Humanitext Reader

亚里士多德 · 政治学 §7.1326a

理想城邦适度的人口规模与秩序

第 125 段,共 155 段 · 希腊语

内容简介

亚里士多德探讨了依愿望建立理想城邦的前提条件,重点关注人口和领土的适度规模,指出城邦的伟大并不等同于人口众多,而应以实现其自身功能和维持秩序的限度来衡量。

§7.1326aδεῖ τὴν ὕλην ὑπάρχειν ἐπιτηδείαν οὖσαν πρὸς τὴν ἐργασίαν (ὅσῳ γὰρ ἂν αὕτη τυγχάνῃ παρεσκευασμένη βέλτιον, ἀνάγκη καὶ τὸ γιγνόμενον ὑπὸ τῆς τέχνης εἶναι κάλλιον), οὕτω καὶ τῷ πολιτικῷ καὶ τῷ νομοθέτῃ δεῖ τὴν οἰκείαν ὕλην ὑπάρχειν ἐπιτηδείως ἔχουσαν.
材料必须具备适合于加工的状况(因为这材料预备得越好,技术所创造出的产品也就必然越美),同样,政治家和立法者也必须拥有他们特有的、处于适合状况下的材料。
ἔστι δὲ πολιτικῆς χορηγίας πρῶτον τό τε πλῆθος τῶν ἀνθρώπων, πόσους τε καὶ ποίους τινὰς ὑπάρχειν δεῖ φύσει, καὶ κατὰ τὴν χώραν ὡσαύτως, πόσην τε εἶναι καὶ ποίαν τινὰ ταύτην.
而在政治资源中,首要的就是人口的数量,即他们在天性上应当有多少、是哪类人,以及对于领土也同样,它应当有多大、是哪种领土。
οἴονται μὲν οὖν οἱ πλεῖστοι προσήκειν μεγάλην εἶναι τὴν εὐδαίμονα πόλιν· εἰ δὲ τοῦτʼ ἀληθές, ἀγνοοῦσι ποία μεγάλη καὶ ποία μικρὰ πόλις.
大多数人认为,一个幸福的城邦应当是伟大的;但即使这是真实的,他们也不懂得什么样的城邦是伟大的,什么样的城邦是微小的。
κατʼ ἀριθμοῦ γὰρ πλῆθος τῶν ἐνοικούντων κρίνουσι τὴν μεγάλην, δεῖ δὲ μᾶλλον μὴ εἰς τὸ πλῆθος εἰς δὲ δύναμιν ἀποβλέπειν.
因为他们是根据居民的数量多寡来判断伟大城邦的,但他们更应当不去看数量,而是看能力。
ἔστι γάρ τι καὶ πόλεως ἔργον, ὥστε τὴν δυναμένην τοῦτο μάλιστʼ ἀποτελεῖν, ταύτην οἰητέον εἶναι μεγίστην, οἷον Ἱπποκράτην οὐκ ἄνθρωπον ἀλλʼ ἰατρὸν εἶναι μείζω φήσειεν ἄν τις τοῦ διαφέροντος κατὰ τὸ μέγεθος τοῦ σώματος.
因为城邦也有某种功能,因而那最能实现这一功能的城邦,才应当被认为是最大的,正如人们会说,希波克拉底作为一个医生而不是作为一个普通人,要比一个在身体尺寸上超越他的人更为“伟大”。
οὐ μὴν ἀλλὰ κἂν εἰ δεῖ κρίνειν πρὸς τὸ πλῆθος ἀποβλέποντας, οὐ κατὰ τὸ τυχὸν πλῆθος τοῦτο ποιητέον (ἀναγκαῖον γὰρ ἐν ταῖς πόλεσιν ἴσως ὑπάρχειν καὶ δούλων ἀριθμὸν πολλῶν καὶ μετοίκων καὶ ξένων), ἀλλʼ ὅσοι πόλεώς εἰσι μέρος καὶ ἐξ ὧν συνίσταται πόλις οἰκείων μορίων· ἡ γὰρ τούτων ὑπεροχὴ τοῦ πλήθους μεγάλης πόλεως σημεῖον, ἐξ ἧς δὲ βάναυσοι μὲν ἐξέρχονται πολλοὶ τὸν ἀριθμὸν ὁπλῖται δὲ ὀλίγοι, ταύτην ἀδύνατον εἶναι μεγάλην· οὐ γὰρ ταὐτὸν μεγάλη τε πόλις καὶ πολυάνθρωπος.
不过,即使必须通过看数量来判断,也不应当根据任何随意的杂多数量来进行判断(因为城邦中很可能必然存在着大量的奴隶、外侨和外邦人),而应当根据那些属于城邦的一部分、以及构成城邦的特有组成要素的人口;因为这些人口数量的优越才是伟大城邦的标志,而对于一个从中产生大量手工业者但重装步兵却很少的城邦,它是不可能伟大的;因为伟大的城邦与人口众多的城邦并不是同一回事。
ἀλλὰ μὴν καὶ τοῦτό γε ἐκ τῶν ἔργων φανερόν, ὅτι χαλεπόν, ἴσως δʼ ἀδύνατον, εὐνομεῖσθαι τὴν λίαν πολυάνθρωπον· τῶν γοῦν δοκουσῶν πολιτεύεσθαι καλῶς οὐδεμίαν ὁρῶμεν οὖσαν ἀνειμένην πρὸς τὸ πλῆθος.
此外,从实际经验来看,这一点也是显而易见的:一个过度人口众多的城邦是很难、甚至可能是无法得到优良治理的;至少在那些被认为治理得很好的城邦中,我们看不到有任何一个是在人口数量上放任自流的。
τοῦτο δὲ δῆλον καὶ διὰ τῆς τῶν λόγων πίστεως.
这一点通过理论上的论证也是显而易见的。
ὅ τε γὰρ νόμος τάξις τίς ἐστι, καὶ τὴν εὐνομίαν ἀναγκαῖον εὐταξίαν εἶναι, ὁ δὲ λίαν ὑπερβάλλων ἀριθμὸς οὐ δύναται μετέχειν τάξεως· θείας γὰρ δὴ τοῦτο δυνάμεως ἔργον, ἥτις καὶ τόδε συνέχει τὸ πᾶν.
因为法律是一种秩序,而优良的法治必然是优良的秩序,但过度超出的数量是无法分享秩序的;因为这确实是神圣力量的作用,而正是这种力量维系着整个宇宙。
διὸ καὶ πόλιν ἧς μετὰ μεγέθους ὁ λεχθεὶς ὅρος ὑπάρχει, ταύτην εἶναι καλλίστην ἀναγκαῖον· ἐπεὶ τό γε καλὸν ἐν πλήθει καὶ μεγέθει εἴωθε γίνεσθαι, ἀλλʼ ἔστι τι καὶ πόλεως μεγέθους μέτρον, ὥσπερ καὶ τῶν ἄλλων πάντων, ζῴων φυτῶν ὀργάνων·
因此,那在拥有规模的同时又具备上述限度的城邦,也必然是最美的;因为美通常产生于数量和规模之中,但城邦的规模也和所有其他事物(如动物、植物、工具)一样,存在着某种限度。
καὶ γὰρ τούτων ἕκαστον οὔτε λίαν μικρὸν οὔτε κατὰ μέγεθος ὑπερβάλλον ἕξει τὴν αὑτοῦ δύναμιν, ἀλλʼ ὁτὲ μὲν ὅλως ἐστερημένον ἔσται τῆς φύσεως ὁτὲ δὲ φαύλως ἔχον, οἷον πλοῖον σπιθαμιαῖον μὲν οὐκ ἔσται πλοῖον ὅλως, οὐδὲ δυοῖν σταδίοιν,
因为这些事物中的每一个,如果过度微小或者在规模上过度庞大,都不会保持其特有的能力,而是在有些时候会完全丧失其本性,在另一些时候会处于糟糕的状态,就像一只仅有一跨长的船根本算不上是船,而一只长达两斯塔德的船也同样如此。

词汇与语法注释

  1. 1326a1δεῖ τὴν ¦1326a¦ ¦1¦ ὕλην ὑπάρχειν ἐπιτηδείαν οὖσαν — 此处承接上一句的“正如对于其他工匠”(ὥσπερ γὰρ καὶ τοῖς ἄλλοις δημιουργοῖς),构成一个比较句。主导动词 δεῖ 在两个部分中共享,说明正如其他工匠需要材料处于适合状态,政治家和立法者也同样需要。
  2. 1326a15οἷον ¦15¦ Ἱπποκράτην οὐκ ἄνθρωπον ἀλλʼ ἰατρὸν εἶναι μείζω φήσειεν ἄν τις τοῦ διαφέροντος κατὰ τὸ μέγεθος τοῦ σώματος — 由潜在希求法 φήσειεν ἄν(“有人可能会说”)引导的“对格加不定式”结构。Ἱπποκράτην 是对格主语,εἶναι 是不定式,μείζω(比较级对格)是表语。比较的对象由属格 τοῦ διαφέροντος(“比在……上胜出的人”)表示。
  3. 1326a20ἀλλʼ ὅσοι πόλεώς εἰσι μέρος — 此处是承接上面两行的分词 ἀποβλέποντας(或其前方的 δεῖ... ἀποβλέπειν)的对比结构。其结构相当于 οὐ κατὰ τὸ τυχὸν πλῆθος... ἀλλʼ [εἰς τούτους] ὅσοι...,关系代词的先行词被省略,但作为关注的对象被默示。
  4. 1326a28τῶν γοῦν δοκουσῶν πολιτεύεσθαι καλῶς οὐδεμίαν ὁρῶμεν οὖσαν ἀνειμένην πρὸς τὸ πλῆθος — 设备 τῶν δοκουσῶν... 是部分属格,修饰主句的宾语 οὐδεμίαν(“……中没有一个”)。οὖσαν ἀνειμένην(来自 ἀνίημι 的完成时被动分词)作为补充性宾语分词与 ὁρῶμεν 连用,表示“我们看不到任何一个处于放任自流的状态”。
  5. 1326a33διὸ καὶ πόλιν ἧς μετὰ μεγέθους ὁ λεχθεὶς ὅρος ὑπάρχει, ταύτην εἶναι καλλίστην ἀναγκαῖον — 句首的对格名词短语 πόλιν... 被后文的指示代词 ταύτην 提前指代,后者作为依赖于非人称谓语 ἀναγκαῖον (ἐστί) 的不定式 εἶναι 的对格主语。

引用这一段

亚里士多德, 政治学 §7.1326a. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg035.humanitext-grc2:7.1326a

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。