§7.1336bκαὶ μέχρι τῶν ἑπτὰ ἐτῶν, ἀναγκαῖον οἴκοι τὴν τροφὴν ἔχειν.
且直到七岁,也有必要在家庭中接受抚养。
εὔλογον οὖν ἀπολαύειν ἀπὸ τῶν ἀκουσμάτων καὶ τῶν ὁραμάτων ἀνελευθερίαν καὶ τηλικούτους ὄντας.
因此,即使是在这样的年龄,他们从所听和所见中染上卑俗之风也是理所当然的。
ὅλως μὲν οὖν αἰσχρολογίαν ἐκ τῆς πόλεως, ὥσπερ ἄλλο τι, δεῖ τὸν νομοθέτην ἐξορίζειν (ἐκ τοῦ γὰρ εὐχερῶς λέγειν ὁτιοῦν τῶν αἰσχρῶν γίνεται καὶ τὸ ποιεῖν σύνεγγυς)· μάλιστα μὲν οὖν ἐκ τῶν νέων, ὅπως μήτε λέγωσι μήτε ἀκούωσι μηδὲν τοιοῦτον·
因此,立法者总的来说必须将下流言语像其他有害之物一样从城邦中驱逐出去(因为轻易谈论任何下流的事,距离做出这种事也就指日可待了);尤其应当从青年人中驱逐,使他们既不谈论也不听闻任何此类事情。
ἐὰν δέ τις φαίνηταί τι λέγων ἢ πράττων τῶν ἀπηγορευμένων, τὸν μὲν ἐλεύθερον μὲν μήπω δὲ κατακλίσεως ἠξιωμένον ἐν τοῖς συσσιτίοις ἀτιμίαις κολάζειν καὶ πληγαῖς, τὸν δὲ πρεσβύτερον τῆς ἡλικίας ταύτης ἀτιμίαις ἀνελευθέροις ἀνδραποδωδίας χάριν.
如果有人被发现说出或做出任何被禁止的事,若是自由人但尚未被允许在公共食堂入座就餐的年轻人,应当用剥夺荣誉和鞭打来惩罚他;而对于超过这一年龄的人,则应当因其奴隶般的卑劣行为,而用不配作自由人的耻辱来惩罚他。
ἐπεὶ δὲ τὸ λέγειν τι τῶν τοιούτων ἐξορίζομεν, φανερὸν ὅτι καὶ τὸ θεωρεῖν ἢ γραφὰς ἢ λόγους ἀσχήμονας.
既然我们驱逐了说此类话语的行为,显而易见,观看猥亵的画像或戏剧也是同样应当被驱逐的。
ἐπιμελὲς μὲν οὖν ἔστω τοῖς ἄρχουσι μηθέν, μήτε ἄγαλμα μήτε γραφήν, εἶναι τοιούτων πράξεων μίμησιν, εἰ μὴ παρά τισι θεοῖς τοιούτοις οἷς καὶ τὸν τωθασμὸν ἀποδίδωσιν ὁ νόμος.
因此,官员们必须注意,任何雕像或画像都不应当是对这类行为的模仿,除非是在法律也允许对其进行嘲弄的某些特定的神明面前。
πρὸς δὲ τούτους ἀφίησιν ὁ νόμος τοὺς τὴν ἡλικίαν ἔχοντας ἔτι τὴν ἱκνουμένην καὶ ὑπὲρ αὑτῶν καὶ τέκνων καὶ γυναικῶν τιμαλφεῖν τοὺς θεούς· τοὺς δὲ νεωτέρους οὔτʼ ἰάμβων οὔτε κωμῳδίας θεατὰς ἐατέον, πρὶν ἢ τὴν ἡλικίαν λάβωσιν ἐν ᾗ καὶ κατακλίσεως ὑπάρξει κοινωνεῖν ἤδη καὶ μέθης, καὶ τῆς ἀπὸ τῶν τοιούτων γιγνομένης βλάβης ἀπαθεῖς ἡ παιδεία ποιήσει πάντως.
对于这些神明,法律允许那些已经达到适当年龄的人去敬拜神明,无论是为了他们自己、他们的孩子还是他们的妻子;但对于较年轻的人,在他们达到可以参与入座就餐和饮酒的年龄之前,绝不能允许他们观看讽刺诗或喜剧,因为到那时,教育必定已经使他们完全免受此类事物所带来的危害。
νῦν μὲν οὖν ἐν παραδρομῇ τοῦτον πεποιήμεθα τὸν λόγον· ὕστερον δʼ ἐπιστήσαντας δεῖ διορίσαι μᾶλλον, εἴτε μὴ δεῖ πρῶτον εἴτε δεῖ διαπορήσαντας, καὶ πῶς δεῖ· κατὰ δὲ τὸν παρόντα καιρὸν ἐμνήσθημεν ὡς ἀναγκαῖον.
现在,我们只是顺便进行了这一讨论;但稍后我们必须集中精力,在充分探讨了究竟是不应当还是应当允许、以及应当如何允许这些问题之后,做出更详尽的规定;但在目前,我们是将其作为必要的事情来提及的。
ἴσως γὰρ οὐ κακῶς ἔλεγε τὸ τοιοῦτον Θεόδωρος ὁ τῆς τραγῳδίας ὑποκριτής· οὐθενὶ γὰρ πώποτε παρῆκεν ἑαυτοῦ προεισάγειν, οὐδὲ τῶν εὐτελῶν ὑποκριτῶν, ὡς οἰκειουμένων τῶν θεατῶν ταῖς πρώταις ἀκοαῖς·
因为悲剧演员狄奥多罗斯可能说得不错:他从未允许任何人(哪怕是那些平庸的演员)在他之前出场,因为观众会对最先听到的声音产生亲切感。
συμβαίνει δὲ ταὐτὸ τοῦτο καὶ πρὸς τὰς τῶν ἀνθρώπων ὁμιλίας καὶ πρὸς τὰς τῶν πραγμάτων· πάντα γὰρ στέργομεν τὰ πρῶτα μᾶλλον.
这一现象同样发生在我们与人的交往以及对事物的态度上:因为我们对所有最初接触到的事物都更为喜爱。
διὸ δεῖ τοῖς νέοις πάντα ποιεῖν ξένα τὰ φαῦλα, μάλιστα δʼ αὐτῶν ὅσα ἔχει ἢ μοχθηρίαν ἢ δυσμένειαν.
因此,必须使青年人对一切坏事都感到陌生,尤其是其中那些带有卑劣或恶意的坏事。
διελθόντων δὲ τῶν πέντε ἐτῶν τὰ δύο μέχρι τῶν ἑπτὰ δεῖ θεωροὺς ἤδη γίγνεσθαι τῶν μαθήσεων ἃς δεήσει μανθάνειν αὐτούς.
在五岁过去之后,直到七岁的两年里,他们应当已经成为他们日后必须学习的那些课程的旁观者。
δύο δʼ εἰσὶν ἡλικίαι πρὸς ἃς ἀναγκαῖον διῃρῆσθαι τὴν παιδείαν, πρὸς τὴν ἀπὸ τῶν ἑπτὰ μέχρι ἥβης καὶ πάλιν μετὰ πρὸς τὴν ἀφʼ ἥβης μέχρι τῶν ἑνὸς καὶ εἴκοσιν ἐτῶν.
教育必须划分为两个年龄阶段:即从七岁到青春期,以及其后从青春期到二十一岁。
οἱ γὰρ ταῖς ἑβδομάσι διαιροῦντες τὰς ἡλικίας ὡς ἐπὶ τὸ πολὺ λέγουσιν οὐ κακῶς, §7.1337aδεῖ δὲ τῇ διαιρέσει τῆς φύσεως ἐπακολουθεῖν· πᾶσα γὰρ τέχνη καὶ παιδεία τὸ προσλεῖπον βούλεται τῆς φύσεως ἀναπληροῦν.
因为那些按七年一个周期来划分年龄阶段的人,大体上说得没错,但我们必须遵循自然的分期;因为一切技术和教育,其目的都在于弥补自然的不足。
πρῶτον μὲν οὖν σκεπτέον εἰ ποιητέον τάξιν τινὰ περὶ τοὺς παῖδας, ἔπειτα πότερον συμφέρει κοινῇ ποιεῖσθαι τὴν ἐπιμέλειαν αὐτῶν ἢ κατʼ ἴδιον τρόπον (ὃ γίγνεται καὶ νῦν ἐν ταῖς πλείσταις τῶν πόλεων), τρίτον δὲ ποίαν τινὰ δεῖ ταύτην εἶναι.
因此,首先必须考虑是否应当对儿童建立某种规范;其次,共同进行对他们的照料是有益的,还是以私人的方式(这也是目前大多数城邦所实行的)更为有益;第三,这种照料应当是何种性质的。