Humanitext Reader

亚里士多德 · 政治学 §7.1336a

幼儿的抚养方式与五岁前的锻炼及游戏

第 144 段,共 155 段 · 希腊语

内容简介

关于幼儿的抚养,文中强调了富含乳汁的饮食、耐寒锻炼以及体育活动的重要性,并指出在五岁之前应避免正式的学习和劳作,而应通过体面的游戏来模仿未来的活动。

§7.1336aπερὶ δὲ τὸν χρόνον τὸν τῆς τεκνοποιίας ἐάν τις φαίνηται τοιοῦτόν τι δρῶν, ἀτιμίᾳ ζημιούσθω πρεπούσῃ πρὸς τὴν ἁμαρτίαν.
然而,在合法生育的年龄期间,如果有人被发现有此类(婚外)行为,则应依法给予其与过错相称的丧失公民权处罚。
γενομένων δὲ τῶν τέκνων οἴεσθαι δεῖ μεγάλην εἶναι διαφορὰν πρὸς τὴν τῶν σωμάτων δύναμιν τὴν τροφήν, ὁποία τις ἂν ᾖ.
婴儿出生后,应当认识到,无论营养的类型如何,它对身体的强壮程度都具有极大的影响。
φαίνεται δὲ διά τε τῶν ἄλλων ζῴων ἐπισκοποῦσι, καὶ διὰ τῶν ἐθνῶν οἷς ἐπιμελές ἐστιν ἄγειν εἰς τὴν πολεμικὴν ἕξιν, ἡ τοῦ γάλακτος πλήθουσα τροφὴ μάλιστʼ οἰκεία τοῖς σώμασιν, ἡ ἀοινοτέρα δὲ διὰ τὰ νοσήματα.
无论是在对其他动物的观察中,还是在那些注重培养军事体魄的民族中,都可以明显看出,富含乳汁的食物最适合婴儿的身体,而较少饮用葡萄酒的食物则能预防疾病。
ἔτι δὲ καὶ κινήσεις ὅσας ἐνδέχεται ποιεῖσθαι τηλικούτων συμφέρει.
此外,让如此年幼的孩子进行尽可能多的身体活动也是有益的。
πρὸς δὲ τὸ μὴ διαστρέφεσθαι τὰ μέλη διʼ ἁπαλότητα χρῶνται καὶ νῦν ἔνια τῶν ἐθνῶν ὀργάνοις τισὶ μηχανικοῖς, ἃ τὸ σῶμα ποιεῖ τῶν τοιούτων ἀστραβές.
为了防止肢体因柔嫩而发生畸形,目前有些民族仍在使用某种机械器具,使这些幼儿的身体保持笔直。
συμφέρει δʼ εὐθὺς καὶ πρὸς τὰ ψύχη συνεθίζειν ἐκ μικρῶν παίδων· τοῦτο γὰρ καὶ πρὸς ὑγίειαν καὶ πρὸς πολεμικὰς πράξεις εὐχρηστότατον.
此外,从幼儿时期开始就立即让他们适应寒冷也是有益的;因为这对于健康和军事活动都极其有用。
διὸ παρὰ πολλοῖς ἐστι τῶν βαρβάρων ἔθος τοῖς μὲν εἰς ποταμὸν ἀποβάπτειν τὰ γιγνόμενα ψυχρόν, τοῖς δὲ σκέπασμα μικρὸν ἀμπίσχειν, οἷον Κελτοῖς.
因此,在许多蛮族中,有些习惯将新生儿浸入冰冷的河水中,有些则只给他们裹上薄薄的衣物,例如凯尔特人。
πάντα γὰρ ὅσα δυνατὸν εὐθὺς ἀρχομένων βέλτιον ἐθίζειν μέν, ἐκ προσαγωγῆς δʼ ἐθίζειν· εὐφυὴς δʼ ἡ τῶν παίδων ἕξις διὰ θερμότητα πρὸς τὴν τῶν ψυχρῶν ἄσκησιν.
因为,对于所有可能的事情,最好在开始时就立即进行习惯培养,但要循序渐进地进行;幼儿的身体由于蕴含热量,天生就适合接受耐寒训练。
περὶ μὲν οὖν τὴν πρώτην συμφέρει ποιεῖσθαι τὴν ἐπιμέλειαν τοιαύτην τε καὶ τὴν ταύτῃ παραπλησίαν· τὴν δʼ ἐχομένην ταύτης ἡλικίαν μέχρι πέντε ἐτῶν, ἣν οὔτε πω πρὸς μάθησιν καλῶς ἔχει προσάγειν οὐδεμίαν οὔτε πρὸς ἀναγκαίους πόνους, ὅπως μὴ τὴν αὔξησιν ἐμποδίζωσιν, δεῖ τοσαύτης τυγχάνειν κινήσεως ὥστε διαφεύγειν τὴν ἀργίαν τῶν σωμάτων· ἣν χρὴ παρασκευάζειν καὶ διʼ ἄλλων πράξεων καὶ διὰ τῆς παιδιᾶς.
因此,对于第一个年龄阶段,进行此类及类似的照料是有益的;而对于接下来的直到五岁的年龄阶段,此时既不适宜引入任何学习,也不适宜进行强制性的体力劳动(以免阻碍发育),但必须让他们获得足够的活动量,以避免身体产生惰性;这应当通过其他活动和游戏来提供。
δεῖ δὲ καὶ τὰς παιδιὰς εἶναι μήτε ἀνελευθέρους μήτε ἐπιπόνους μήτε ἀνειμένας.
而且,这些游戏既不应是不体面的,也不应是过度劳累的,更不应是松散无序的。
καὶ περὶ λόγων δὲ καὶ μύθων, ποίους τινὰς ἀκούειν δεῖ τοὺς τηλικούτους, ἐπιμελὲς ἔστω τοῖς ἄρχουσιν οὓς καλοῦσι παιδονόμους.
至于如此年幼的孩子应当听什么样的言论和神话故事,应当由被称为“儿童监督官”的官员来负责。
πάντα γὰρ δεῖ τὰ τοιαῦτα προοδοποιεῖν πρὸς τὰς ὕστερον διατριβάς· διὸ τὰς παιδιὰς εἶναι δεῖ τὰς πολλὰς μιμήσεις τῶν ὕστερον σπουδαζομένων.
因为所有这些活动都应当为他们日后的课业和生活作铺垫;因此,他们的大多数游戏应当是对日后认真从事之活动的模仿。
τὰς δὲ διατάσεις τῶν παίδων καὶ κλαυθμοὺς οὐκ ὀρθῶς ἀπαγορεύουσιν οἱ κωλύοντες ἐν τοῖς νόμοις· συμφέρουσι γὰρ πρὸς αὔξησιν·
至于孩子们(大声叫喊时)的身体紧绷与哭泣,有些人在法律中予以禁止是不对的;因为这些对发育是有益的。
γίγνεται γὰρ τρόπον τινὰ γυμνασία τοῖς σώμασιν· ἡ γὰρ τοῦ πνεύματος κάθεξις ποιεῖ τὴν ἰσχὺν τοῖς πονοῦσιν, ὃ συμβαίνει καὶ τοῖς παιδίοις διατεινομένοις.
这在某种意义上构成了对身体的锻炼;因为憋气能给劳作者带来力量,这同样发生在身体紧绷、大声叫喊的幼儿身上。
ἐπισκεπτέον δὲ τοῖς παιδονόμοις τὴν τούτων διαγωγήν, τήν τʼ ἄλλην καὶ ὅπως ὅτι ἥκιστα μετὰ δούλων ἔσται.
儿童监督官们必须密切关注孩子们的日常行为,特别是要尽可能避免他们与奴隶厮混。
ταύτην γὰρ τὴν ἡλικίαν,
因为在这一年龄段,

词汇与语法注释

  1. 1336a1ἀτιμίᾳ ζημιούσθω — 命令式动词 ζημιούσθω(第三人称单数现在时被动命令式)的主语是前述条件从句中的不定代词 τις。ἀτιμίᾳ 是表示惩罚内容的与格。
  2. 1336a5ὁποία τις ἂν ᾖ — 带有关系形容词 ὁποῖος、语气词 ἄν 和虚拟式 ᾖ 的泛指关系从句(“无论是什么样的”),修饰主句主语 τὴν τροφήν 的性质。
  3. 1336a19ἐκ προσαγωγῆς — 介词 ἐκ 与名词 προσαγωγή(接近、引导)组成的介词短语,用作副词,意为“循序渐进地”或“逐步地”。
  4. 1336a23ἣν οὔτε πω πρὸς μάθησιν καλῶς ἔχει προσάγειν — 关系代词 ἥ(宾格 ἣν)的先行词是前面的年龄段 τὴν δʼ ἐχομένην ταύτης ἡλικίαν。带宾格的不定式结构(ἣν... προσάγειν“将其引导至……”)作为无人称表达 καλῶς ἔχει(是妥当的)的主语。

引用这一段

亚里士多德, 政治学 §7.1336a. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg035.humanitext-grc2:7.1336a

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。