§8.1337aὅτι μὲν οὖν τῷ νομοθέτῃ μάλιστα πραγματευτέον περὶ τὴν τῶν νέων παιδείαν, οὐδεὶς ἂν ἀμφισβητήσειε·
因此,立法者应当最致力于青年的教育,这一点无人会争辩。
καὶ γὰρ ἐν ταῖς πόλεσιν οὐ γιγνόμενον τοῦτο βλάπτει τὰς πολιτείας·
因为在那些忽视这一点的城邦中,宪政(政体)就会受到损害。
δεῖ γὰρ πρὸς ἑκάστην παιδεύεσθαι, τὸ γὰρ ἦθος τῆς πολιτείας ἑκάστης τὸ οἰκεῖον καὶ φυλάττειν εἴωθε τὴν πολιτείαν καὶ καθίστησιν ἐξ ἀρχῆς, οἷον τὸ μὲν δημοκρατικὸν δημοκρατίαν τὸ δʼ ὀλιγαρχικὸν ὀλιγαρχίαν·
因为教育必须适应于每一种政体;因为每种政体所特有的品格,既能够维护该政体,又能够在最初建立它。 例如,民主的品格维护民主制,而寡头的品格维护寡头制。
ἀεὶ δὲ τὸ βέλτιον ἦθος βελτίονος αἴτιον πολιτείας.
并且,越是优秀的品格,越能带来更优秀的政体。
ἔτι δὲ πρὸς πάσας δυνάμεις καὶ τέχνας ἔστιν ἃ δεῖ προπαιδεύεσθαι καὶ προεθίζεσθαι πρὸς τὰς ἑκάστων ἐργασίας, ὥστε δῆλον ὅτι καὶ πρὸς τὰς τῆς ἀρετῆς πράξεις·
此外,对于所有的能力和技术,都有一些必须预先教育和预先习惯的事情,以便能进行各自的活动。 因此,显而易见,对于德行的行为也是如此。
ἐπεὶ δʼ ἓν τὸ τέλος τῇ πόλει πάσῃ, φανερὸν ὅτι καὶ τὴν παιδείαν μίαν καὶ τὴν αὐτὴν ἀναγκαῖον εἶναι πάντων, καὶ ταύτης τὴν ἐπιμέλειαν εἶναι κοινὴν καὶ μὴ κατʼ ἰδίαν, ὃν τρόπον νῦν ἕκαστος ἐπιμελεῖται τῶν αὑτοῦ τέκνων ἰδίᾳ τε καὶ μάθησιν ἰδίαν, ἣν ἂν δόξῃ, διδάσκων.
既然整个城邦只有一个目的,那么显而易见,所有人的教育也必须是单一且相同的,并且对于教育的照料应当是共同的,而不是私人的。 现在那种每个人各自照料自己的孩子、教授他们自己认为合适的私有学问的模式,是不对的。
δεῖ δὲ τῶν κοινῶν κοινὴν ποιεῖσθαι καὶ τὴν ἄσκησιν.
对于共同的事物,训练也应当共同进行。
ἅμα δὲ οὐδὲ χρὴ νομίζειν αὐτὸν αὑτοῦ τινα εἶναι τῶν πολιτῶν, ἀλλὰ πάντας τῆς πόλεως, μόριον γὰρ ἕκαστος τῆς πόλεως· ἡ δʼ ἐπιμέλεια πέφυκεν ἑκάστου μορίου βλέπειν πρὸς τὴν τοῦ ὅλου ἐπιμέλειαν.
同时,也不应当认为任何一个公民只属于他自己,而应当认为所有公民都属于城邦,因为每个人都是城邦的一部分;而对每个部分的照料,自然应当关注于对整体的照料。
ἐπαινέσειε δʼ ἄν τις κατὰ τοῦτο Λακεδαιμονίους· καὶ γὰρ πλείστην ποιοῦνται σπουδὴν περὶ τοὺς παῖδας καὶ κοινῇ ταύτην.
在这方面,人们应当赞扬拉刻代蒙人(斯巴达人);因为他们对孩子倾注了极大的热忱,并且是以共同的方式进行的。
ὅτι μὲν οὖν νομοθετητέον περὶ παιδείας καὶ ταύτην κοινὴν ποιητέον, φανερόν·
因此,显然应当对教育进行立法,并将教育作为共同的事业。
τίς δʼ ἔσται ἡ παιδεία καὶ πῶς χρὴ παιδεύεσθαι, δεῖ μὴ λανθάνειν.
但是,教育应当是何种内容,以及应当如何进行教育,则不容忽视。
νῦν γὰρ ἀμφισβητεῖται περὶ τῶν ἔργων.
因为目前在具体实践上还存在争议。
οὐ γὰρ ταὐτὰ πάντες ὑπολαμβάνουσι δεῖν μανθάνειν τοὺς νέους οὔτε πρὸς ἀρετὴν οὔτε πρὸς τὸν βίον τὸν ἄριστον, οὐδὲ φανερὸν πότερον πρὸς τὴν διάνοιαν πρέπει μᾶλλον ἢ πρὸς τὸ τῆς ψυχῆς ἦθος·
关于青年人应该学习什么,无论是为了德行还是为了最善的生活,大家的看法并不一致。 同样不清楚的是,教育应当更注重理智,还是注重灵魂的品格。
ἔκ τε τῆς ἐμποδὼν παιδείας ταραχώδης ἡ σκέψις καὶ δῆλον οὐδὲν πότερον ἀσκεῖν δεῖ τὰ χρήσιμα πρὸς τὸν βίον ἢ τὰ τείνοντα πρὸς ἀρετὴν ἢ τὰ περιττά (πάντα γὰρ εἴληφε ταῦτα κριτάς τινας)· §8.1337bπερί τε τῶν πρὸς ἀρετὴν οὐθέν ἐστιν ὁμολογούμενον (καὶ γὰρ τὴν ἀρετὴν οὐ τὴν αὐτὴν εὐθὺς πάντες τιμῶσιν, ὥστʼ εὐλόγως διαφέρονται καὶ πρὸς τὴν ἄσκησιν αὐτῆς).
而且,从眼前的教育情况来看,这种探讨是混乱的,完全不清楚应该训练那些对生活有用的东西,还是训练趋向于德行的东西,或者是训练那些高深而非常规的东西(因为所有这些观点都各有其支持者);此外,关于那些趋向于德行的事物,也毫无共识(因为甚至德行本身,人们也并非一开始就尊崇同一种德行,因此在对其训练上自然也会产生分歧)。
ὅτι μὲν οὖν τὰ ἀναγκαῖα δεῖ διδάσκεσθαι τῶν χρησίμων, οὐκ ἄδηλον·
因此,应当学习那些有用事物中的必需者,这是显而易见的。
ὅτι δὲ οὐ πάντα, διῃρημένων τῶν τε ἐλευθερίων ἔργων καὶ τῶν ἀνελευθερίων φανερόν, καὶ ὅτι τῶν τοιούτων δεῖ μετέχειν ὅσα τῶν χρησίμων ποιήσει τὸν μετέχοντα μὴ βάναυσον.
但是,并非所有的有用事物都应该学习,这在自由人的事务与非自由人的事务被区分开之后就变得很清楚了,而且青年人应当只参与那些不会使参与者变得卑俗的有用事物。
βάναυσον δʼ ἔργον εἶναι δεῖ τοῦτο νομίζειν καὶ τέχνην ταύτην καὶ μάθησιν, ὅσαι πρὸς τὰς χρήσεις καὶ τὰς πράξεις τὰς τῆς ἀρετῆς ἄχρηστον ἀπεργάζονται τὸ σῶμα τῶν ἐλευθέρων ἢ τὴν διάνοιαν.
任何会使自由人的身体或理智在德行的使用和实践上变得无用的工作、技术和学习,都应当被视为卑俗。
διὸ τάς τε τοιαύτας τέχνας ὅσαι τὸ σῶμα παρασκευάζουσι χεῖρον διακεῖσθαι βαναύσους καλοῦμεν, καὶ τὰς μισθαρνικὰς ἐργασίας·
因此,我们把那些使身体处于较差状态的技术,以及那些为了赚取工资的职业,都称为卑俗的职业。
ἄσχολον γὰρ ποιοῦσι τὴν διάνοιαν καὶ ταπεινήν.
因为它们使理智变得忙碌而低下。
ἔστι δὲ καὶ τῶν ἐλευθερίων ἐπιστημῶν μέχρι μὲν τινὸς ἐνίων μετέχειν οὐκ ἀνελεύθερον, τὸ δὲ προσεδρεύειν λίαν πρὸς ἀκρίβειαν ἔνοχον ταῖς εἰρημέναις βλάβαις.
即使是自由人的学问,在一定程度上参与其中的某些部分并不是不体面的,但如果过于专注于其精确性,就会容易遭受上述危害。
ἔχει δὲ πολλὴν διαφορὰν καὶ τὸ τίνος ἕνεκεν πράττει τις ἢ μανθάνει· τὸ μὲν γὰρ αὑτοῦ χάριν ἢ φίλων ἢ διʼ ἀρετὴν οὐκ ἀνελεύθερον, ὁ δὲ ταὐτὸ τοῦτο πράττων διʼ ἄλλους πολλάκις θητικὸν καὶ δουλικὸν δόξειεν ἂν πράττειν.
此外,一个人为了什么目的去进行这些活动或学习,也有着极大的区别:为了自己、为了朋友或为了德行而做,并非不体面;但如果是为了他人而重复做同样的事情,则常常会显得像是在做雇工和奴隶般的事情。
αἱ μὲν οὖν καταβεβλημέναι νῦν μαθήσεις, καθάπερ ἐλέχθη πρότερον, ἐπαμφοτερίζουσιν·
因此,正如先前所说,目前确立的学习科目具有双重性。
ἔστι δὲ τέτταρα σχεδὸν ἃ παιδεύειν εἰώθασι,
γράμματα καὶ γυμναστικὴν καὶ μουσικὴν καὶ τέταρτον ἔνιοι γραφικήν, τὴν μὲν γραμματικὴν καὶ γραφικὴν ὡς χρησίμους πρὸς τὸν βίον οὔσας καὶ πολυχρήστους, τὴν δὲ γυμναστικὴν ὡς συντείνουσαν πρὸς ἀνδρείαν·
人们习惯教授的科目大约有四种,即:读写、体育、音乐,以及第四,有些人加上图画。 读写和图画是因为它们对生活有用且用途广泛而教授,体育是因为它有助于培养勇敢而教授。
τὴν δὲ μουσικὴν ἤδη διαπορήσειεν ἄν τις.
但对于音乐,人们已经会产生疑问。
νῦν μὲν γὰρ ὡς ἡδονῆς χάριν οἱ πλεῖστοι μετέχουσιν αὐτῆς·
因为现在大多数人是为了快乐而参与音乐。
οἱ δʼ ἐξ ἀρχῆς ἔταξαν ἐν παιδείᾳ διὰ τὸ τὴν φύσιν αὐτὴν ζητεῖν, ὅπερ πολλάκις εἴρηται, μὴ μόνον ἀσχολεῖν ὀρθῶς ἀλλὰ καὶ σχολάζειν δύνασθαι καλῶς.
但古人将它列入教育,是因为自然本身如我们多次指出的那样,不仅寻求正确地忙碌,而且也寻求能够美好地享受余暇。
αὕτη γὰρ ἀρχὴ πάντων μία·
因为这是所有事情的第一原理。
καὶ πάλιν εἴπωμεν περὶ αὐτῆς.
让我们再次谈谈它。
εἰ δʼ ἄμφω μὲν δεῖ, μᾶλλον δὲ αἱρετὸν τὸ σχολάζειν τῆς ἀσχολίας καὶ τέλος, ζητητέον ὅ τι δεῖ ποιοῦντας σχολάζειν.
如果两者都是必需的,但比起忙碌,享受余暇更值得选择,且是其目的,我们就必须探究应当做些什么来享受余暇。
οὐ γὰρ δὴ παίζοντας· τέλος γὰρ ἀναγκαῖον εἶναι τοῦ βίου τὴν παιδιὰν ἡμῖν.
因为绝不能是通过玩耍;因为这样玩耍就必然成为我们人生的目的了。
εἰ δὲ τοῦτο ἀδύνατον, καὶ μᾶλλον ἐν ταῖς ἀσχολίαις χρηστέον ταῖς παιδιαῖς (ὁ γὰρ πονῶν δεῖται τῆς ἀναπαύσεως, ἡ δὲ παιδιὰ χάριν ἀναπαύσεώς ἐστιν·
但如果这是不可能的,且玩耍更应当被用于忙碌之中(因为劳作的人需要休息,而玩耍正是为了休息;而忙碌则往往伴随着劳作和紧张),因此我们必须在注意时机的情况下引入玩耍,就像为了医疗而施药一样。
τὸ δʼ ἀσχολεῖν συμβαίνει μετὰ πόνου καὶ συντονίας), διὰ τοῦτο δεῖ παιδιὰς εἰσάγεσθαι καιροφυλακοῦντας τὴν χρῆσιν, ὡς προσάγοντας φαρμακείας χάριν. ἄνεσις γὰρ ἡ τοιαύτη κίνησις τῆς ψυχῆς, καὶ διὰ τὴν ἡδονὴν ἀνάπαυσις.
因为这种灵魂的活动是一种放松,且因其快感而成为休息。