Humanitext Reader

亚里士多德 · 政治学 §7.1326b

城邦适宜规模的界限与领土条件

第 126 段,共 155 段 · 希腊语

内容简介

探讨了城邦的适宜规模,认为人口应在满足自足的同时便于相互了解以实现良治;领土则需物产自足,使居民能过上闲暇、自由且节制的生活,并具备易守难攻的地理优势。

§7.1326bεἰς δὲ τὶ μέγεθος ἐλθὸν ὁτὲ μὲν διὰ σμικρότητα φαύλην ποιήσει τὴν ναυτιλίαν, ὁτὲ δὲ διὰ τὴν ὑπερβολήν·
即使达到某种特定规模,它在有些时候也会因为过小而使航行变得糟糕,在另一些时候则因为过大而如此。
ὁμοίως δὲ καὶ πόλις ἡ μὲν ἐξ ὀλίγων λίαν οὐκ αὐτάρκης (ἡ δὲ πόλις αὔταρκες), ἡ δὲ ἐκ πολλῶν ἄγαν ἐν μὲν τοῖς ἀναγκαίοις αὐτάρκης ὥσπερ δʼ ἔθνος, ἀλλʼ οὐ πόλις· πολιτείαν γὰρ οὐ ῥᾴδιον ὑπάρχειν·
同样,一个由过少的人组成的城邦也是不自足的(而城邦正是一个自足的东西),而由过多的人组成的城邦,虽然在必需的事物上是自足的,就像一个部落(民族)那样,但它并不是城邦;因为在其中很难存在国制。
τίς γὰρ στρατηγὸς ἔσται τοῦ λίαν ὑπερβάλλοντος πλήθους, ἢ τίς κῆρυξ μὴ Στεντόρειος;
因为谁能当这过度超出的极多人群的将军,或者,如果不是像斯滕托耳那样大嗓门,谁能当传令官呢?
διὸ πρώτην μὲν εἶναι πόλιν ἀναγκαῖον τὴν ἐκ τοσούτου πλήθους ὃ πρῶτον πλῆθος αὔταρκες πρὸς τὸ εὖ ζῆν ἐστι κατὰ τὴν πολιτικὴν κοινωνίαν·
因此,要成为首要意义上的城邦,其人口数量必须首先达到在政治共同体中能够实现优良生活所必需的自足度。
ἐνδέχεται δὲ καὶ τὴν ταύτης ὑπερβάλλουσαν κατὰ πλῆθος εἶναι μείζω πόλιν, ἀλλὰ τοῦτʼ οὐκ ἔστιν, ὥσπερ εἴπομεν, ἀόριστον.
而且,城邦在人口数量上超越这个标准而变得更大也是可能的,但这正如我们所说,并不是无限的。
τίς δʼ ἐστὶν ὁ τῆς ὑπερβολῆς ὅρος, ἐκ τῶν ἔργων ἰδεῖν ῥᾴδιον.
至于这种超越的上限在哪里,从其实际活动中很容易看出来。
εἰσὶ γὰρ αἱ πράξεις τῆς πόλεως τῶν μὲν ἀρχόντων τῶν δʼ ἀρχομένων, ἄρχοντος δʼ ἐπίταξις καὶ κρίσις ἔργον·
因为城邦的活动属于统治者和被统治者,而统治者的功能则是命令和裁判。
πρὸς δὲ τὸ κρίνειν περὶ τῶν δικαίων καὶ πρὸς τὸ τὰς ἀρχὰς διανέμειν κατʼ ἀξίαν ἀναγκαῖον γνωρίζειν ἀλλήλους, ποῖοί τινές εἰσι, τοὺς πολίτας, ὡς ὅπου τοῦτο μὴ συμβαίνει γίγνεσθαι, φαύλως ἀνάγκη γίγνεσθαι τὰ περὶ τὰς ἀρχὰς καὶ τὰς κρίσεις.
而为了对公正的事进行裁判,以及根据价值分配官职,公民们必须相互认识,了解彼此是怎样的人,因为在无法做到这一点的城邦中,有关官职和裁判的事务必然会被糟糕地处理。
περὶ ἀμφότερα γὰρ οὐ δίκαιον αὐτοσχεδιάζειν, ὅπερ ἐν τῇ πολυανθρωπίᾳ τῇ λίαν ὑπάρχει φανερῶς.
因为在这两方面,草率决定都是不公正的,而在过度人口众多之中,这种情况显然会发生。
ἔτι δὲ ξένοις καὶ μετοίκοις ῥᾴδιον μεταλαμβάνειν τῆς πολιτείας· οὐ γὰρ χαλεπὸν τὸ λανθάνειν διὰ τὴν ὑπερβολὴν τοῦ πλήθους.
此外,外邦人和外侨也很容易分享国制;因为由于人口的过度,隐瞒身份并不困难。
δῆλον τοίνυν ὡς οὗτός ἐστι πόλεως ὅρος ἄριστος, ἡ μεγίστη τοῦ πλήθους ὑπερβολὴ πρὸς αὐτάρκειαν ζωῆς εὐσύνοπτος.
因此,显而易见,这就是城邦最好的限度:即在能够实现生活自足的前提下,便于一眼看清的最大限度的人口。
περὶ μὲν οὖν μεγέθους πόλεως διωρίσθω τὸν τρόπον τοῦτον.
关于城邦的规模,就以此种方式进行规定。
παραπλησίως δὲ καὶ τὰ περὶ τῆς χώρας ἔχει.
与此类似,关于领土的事物也是如此。
περὶ μὲν γὰρ τοῦ ποίαν τινά, δῆλον ὅτι τὴν αὐταρκεστάτην πᾶς τις ἂν ἐπαινέσειεν (τοιαύτην δʼ ἀναγκαῖον εἶναι τὴν παντοφόρον· τὸ γὰρ πάντα ὑπάρχειν καὶ δεῖσθαι μηθενὸς αὔταρκες)· πλήθει δὲ καὶ μεγέθει τοσαύτην ὥστε δύνασθαι τοὺς οἰκοῦντας ζῆν σχολάζοντας ἐλευθερίως ἅμα καὶ σωφρόνως.
因为关于它应当是哪种领土,显而易见,任何人都会赞赏最自足的领土(而这样的领土必然是生产各种物产的领土;因为拥有一切且无所求才是自足);而在数量和面积上,它应当大到能够让居住者们在闲暇中同时过上既自由又节制的生活。
τοῦτον δὲ τὸν ὅρον εἰ καλῶς ἢ μὴ καλῶς λέγομεν, ὕστερον ἐπισκεπτέον ἀκριβέστερον, ὅταν ὅλως περὶ κτήσεως καὶ τῆς περὶ τὴν οὐσίαν εὐπορίας συμβαίνῃ ποιεῖσθαι μνείαν, πῶς δεῖ καὶ τίνα τρόπον ἔχειν πρὸς τὴν χρῆσιν αὐτῆς· πολλαὶ γὰρ περὶ τὴν σκέψιν ταύτην εἰσὶν ἀμφισβητήσεις διὰ τοὺς ἕλκοντας ἐφʼ ἑκατέραν τοῦ βίου τὴν ὑπερβολήν, τοὺς μὲν ἐπὶ τὴν γλισχρότητα τοὺς δὲ ἐπὶ τὴν τρυφήν.
我们说这个限度是好还是不好,以后必须更精确地予以考察,届时我们将整体地提及财产和关于资产的富足,即应当如何以及以何种方式来对待财产的使用;因为关于这一考察存在着许多争议,这是由于有些人将生活拉向两个极端之一,有的走向吝啬,有的走向奢华。
τὸ δʼ εἶδος τῆς χώρας οὐ χαλεπὸν εἰπεῖν (δεῖ δʼ ἔνια πείθεσθαι καὶ τοῖς περὶ τὴν στρατηγίαν ἐμπείροις), ὅτι χρὴ μὲν τοῖς πολεμίοις εἶναι δυσέμβολον αὐτοῖς δʼ εὐέξοδον.
而关于领土的形状则不难说明(尽管在某些点上我们也必须听从那些在军事指挥方面有经验的人的意见),即它应当对敌人而言是难以入侵的,而对居民自身而言则是易于出击(撤离)的。

词汇与语法注释

  1. 1326bεἰς δὲ τὶ μέγεθος ἐλθὸν — 接续前文 πλοῖον ... δυοῖν σταδίοιν(长达两斯塔德的船)的分词结构。ἐλθόν 为宾格中性单数,修饰 πλοῖον,在句中表示条件或假设(“船一旦达到某种特定规模”)。后续动词 ποιήσει(第三人称单数将来时)的主语即为此分词短语(“达到某种特定规模的船”)。
  2. 1326bτὴν μεγίστην τοῦ πλήθους ὑπερβολὴν ... εὐσύνοπτον — 用作同位语的名词短语,解释 ὅρος ἄριστος(最好的限度)的内容。εὐσύνοπτον 为形容词,置于整个短语的末尾,表语性地修饰名词 ὑπερβολήν(或 πλῆθος),意为“便于一眼看清的最大限度的人口”。
  3. 1326bτοὺς οἰκοῦντας ζῆν σχολάζοντας ἐλευθερίως ἅμα καὶ σωφρόνως — ὥστε 引导的(表示结果或程度的)从句中的不定式短语。不定式 ζῆν(生活)的逻辑主语是宾格的 τοὺς οἰκοῦντας(居住者们),分词 σχολάζοντας(过着闲暇生活)也与之保持一致,采用宾格复数形式。副词短语 ἐλευθερίως ἅμα καὶ σωφρόνως 修饰 ζῆν。

引用这一段

亚里士多德, 政治学 §7.1326b. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg035.humanitext-grc2:7.1326b

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。