Humanitext Reader

亚里士多德 · 政治学 §5.1311a

王政与僭主政的区别及反叛动机

第 103 段,共 155 段 · 希腊语

内容简介

本章节阐明了王政与僭主政在目标和卫队构成上的差异,指出僭主政兼具寡头制和民主制的恶行。随后探讨了针对君主的袭击和阴谋的动机,特别是出于对傲慢侮辱的报复,并结合了具体历史案例。

§5.1311aὅπως οἱ μὲν κεκτημένοι τὰς οὐσίας μηθὲν ἄδικον πάσχωσιν, ὁ δὲ δῆμος μὴ ὑβρίζηται μηθέν·
以便使拥有财产的人不受任何不公待遇,而平民也不受任何侮辱。
ἡ δὲ τυραννίς, ὥσπερ εἴρηται πολλάκις, πρὸς οὐδὲν ἀποβλέπει κοινόν, εἰ μὴ τῆς ἰδίας ὠφελείας χάριν.
然而,正如多次指出的那样,僭主制不关注任何公共利益,除非是为了自身的利益。
ἔστι δὲ σκοπὸς τυραννικὸς μὲν τὸ ἡδύ, βασιλικὸς δὲ τὸ καλόν.
僭主的目标是快乐,而国王的目标则是高尚。
διὸ καὶ τῶν πλεονεκτημάτων τὰ μὲν χρήματα τυραννικὰ, τὰ δʼ εἰς τιμὴν βασιλικὰ μᾶλλον· καὶ φυλακὴ βασιλικὴ μὲν πολιτική, τυραννικὴ δὲ διὰ ξένων.
因此,在诸多优势中,金钱是僭主式的,而涉及荣誉的事物则更具有国王色彩;此外,国王的卫队是由公民组成的,而僭主的卫队则是通过外邦人。
ὅτι δʼ ἡ τυραννὶς ἔχει κακὰ καὶ τὰ τῆς δημοκρατίας καὶ τὰ τῆς ὀλιγαρχίας, φανερόν· ἐκ μὲν ὀλιγαρχίας τὸ τὸ τέλος εἶναι πλοῦτον (οὕτω γὰρ καὶ διαμένειν ἀναγκαῖον μόνως τήν τε φυλακὴν καὶ τὴν τρυφήν), καὶ τὸ τῷ πλήθει μηδὲν πιστεύειν (διὸ καὶ τὴν παραίρεσιν ποιοῦνται τῶν ὅπλων), καὶ τὸ κακοῦν τὸν ὄχλον καὶ τὸ ἐκ τοῦ ἄστεως ἀπελαύνειν καὶ διοικίζειν ἀμφοτέρων κοινόν, καὶ τῆς ὀλιγαρχίας καὶ τῆς τυραννίδος· ἐκ δημοκρατίας δὲ τὸ πολεμεῖν τοῖς γνωρίμοις καὶ διαφθείρειν λάθρᾳ καὶ φανερῶς καὶ φυγαδεύειν ὡς ἀντιτέχνους καὶ πρὸς τὴν ἀρχὴν ἐμποδίους.
而僭主制兼有民主制和寡头制的恶行,这是显而易见的:从寡头制中承袭了以财富为目的(因为只有这样才必然能维持卫队和奢侈生活),以及对大众毫无信任(因此他们也剥夺公民的武器),虐待群众、将其赶出城邦并分散居住,这是两者(即寡头制和僭主制)所共有的;而从民主制中则承袭了与名士对抗,暗中或公开地消灭他们,并以竞争对手和统治障碍为由流放他们。
ἐκ γὰρ τούτων συμβαίνει γίγνεσθαι καὶ τὰς ἐπιβουλάς, τῶν μὲν ἄρχειν αὐτῶν βουλομένων, τῶν δὲ μὴ δουλεύειν.
因为阴谋也正是由此产生的,有的人希望自己统治,有的人则不愿受奴役。
ὅθεν καὶ τὸ Περιάνδρου πρὸς Θρασύβουλον συμβούλευμά ἐστιν, ἡ τῶν ὑπερεχόντων σταχύων κόλουσις, ὡς δέον αἰεὶ τοὺς ὑπερέχοντας τῶν πολιτῶν ἀναιρεῖν.
由此也产生了斐里安德给色拉西布洛斯的建议,即斩落那些长得过高的麦穗,意指应当始终清除那些杰出的市民。
καθάπερ οὖν σχεδὸν ἐλέχθη, τὰς αὐτὰς ἀρχὰς δεῖ νομίζειν περί τε τὰς πολιτείας εἶναι τῶν μεταβολῶν καὶ περὶ τὰς μοναρχίας· διά τε γὰρ ἀδικίαν καὶ διὰ φόβον καὶ διὰ καταφρόνησιν ἐπιτίθενται πολλοὶ τῶν ἀρχομένων ταῖς μοναρχίαις, τῆς δὲ ἀδικίας μάλιστα διʼ ὕβριν, ἐνίοτε δὲ καὶ διὰ τὴν τῶν ἰδίων στέρησιν.
因此,正如几乎已经说过的那样,应当认为关于政体变革的原则与关于君主制的变革原则是相同的;因为由于不公、恐惧和轻蔑,许多被统治者会攻击君主制;而在不公中,尤其是由于傲慢,有时也是因为剥夺私有财产。
ἔστι δὲ καὶ τὰ τέλη ταὐτά, καθάπερ κἀκεῖ, καὶ περὶ τὰς τυραννίδας καὶ τὰς βασιλείας· μέγεθος γὰρ ὑπάρχει πλούτου καὶ τιμῆς τοῖς μονάρχοις, ὧν ἐφίενται πάντες.
而且其目标也是相同的,正如在普通政体中一样,无论是关于僭主政还是王政;因为君主们拥有莫大的财富和荣誉,这是所有人切望的。
τῶν δʼ ἐπιθέσεων αἱ μὲν ἐπὶ τὸ σῶμα γίγνονται τῶν ἀρχόντων, αἱ δʼ ἐπὶ τὴν ἀρχήν.
在这些攻击中,有的是针对统治者的身体,有的是针对统治权。
αἱ μὲν οὖν διʼ ὕβριν ἐπὶ τὸ σῶμα.
由于傲慢引起的攻击是针对人身的。
τῆς δʼ ὕβρεως οὔσης πολυμεροῦς, ἕκαστον αὐτῶν αἴτιον γίγνεται τῆς ὀργῆς· τῶν δʼ ὀργιζομένων σχεδὸν οἱ πλεῖστοι τιμωρίας χάριν ἐπιτίθενται, ἀλλʼ οὐχ ὑπεροχῆς.
由于傲慢有多种表现形式,其中的每一种都会成为愤怒的原因;而在愤怒的人中,几乎大多数人是为了报复而发动攻击,而不是为了优越。
οἷον ἡ μὲν τῶν Πεισιστρατιδῶν διὰ τὸ προπηλακίσαι μὲν τὴν Ἁρμοδίου ἀδελφὴν ἐπηρεάσαι δʼ Ἁρμόδιον (ὁ μὲν γὰρ Ἁρμόδιος διὰ τὴν ἀδελφήν, ὁ δὲ Ἀριστογείτων διὰ τὸν Ἁρμόδιον), ἐπεβούλευσαν δὲ καὶ Περιάνδρῳ τῷ ἐν Ἀμβρακίᾳ τυράννῳ διὰ τὸ συμπίνοντα μετὰ τῶν παιδικῶν ἐρωτῆσαι αὐτὸν εἰ ἤδη ἐξ αὐτοῦ κύει·
例如,对庇西特拉图子嗣们的攻击是因为他们侮辱了哈尔摩狄乌斯的妹妹并虐待了哈尔摩狄乌斯(因为哈尔摩狄乌斯是因为他的妹妹,而阿里斯托革同是因为哈尔摩狄乌斯);他们也曾密谋反对阿姆布拉基亚的僭主斐里安德,因为他在与他的爱童共饮时,问他是否已经怀了他的孩子。

词汇与语法注释

  1. 1311aὅπως — 由 `ὅπως` 引导的从句,承接上一章节末尾的“国王希望成为守卫者”,用以说明其目的或作为守护者的具体职责。
  2. 1311aἐκ μὲν ὀλιγαρχίας — 该结构引入了数个“冠词 + 不定式”的对格短语(如 `τὸ... εἶναι` 等),在句法上省略了“承袭自……”等动词谓语。
  3. 1311aτῶν μὲν ἄρχειν αὐτῶν βουλομένων, τῶν δὲ μὴ δουλεύειν — 这是一个属格独立结构,用以解释阴谋(`τὰς ἐπιβουλάς`)产生的背景或参与者的不同动机。`τῶν μέν` 和 `τῶν δέ` 分别指代两类不同的合谋者。
  4. 1311aὡς δέον — 这是一个对格独立结构,使用了非人称动词 `δεῖ` 的中性分词 `δέον`,表示客观上的必要性或应当(“意指应当……”)。
  5. 1311aτῆς δʼ ὕβρεως οὔσης πολυμεροῦς — 这是一个属格独立结构,具有原因或环境意味,用以解释为何“傲慢”的每一种具体表现形式都会成为引发愤怒的原因。

引用这一段

亚里士多德, 政治学 §5.1311a. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg035.humanitext-grc2:5.1311a

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。