Humanitext Reader

亚里士多德 · 政治学 §7.1327a

理想领土的条件与城邦临海的利弊

第 127 段,共 155 段 · 希腊语

内容简介

理想领土的条件包括易于一览无遗和便于交通;随后讨论了与海洋的接触对秩序井然的城邦是否有益,并提出了通过港口管制来防范弊端的对策。

§7.1327aἔτι δʼ ὥσπερ τὸ πλῆθος τὸ τῶν ἀνθρώπων εὐσύνοπτον ἔφαμεν εἶναι δεῖν, οὕτω καὶ τὴν χώραν· τὸ δʼ εὐσύνοπτον τὸ εὐβοήθητον εἶναι τὴν χώραν ἐστίν.
此外,正如我们说过人口应当易于一览无遗一样,领土也是如此;而领土的易于一览无遗,也就是易于救援。
τῆς δὲ πόλεως τὴν θέσιν εἰ χρὴ ποιεῖν κατʼ εὐχήν, πρός τε τὴν θάλατταν προσήκει κεῖσθαι καλῶς πρός τε τὴν χώραν.
如果必须按照心愿来确定城邦的位置,那么它无论对于海洋还是对于领土,都应当处于便利的地理位置。
εἷς μὲν οὖν ὁ λεχθεὶς ὅρος (δεῖ γὰρ πρὸς τὰς ἐκβοηθείας κοινὴν εἶναι τῶν τόπων ἁπάντων)· ὁ δὲ λοιπὸς πρὸς τὰς τῶν γινομένων καρπῶν παραπομπάς, ἔτι δὲ τῆς περὶ ξύλα ὕλης, κἂν εἴ τινα ἄλλην ἐργασίαν ἡ χώρα τυγχάνοι κεκτημένη τοιαύτην εὐπαρακόμιστον.
其中一个限度就是已经提到的那个(因为对于出击救援来说,所有地点必须是共同便利的);而另一个限度则是为了便于运输所生产的作物,以及木材资源,并且如果领土碰巧拥有任何其他此类加工产物,也能易于运送。
περὶ δὲ τῆς πρὸς τὴν θάλατταν κοινωνίας, πότερον ὠφέλιμος ταῖς εὐνομουμέναις πόλεσιν ἢ βλαβερά, πολλὰ τυγχάνουσιν ἀμφισβητοῦντες·
关于与海洋的交往,这对于秩序井然的城邦来说是有益还是有害,人们有许多争论。
τό τε γὰρ ἐπιξενοῦσθαί τινας ἐν ἄλλοις τεθραμμένους νόμοις ἀσύμφορον εἶναί φασι πρὸς τὴν εὐνομίαν, καὶ τὴν πολυανθρωπίαν· γίνεσθαι μὲν γὰρ ἐκ τοῦ χρῆσθαι τῇ θαλάττῃ διαπέμποντας καὶ δεχομένους ἐμπόρων πλῆθος, ὑπεναντίαν δʼ εἶναι πρὸς τὸ πολιτεύεσθαι καλῶς.
因为他们说,接纳在其他法律下养育的异邦人对于良好的秩序是不利的,人口过剩也是如此;因为人口过剩虽然源于利用海洋派遣和接纳众多的商人,但这与良好地治理政体是相违背的。
ὅτι μὲν οὖν, εἰ ταῦτα μὴ συμβαίνει, βέλτιον καὶ πρὸς ἀσφάλειαν καὶ πρὸς εὐπορίαν τῶν ἀναγκαίων μετέχειν τὴν πόλιν καὶ τὴν χώραν τῆς θαλάττης, οὐκ ἄδηλον.
然而,如果不发生这些情况,为了安全以及为了必需品的充足,城邦和领土共享海洋显然是更好的。
καὶ γὰρ πρὸς τὸ ῥᾷον φέρειν τοὺς πολέμους εὐβοηθήτους εἶναι δεῖ κατʼ ἀμφότερα τοὺς σωθησομένους, καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν, καὶ πρὸς τὸ βλάψαι τοὺς ἐπιτιθεμένους, εἰ μὴ κατʼ ἄμφω δυνατόν, ἀλλὰ κατὰ θάτερον ὑπάρξει μᾶλλον ἀμφοτέρων μετέχουσιν.
因为,为了更轻易地承受战争,被救援者必须在陆路和水路两方面都易于获救,而且为了打击袭击者,即使不能在两方面同时进行,但对于兼备两者的城邦来说,至少在其中一方面更容易做到。
ὅσα τʼ ἂν μὴ τυγχάνῃ παρʼ αὑτοῖς ὄντα, δέξασθαι ταῦτα, καὶ τὰ πλεονάζοντα τῶν γιγνομένων ἐκπέμψασθαι τῶν ἀναγκαίων ἐστίν.
此外,输入本国所没有的东西,以及输出过剩的产物,这也是必不可少的事情。
αὑτῇ γὰρ ἐμπορικήν, ἀλλʼ οὐ τοῖς ἄλλοις, δεῖ εἶναι τὴν πόλιν· οἱ δὲ παρέχοντες σφᾶς αὐτοὺς πᾶσιν ἀγορὰν προσόδου χάριν ταῦτα πράττουσιν· ἣν δὲ μὴ δεῖ πόλιν τοιαύτης μετέχειν πλεονεξίας, οὐδʼ ἐμπόριον δεῖ κεκτῆσθαι τοιοῦτον.
因为城邦应当为自己进行贸易,而不是为了他人;而那些向所有人开放市场的人,是为了获取收入才这样做的;对于不应当参与这种贪欲的城邦,也就不应当拥有这样的商业港口。
ἐπεὶ δὲ καὶ νῦν ὁρῶμεν πολλαῖς ὑπάρχοντα καὶ χώραις καὶ πόλεσιν ἐπίνεια καὶ λιμένας εὐφυῶς κείμενα πρὸς τὴν πόλιν, ὥστε μήτε τὸ αὐτὸ νέμειν ἄστυ μήτε πόρρω λίαν, ἀλλὰ κρατεῖσθαι τείχεσι καὶ τοιούτοις ἄλλοις ἐρύμασι, φανερὸν ὡς εἰ μὲν ἀγαθόν τι συμβαίνει γίνεσθαι διὰ τῆς κοινωνίας αὐτῶν, ὑπάρξει τῇ πόλει τοῦτο τὸ ἀγαθόν, εἰ δέ τι βλαβερόν, φυλάξασθαι ῥᾴδιον τοῖς νόμοις φράζοντας καὶ διορίζοντας τίνας οὐ δεῖ καὶ τίνας ἐπιμίσγεσθαι δεῖ πρὸς ἀλλήλους.
然而,既然现在我们也看到许多地区和城邦拥有位置优越的船坞和港口,它们既不与城市本身连在一起,也不相距太远,而是受到城墙和其他此类防御工事的控制,那么显而易见,如果由于它们的交往而产生某些好处,城邦就会获得这种好处;而如果有任何害处,则很容易通过法律进行防范,明文规定并限制哪些人不应当以及哪些人应当相互交往。
περὶ δὲ τῆς ναυτικῆς δυνάμεως, ὅτι μὲν βέλτιστον ὑπάρχειν μέχρι τινὸς πλήθους, οὐκ ἄδηλον
而关于海军力量,使其存在达到一定规模是最妥当的,这显然是确定无疑的。

词汇与语法注释

  1. 1327a3τὸ εὐβοήθητον εἶναι τὴν χώραν — 中性单数冠词 `τὸ` 将整个不定式短语 `εὐβοήθητον εἶναι τὴν χώραν` 名词化,作主格表语。`τὴν χώραν` 是不定式 `εἶναι` 的逻辑主语(宾格),而 `εὐβοήθητον` 是其表语形容词(即“领土易于救援”)。
  2. 1327a8κἂν εἴ τινα ... τυγχάνοι κεκτημένη — 这是一个潜在/让步的条件表达,其中 `κἂν`(源自 `καὶ 专` 或 `καὶ 占`)后接希求语气 `τυγχάνοι`。`τυγχάνω` 搭配分词 `κεκτημένη` 表示“碰巧拥有”,修饰主节中省略的谓语部分。
  3. 1327a13τό τε γὰρ ἐπιξενοῦσθαί τινας ... ἀσύμφορον εἶναί φασι — 由动词 `φασί` 引导的宾格加不定式(A.C.I.)结构。由冠词名词化的不定式短语 `τό ... ἐπιξενοῦσθαι`(接纳异邦人)在此结构中充当逻辑主语(宾格),而 `ἀσύμφορον εἶναι` 则作为其表语不定式短语。
  4. 1327a23ὑπάρξει μᾶλλον ἀμφοτέρων μετέχουσιν — 动词 `ὑπάρξει` 在此处作非人称使用,表示“将会可行”。现在分词的与格复数形式 `μετέχουσιν`(意为“对于共享者”)充当利害关系与格,整句意为“对于兼备两者(陆地与海洋)的人来说,这在其中一方面将更容易实现”。

引用这一段

亚里士多德, 政治学 §7.1327a. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg035.humanitext-grc2:7.1327a

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。