Humanitext Reader

亚里士多德 · 政治学 §7.1335a

适婚年龄的规定与早婚的弊端

第 142 段,共 155 段 · 希腊语

内容简介

讨论了亲子年龄过近的坏处,以及早婚对后代发育和母亲健康的危害,提出了男女的最佳结婚年龄(女性18岁左右,男性37岁左右)。此外,指出冬季最适合结婚,并建议参考医生和自然哲学家的见解。

§7.1335aοὔτε λίαν πάρεγγυς εἶναι (πολλὴν γὰρ ἔχει δυσχέρειαν· ἥ τε γὰρ αἰδὼς ἧττον ὑπάρχει τοῖς τοιούτοις ὥσπερ ἡλικιώταις καὶ περὶ τὴν οἰκονομίαν ἐγκληματικὸν τὸ πάρεγγυς)·
也不应当太近(因为这有许多不便;在这样的人之间,就像同龄人一样,较少存有敬畏,而且在生计管理上,这种过分亲近也容易引起怨言)。
ἔτι δʼ, ὅθεν ἀρχόμενοι δεῦρο μετέβημεν, ὅπως τὰ σώματα τῶν γεννωμένων ὑπάρχῃ πρὸς τὴν τοῦ νομοθέτου βούλησιν.
此外,正如我们刚才开始并转向此处的目的,是为了使出生者的身体能够符合立法者的意图。
σχεδὸν δὴ πάντα ταῦτα συμβαίνει κατὰ μίαν ἐπιμέλειαν.
\n事实上,所有这些事情几乎都可以通过单一的照料来实现。
ἐπεὶ γὰρ ὥρισται τέλος τῆς γεννήσεως ὡς ἐπὶ τὸ πλεῖστον εἰπεῖν ἀνδράσι μὲν ὁ τῶν ἑβδομήκοντα ἐτῶν ἀριθμὸς ἔσχατος, πεντήκοντα δὲ γυναιξί, δεῖ τὴν ἀρχὴν τῆς συζεύξεως κατὰ τὴν ἡλικίαν εἰς τοὺς χρόνους καταβαίνειν τούτους.
因为,概括来说,生育的极限对男性而言最迟是七十岁,对女性而言是五十岁,所以根据年龄,结合的起点应当向着这些时间点逆推(下移)。
ἔστι δʼ ὁ τῶν νέων συνδυασμὸς φαῦλος πρὸς τὴν τεκνοποιίαν· ἐν γὰρ πᾶσι ζῴοις ἀτελῆ τὰ τῶν νέων ἔκγονα, καὶ θηλυτόκα μᾶλλον καὶ μικρὰ τὴν μορφήν, ὥστʼ ἀναγκαῖον ταὐτὸ τοῦτο συμβαίνειν καὶ ἐπὶ τῶν ἀνθρώπων.
而年轻人的结合对于生育孩子来说是不好的;因为在所有动物中,年轻动物的后代都是发育不全的,且多生雌性,体型也小,因此这同样的事情必然也会发生在人类身上。
τεκμήριον δέ· ἐν ὅσαις γὰρ τῶν πόλεων ἐπιχωριάζεται τὸ νέους συζευγνύναι καὶ νέας, ἀτελεῖς καὶ μικροὶ τὰ σώματά εἰσιν.
这里有一个证据:在那些习惯于让年轻男女结合的城邦中,人们发育不全且身体矮小。
ἔτι δὲ ἐν τοῖς τόκοις αἱ νέαι πονοῦσί τε μᾶλλον καὶ διαφθείρονται πλείους· διὸ καὶ τὸν χρησμὸν γενέσθαι τινές φασι διὰ τοιαύτην αἰτίαν τοῖς Τροιζηνίοις, ὡς πολλῶν διαφθειρομένων διὰ τὸ γαμίσκεσθαι τὰς νεωτέρας, ἀλλʼ οὐ πρὸς τὴν τῶν καρπῶν κομιδήν.
而且在分娩时,年轻女性承受更多痛苦,且有更多人死亡;因此,有人说特罗伊岑人得到的那条神谕就是由于这个原因而给出的,即因为年轻女子出嫁导致许多人死亡,而不是关于农作物的收成。
ἔτι δὲ καὶ πρὸς σωφροσύνην συμφέρει τὰς ἐκδόσεις ποιεῖσθαι πρεσβυτέραις· ἀκολαστότεραι γὰρ εἶναι δοκοῦσι νέαι χρησάμεναι ταῖς συνουσίαις.
此外,为了节制,让较年长的女性出嫁也是有益的;因为在年轻时经历过性交的女子似乎更容易放纵。
καὶ τὰ τῶν ἀρρένων δὲ σώματα βλάπτεσθαι δοκεῖ πρὸς τὴν αὔξησιν, ἐὰν ἔτι τοῦ σπέρματος αὐξανομένου ποιῶνται τὴν συνουσίαν· καὶ γὰρ τούτου τις ὡρισμένος χρόνος, ὃν οὐχ ὑπερβαίνει πληθύον ἔτι, ἢ μικρόν·
而男性的身体在精液仍在成长的时候进行性交,似乎也会危害其发育;因为对此也有一个确定的时期,在其依然充盈(增长)期间,它不会超越这一限制,或者只超出一星半点。
διὸ τὰς μὲν ἁρμόττει περὶ τὴν τῶν ὀκτωκαίδεκα ἐτῶν ἡλικίαν συζευγνύναι, τοὺς δʼ ἑπτὰ καὶ τριάκοντα ἢ μικρόν πρότερον· ἐν τοσούτῳ γὰρ ἀκμάζουσί τε τοῖς σώμασιν ἡ σύζευξις ἔσται, καὶ πρὸς τὴν παῦλαν τῆς τεκνοποιίας συγκαταβήσεται τοῖς χρόνοις εὐκαίρως·
因此,女子在十八岁左右的年龄结婚,男子在三十七岁或稍早一点结婚是合适的;因为在这个年龄,结合将在他们身体处于全盛期时进行,并且在时间上也会适时地随着生育的停止而共同衰退。
ἔτι δὲ ἡ διαδοχὴ τῶν τέκνων τοῖς μὲν ἀρχομένοις ἔσται τῆς ἀκμῆς, ἐὰν γίγνηται κατὰ λόγον εὐθὺς ἡ γένεσις, τοῖς δὲ ἤδη καταλελυμένης τῆς ἡλικίας πρὸς τὸν τῶν ἑβδομήκοντα ἐτῶν ἀριθμόν.
此外,对于父母来说,如果生育立刻合乎情理地发生,子女的接替将在他们全盛期的开始,而对于子女来说,则是在父母年龄已经衰退并接近七十岁的时候。
περὶ μὲν οὖν τοῦ πότε δεῖ ποιεῖσθαι τὴν σύζευξιν εἴρηται, τοῖς δὲ περὶ τὴν ὥραν χρόνοις δεῖ χρῆσθαι οἷς οἱ πολλοὶ χρῶνται, καλῶς καὶ νῦν ὁρίσαντες χειμῶνος τὴν συναυλίαν ποιεῖσθαι ταύτην.
\n关于何时应当进行结合,已经说明了;至于季节的时期,则应当采用大多数人所采用的时期,他们现在规定在冬季进行这种同居(结婚生活)是非常正确的。
δεῖ δὲ καὶ αὐτοὺς ἤδη θεωρεῖν πρὸς τὴν τεκνοποιίαν τά τε παρὰ τῶν ἰατρῶν λεγόμενα καὶ τὰ παρὰ τῶν φυσικῶν· οἵ τε γὰρ ἰατροὶ τοὺς καιροὺς τῶν σωμάτων ἱκανῶς λέγουσι,
而他们自己现在也必须为了生育孩子而考察医生们所说的话以及自然哲学者们所说的话;因为医生们对身体的适宜时期说得很充分,

词汇与语法注释

  1. 1335a1οὔτε λίαν πάρεγγυς εἶναι — 延续自前一章 1334b39-40 中的 δεῖ γὰρ οὔτε λίαν ὑπολείπεσθαι... 的带对格的不定式短语。其逻辑主语是 τὰ τέκνα(子女),意为“子女也不应当与父亲的年龄过于接近”。
  2. 1335a4ὅθεν ἀρχόμενοι δεῦρο μετέβημεν — 使用了包含先行词的关系代词 ὅθεν(自何处)的插入句。直译为“我们从此开始转向此处的(目的/原因)”,指的是 1334b29-30 中提到的“为了使被养育者的身体达到最善”这一立法者的根本目的。
  3. 1335a11καὰ τὴν ἡλικίαν εἰς τοὺς χρόνους καταβαίνειν τούτους — 此处的 καταβαίνειν(下行、契合)意味着从生育能力的终点(男性70岁,女性50岁)进行逆算,使婚姻开始的年龄(女性18岁左右,男性37岁左右)能够合理地向下对应并契合这些终期。
  4. 1335a27ὃν οὐχ ὑπερβαίνει πληθύον ἔτι — 关系代词 ὃν 的先行词是 χρόνος(时期)。πληθύον(充满、增长)是中性单数主格分词,修饰省略的主语(精液或其生殖力),意为“当(精液)仍在增长时,(其生长)不会超过那段确定的时期”。

引用这一段

亚里士多德, 政治学 §7.1335a. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg035.humanitext-grc2:7.1335a

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。