Humanitext Reader

亚里士多德 · 政治学 §7.1335b

适于生育的身体条件与生育限制

第 143 段,共 155 段 · 希腊语

内容简介

亚里士多德论述了生育健康后代所需的父母身体条件(主张介于运动员与劳累者之间的中庸状态),并规定了孕妇的生活作息、通过人工流产限制过度生育的规制、基于心智全盛期(约50岁)的生育年龄上限,以及夫妻间守贞的重要性。

§7.1335bκαὶ περὶ τῶν πνευμάτων οἱ φυσικοί, τὰ βόρεια τῶν νοτίων ἐπαινοῦντες μᾶλλον.
同样,自然哲学者们也讨论了风,他们对北风的赞美多于南风。
ποίων δέ τινων τῶν σωμάτων ὑπαρχόντων μάλιστʼ ἂν ὄφελος εἴη τοῖς γεννωμένοις, ἐπιστήσασι μὲν μᾶλλον λεκτέον ἐν τοῖς περὶ τῆς παιδονομίας, τύπῳ δὲ ἱκανὸν εἰπεῖν καὶ νῦν.
至于父母具备怎样的身体状态最有利于出生者的发育,这应当在关于儿童监护的章节中进行更细致的阐述,但在目前,仅作粗线条的勾勒也足够了。
οὔτε γὰρ ἡ τῶν ἀθλητῶν χρήσιμος ἕξις πρὸς πολιτικὴν εὐεξίαν οὐδὲ πρὸς ὑγίειαν καὶ τεκνοποιίαν, οὔτε ἡ θεραπευτικὴ καὶ κακοπονητικὴ λίαν, ἀλλʼ ἡ μέση τούτων.
因为,运动员式的身体状态对于公民式的健康体魄,或者对于日常健康和生育,都是无用的;同样,处于医疗照料下或因过度劳役而极度疲惫的状态也无用,唯有介于两者之间的中庸状态才有用。
πεπονημένην μὲν οὖν ἔχειν δεῖ τὴν ἕξιν, πεπονημένην δὲ πόνοις μὴ βιαίοις, μηδὲ πρὸς ἕνα μόνον, ὥσπερ ἡ τῶν ἀθλητῶν ἕξις, ἀλλὰ πρὸς τὰς τῶν ἐλευθερίων πράξεις.
因此,必须使身体状态得到锻炼,但要通过非暴力(温和)的劳作来锻炼,并且不能像运动员那样仅针对单一项目,而应当针对自由人的各项活动。
ὁμοίως δὲ δεῖ ταῦτα ὑπάρχειν ἀνδράσι καὶ γυναιξίν.
同样地,这些要求对男女双方都适用。
χρὴ δὲ καὶ τὰς ἐγκύους ἐπιμελεῖσθαι τῶν σωμάτων, μὴ ῥᾳθυμούσας μηδʼ ἀραιᾷ τροφῇ χρωμένας.
孕妇也必须注意调理身体,既不能懒散,也不能食用营养匮乏的食物。
τοῦτο δὲ ῥᾴδιον τῷ νομοθέτῃ ποιῆσαι προστάξαντι καθʼ ἡμέραν τινὰ ποιεῖσθαι πορείαν πρὸς θεῶν ἀποθεραπείαν τῶν εἰληχότων τὴν περὶ τῆς γενέσεως τιμήν.
立法者要做到这一点很容易,只要命令她们每天步行一段距离,以向那些掌管生育荣耀的神明致敬。
τὴν μέντοι διάνοιαν τοὐναντίον τῶν σωμάτων ῥᾳθυμοτέρως ἁρμόττει διάγειν· ἀπολαύοντα γὰρ φαίνεται τὰ γεννώμενα τῆς ἐχούσης ὥσπερ τὰ φυόμενα τῆς γῆς.
然而,与身体相反,她们在精神上却适宜保持较为轻松的状态;因为出生者显然会从怀胎的母亲那里获得影响,就像生长中的植物从土地中获取养分一样。
περὶ δὲ ἀποθέσεως καὶ τροφῆς τῶν γιγνομένων ἔστω νόμος μηδὲν πεπηρωμένον τρέφειν, διὰ δὲ πλῆθος τέκνων ἡ τάξις τῶν ἐθῶν κωλύῃ μηθὲν ἀποτίθεσθαι τῶν γιγνομένων·
关于婴儿的弃养与抚养,应当有一条法律规定不抚养任何残疾的婴儿;但如果城邦的习俗秩序因人口数量的限制而禁止遗弃任何出生的婴儿,则必须为生育的数量规定一个界限。
ὁρισθῆναι δὲ δεῖ τῆς τεκνοποιίας τὸ πλῆθος, ἐὰν δέ τισι γίγνηται παρὰ ταῦτα συνδυασθέντων, πρὶν αἴσθησιν ἐγγενέσθαι καὶ ζωὴν ἐμποιεῖσθαι δεῖ τὴν ἄμβλωσιν· τὸ γὰρ ὅσιον καὶ τὸ μὴ διωρισμένον τῇ αἰσθήσει καὶ τῷ ζῆν ἔσται.
如果有人在超出这一界限后因结合而怀孕,在胎儿产生感觉和获得生命之前,必须进行人工流产;因为神圣(合乎道德)与否,将以是否具有感觉和生命来区分。
ἐπεὶ δʼ ἡ μὲν ἀρχὴ τῆς ἡλικίας ἀνδρὶ καὶ γυναικὶ διώρισται, πότε ἄρχεσθαι χρὴ τῆς συζεύξεως, καὶ πόσον χρόνον λειτουργεῖν ἁρμόττει πρὸς τεκνοποιίαν ὡρίσθω.
既然男女开始结合的年龄起点已经确定,那么他们应当为生育尽公民义务的时间长度也必须予以规定。
τὰ γὰρ τῶν πρεσβυτέρων ἔκγονα, καθάπερ τὰ τῶν νεωτέρων, ἀτελῆ γίγνεται καὶ τοῖς σώμασι καὶ ταῖς διανοίαις, τὰ δὲ τῶν γεγηρακότων ἀσθενῆ· διὸ κατὰ τὴν τῆς διανοίας ἀκμήν.
因为较年长者的后代与较年轻者的后代一样,在身体和心智上都会发育不全,而衰老者的后代则体质虚弱;因此,生育应当在心智全盛期进行。
αὕτη δʼ ἐστὶν ἐν τοῖς πλείστοις ἥνπερ τῶν ποιητῶν τινες εἰρήκασιν οἱ μετροῦντες ταῖς ἑβδομάσι τὴν ἡλικίαν, περὶ τὸν χρόνον τὸν τῶν πεντήκοντα ἐτῶν.
对大多数人而言,这一心智全盛期正是某些以七年为一周期来衡量年龄的诗人所说的那个时期,即五十岁左右。
ὥστε τέτταρσιν ἢ πέντε ἔτεσιν ὑπερβάλλοντα τὴν ἡλικίαν ταύτην ἀφεῖσθαι δεῖ τῆς εἰς τὸ φανερὸν γεννήσεως· τὸ δὲ λοιπὸν ὑγιείας χάριν ἤ τινος ἄλλης τοιαύτης αἰτίας φαίνεσθαι δεῖ ποιουμένους τὴν ὁμιλίαν.
因此,在超过这个年龄四五年之后,就应当免除向公众输送人口的生育义务;在其余的时间里,他们显然应当只是为了健康或类似的其他原因而进行交合。
περὶ δὲ τῆς πρὸς ἄλλην ἢ πρὸς ἄλλον, ἔστω μὲν ἁπλῶς μὴ καλὸν ἁπτόμενον φαίνεσθαι μηδαμῇ μηδαμῶς, ὅταν ᾖ καὶ προσαγορευθῇ πόσις·
至于与他人(男女外遇)的性关系,只要一个人已经成为丈夫并被如此称呼,那么在任何情况下,被发现与他人发生肉体接触都绝对是不体面的;

词汇与语法注释

  1. 1335b1καὶ περὶ τῶν πνευμάτων — 前句中的动词 λέγουσι(或 ἱκανῶς λέγουσι)在 καὶ περὶ τῶν πνευμάτων οἱ φυσικοί 这一分句中被省略并共用,意为“自然哲学者们也[充分讨论了]风”。
  2. 1335b13ἀραιᾷ τροφῇ — 这里的形容词 ἀραιᾷ 本义为“稀薄的”或“疏松的”,此处引申指营养成分低或分量不足的“匮乏的”、“粗糙的”饮食,旨在告诫孕妇避免过度饥饿或营养不良。
  3. 1335b22ἡ τάξις τῶν ἐθῶν κωλύῃ — 这是一个带有虚拟语气动词 κωλύῃ 的条件从句(或让步从句),其中省略了条件连词 ἐάν。意为“如果城邦的习俗秩序因人口数量原因而禁止遗弃婴儿”,此时作为人口控制的替代手段,就必须引入堕胎的规定。
  4. 1335b26τὸ γὰρ ὅσιον καὶ τὸ μὴ — 主语是 τὸ ὅσιον(神圣的、合乎天理的事)和 τὸ μὴ [ὅσιον](不神圣的事)。随后的分词 διωρισμένον 与 ἔσται 构成迂回式将来被动语态,表示“将由感觉和生命的存在与否来区分(界定)”。
  5. 1335b36τῆς εἰς τὸ φανερὸν γεννήσεως — 介词短语 εἰς τὸ φανερὸν 意为“到显明之处”或“公开地”。在此处不仅指肉体上的分娩,更指为城邦共同体“公开地(以合法公民身份)生育后代”。在超过特定年龄后,公民应当免除(ἀφεῖσθαι)这一向公众输送人口的生育义务。

引用这一段

亚里士多德, 政治学 §7.1335b. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg035.humanitext-grc2:7.1335b

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。