾客在屋里依次坐着,倾听歌手的歌声。
"
ὅτι μὲν τοίνυν ἔστι παιδεία τις ἣν οὐχ ὡς χρησίμην παιδευτέον τοὺς υἱεῖς οὐδʼ ὡς ἀναγκαίαν ἀλλʼ ὡς ἐλευθέριον καὶ καλήν, φανερόν ἐστιν· πότερον δὲ μία τὸν ἀριθμὸν ἢ πλείους, καὶ τίνες αὗται καὶ πῶς, ὕστερον λεκτέον περὶ αὐτῶν.
” 因此,显而易见,存在着某种教育,人们对儿子的教育既不因其有用,也不因其必需,而是因其合乎自由人的身份且是美好的;至于这种教育在数量上是一个还是多个,它们是什么以及如何进行,我们稍后必须对此加以说明。
νῦν δὲ τοσοῦτον ἡμῖν εἶναι πρὸ ὁδοῦ γέγονεν, ὅτι καὶ παρὰ τῶν ἀρχαίων ἔχομέν τινα μαρτυρίαν ἐκ τῶν καταβεβλημένων παιδευμάτων· ἡ γὰρ μουσικὴ τοῦτο ποιεῖ δῆλον.
但目前对我们而言,已经取得了这样一些进展:从古人所确立的教育科目中,我们也获得了某种证据;因为音乐使这一点变得很清楚。
ἔτι δὲ καὶ τῶν χρησίμων ὅτι δεῖ τινα παιδεύεσθαι τοὺς παῖδας οὐ μόνον διὰ τὸ χρήσιμον, οἷον τὴν τῶν γραμμάτων μάθησιν, ἀλλὰ καὶ διὰ τὸ πολλὰς ἐνδέχεσθαι γίγνεσθαι διʼ αὐτῶν μαθήσεις ἑτέρας, ὁμοίως δὲ καὶ τὴν γραφικὴν οὐχ ἵνα ἐν τοῖς ἰδίοις ὠνίοις μὴ διαμαρτάνωσιν ἀλλʼ ὦσιν ἀνεξαπάτητοι πρὸς τὴν τῶν σκευῶν ὠνήν τε καὶ πρᾶσιν,
此外,即使是有用的科目,孩子们也必须学习其中的某些部分,这不仅是因为其有用性(例如读写的学习),而且还因为通过它们可能产生许多其他学习;同样,学习图画也不仅是为了使他们不至于在私人的买卖中出错,而是为了使他们在器具的买卖中免于受骗。