Humanitext Reader

亚里士多德 · 政治学 §5.1310a-5.1310b

适应政体的教育与君主制的起源

第 102 段,共 155 段 · 希腊语

内容简介

作者批评了民主制和寡头制中的极端法律与行为,强调根据政体进行教育对保存政体的重要性。随后,他开始分析君主制(王政与僭主政),结合历史实例阐述了它们不同的起源和产生途径。

§5.1310aὥστε φθείροντες τοῖς καθʼ ὑπεροχὴν νόμοις φθείρουσι τὰς πολιτείας.
因此,他们通过具有超越性(极端)的法律破坏了政体。
ἁμαρτάνουσι δὲ καὶ ἐν ταῖς δημοκρατίαις καὶ ἐν ταῖς ὀλιγαρχίαις, ἐν μὲν ταῖς δημοκρατίαις οἱ δημαγωγοί, ὅπου τὸ πλῆθος κύριον τῶν νόμων· δύο γὰρ ποιοῦσιν ἀεὶ τὴν πόλιν, μαχόμενοι τοῖς εὐπόροις, δεῖ δὲ τοὐναντίον αἰεὶ δοκεῖν λέγειν ὑπὲρ εὐπόρων, ἐν δὲ ταῖς ὀλιγαρχίαις ὑπὲρ τοῦ δήμου τοὺς ὀλιγαρχικούς, καὶ τοὺς ὅρκους ἐναντίους ἢ νῦν ὀμνύναι τοὺς ὀλιγαρχικούς· νῦν μὲν γὰρ ἐν ἐνίαις ὀμνύουσι "καὶ τῷ δήμῳ κακόνους ἔσομαι καὶ βουλεύσω ὅ τι ἂν ἔχω κακόν" , χρὴ δὲ καὶ ὑπολαμβάνειν καὶ ὑποκρίνεσθαι τοὐναντίον, ἐπισημαινομένους ἐν τοῖς ὅρκοις ὅτι "οὐκ ἀδικήσω τὸν δῆμον" .
无论在民主制还是寡头制中,人们都会犯错:在民主制中,是在大众凌驾于法律之上的地方由平民领袖(煽动家)犯错;因为他们总是通过与富人抗争来使城邦分裂为二,而相反,他们本应总是表现得是在为富人说话;而在寡头制中,寡头派则应为平民说话,并且寡头派应当宣读与现在相反的誓言;因为现在在某些城邦中,他们发誓说: “我将对平民怀有敌意,并尽我所能策划坏事”,但他们应当设想并表现得相反,在誓言中表明: “我绝不亏待平民。
μέγιστον δὲ πάντων τῶν εἰρημένων πρὸς τὸ διαμένειν τὰς πολιτείας, οὗ νῦν ὀλιγωροῦσι πάντες, τὸ παιδεύεσθαι πρὸς τὰς πολιτείας.
” 但在所有提到的保存政体的方法中,最重要的是如今大家都忽视的——根据政体进行教育。
ὄφελος γὰρ οὐθὲν τῶν ὠφελιμωτάτων νόμων καὶ συνδεδοξασμένων ὑπὸ πάντων τῶν πολιτευομένων, εἰ μὴ ἔσονται εἰθισμένοι καὶ πεπαιδευμένοι ἐν τῇ πολιτείᾳ, εἰ μὲν οἱ νόμοι δημοτικοί, δημοτικῶς, εἰ δʼ ὀλιγαρχικοί, ὀλιγαρχικῶς.
因为即使最有益且得到所有执政者赞同的法律,如果公民没有在政体中习惯并接受教育(如果法律是民主的,就以民主的方式;如果是寡头的,就以寡头的方式),那也毫无益处。
εἴπερ γὰρ ἔστιν ἐφʼ ἑνὸς ἀκρασία, ἔστι καὶ ἐπὶ πόλεως.
因为如果在一个个人身上存在无自制力,那么在城邦中也会存在。
ἔστι δὲ τὸ πεπαιδεῦσθαι πρὸς τὴν πολιτείαν οὐ τοῦτο, τὸ ποιεῖν οἷς χαίρουσιν οἱ ὀλιγαρχοῦντες ἢ οἱ δημοκρατίαν βουλόμενοι, ἀλλʼ οἷς δυνήσονται οἱ μὲν ὀλιγαρχεῖν οἱ δὲ δημοκρατεῖσθαι.
根据政体接受教育并不是指做寡头派或渴望民主的人所喜欢的事,而是指做能使前者实行寡头统治、使后者在民主制下生活的事。
νῦν δʼ ἐν μὲν ταῖς ὀλιγαρχίαις οἱ τῶν ἀρχόντων υἱοὶ τρυφῶσιν, οἱ δὲ τῶν ἀπόρων γίγνονται γεγυμνασμένοι καὶ πεπονηκότες, ὥστε καὶ βούλονται μᾶλλον καὶ δύνανται νεωτερίζειν· ἐν δὲ ταῖς δημοκρατίαις ταῖς μάλιστα εἶναι δοκούσαις δημοκρατικαῖς τοὐναντίον τοῦ συμφέροντος καθέστηκεν, αἴτιον δὲ τούτου ὅτι κακῶς ὁρίζονται τὸ ἐλεύθερον.
但如今在寡头制中,统治者的儿子们奢侈放逸,而穷人的儿子们则得到锻炼且能吃苦耐劳,从而他们既更渴望也更有能力进行变革;相反,在那些最被认为是民主的民主制中,确立了与利益相反的情况,其原因在于他们对自由的定义是错误的。
δύο γάρ ἐστιν οἷς ἡ δημοκρατία δοκεῖ ὡρίσθαι, τῷ τὸ πλεῖον εἶναι κύριον καὶ τῇ ἐλευθερίᾳ·
因为民主制似乎是由两点来定义的:多数人具有主权,以及自由。
τὸ μὲν γὰρ δίκαιον ἴσον δοκεῖ εἶναι, ἴσον δʼ ὅ τι ἂν δόξῃ τῷ πλήθει, τοῦτʼ εἶναι κύριον, ἐλεύθερον δὲ τὸ ὅ τι ἂν βούληταί τις ποιεῖν·
因为正义被认为是平等,而平等是大众决定的任何事情都具有主权,自由则是做任何自己想做的事。
ὥστε ζῇ ἐν ταῖς τοιαύταις δημοκρατίαις ἕκαστος ὡς βούλεται, καὶ εἰς ὃ χρῄζων, ὡς φησὶν Εὐριπίδης·
因而在这样的民主制中,每个人都按照自己的意愿生活,并“走向自己渴望的目的”,正如欧里庇得斯所说。
τοῦτο δʼ ἐστὶ φαῦλον· οὐ γὰρ δεῖ οἴεσθαι δουλείαν εἶναι τὸ ζῆν πρὸς τὴν πολιτείαν, ἀλλὰ σωτηρίαν.
但这事是恶劣的;因为不应当认为根据政体生活是奴役,而应当认为是保存。
ἐξ ὧν μὲν οὖν αἱ πολιτεῖαι μεταβάλλουσι καὶ φθείρονται, καὶ διὰ τίνων σῴζονται καὶ διαμένουσιν, ὡς ἁπλῶς εἰπεῖν τοσαῦτά ἐστιν.
总之,政体因何而发生变革和破坏,以及通过何种手段得以保存和维持,大致就是这些。
λείπεται δʼ ἐπελθεῖν καὶ περὶ μοναρχίας, ἐξ ὧν τε φθείρεται καὶ διʼ ὧν σῴζεσθαι πέφυκεν.
接下来剩下的就是探讨君主制,它因何而破坏,以及按其本性通过何种手段得以保存。
§5.1310bσχεδὸν δὲ παραπλήσια τοῖς εἰρημένοις περὶ τὰς πολιτείας ἐστὶ καὶ τὰ συμβαίνοντα περὶ τὰς βασιλείας καὶ τὰς τυραννίδας.
关于王政和僭主政发生的事情,几乎与上述关于政体所说的情况相似。
ἡ μὲν γὰρ βασιλεία κατὰ τὴν ἀριστοκρατίαν ἐστίν, ἡ δὲ τυραννὶς ἐξ ὀλιγαρχίας τῆς ὑστάτης σύγκειται καὶ δημοκρατίας· διὸ δὴ καὶ βλαβερωτάτη τοῖς ἀρχομένοις ἐστίν, ἅτε ἐκ δυοῖν συγκειμένη κακῶν καὶ τὰς παρεκβάσεις καὶ τὰς ἁμαρτίας ἔχουσα τὰς παρʼ ἀμφοτέρων τῶν πολιτειῶν.
因为王政类似于贵族制,而僭主政则是由极端的寡头制和民主制结合而成的;因此它对被统治者最为有害,因其由两种恶结合而成,并兼有这两种政体的偏差和错误。
ὑπάρχει δʼ ἡ γένεσις εὐθὺς ἐξ ἐναντίων ἑκατέρᾳ τῶν μοναρχιῶν· ἡ μὲν γὰρ βασιλεία πρὸς βοήθειαν τὴν ἀπὸ τοῦ δήμου τοῖς ἐπιεικέσι γέγονεν, καὶ καθίσταται βασιλεὺς ἐκ τῶν ἐπιεικῶν καθʼ ὑπεροχὴν ἀρετῆς ἢ πράξεων τῶν ἀπὸ τῆς ἀρετῆς, ἢ καθʼ ὑπεροχὴν τοιούτου γένους, ὁ δὲ τύραννος ἐκ τοῦ δήμου καὶ τοῦ πλήθους ἐπὶ τοὺς γνωρίμους, ὅπως ὁ δῆμος ἀδικῆται μηδὲν ὑπʼ αὐτῶν.
而这两种君主制的产生,从一开始就是由相反的方面引起的:因为王政是为了保护贤人(杰出者)免受平民的侵害而产生的,国王是从贤人中因德性的优越、或源于德性的行为的优越、或因这类高贵家族的优越而确立的;而僭主则是从平民和大众中产生,以对抗名士(显贵),使平民不受他们的欺压。
φανερὸν δʼ ἐκ τῶν συμβεβηκότων.
这从历史事实中是很明显的。
σχεδὸν γὰρ οἱ πλεῖστοι τῶν τυράννων γεγόνασιν ἐκ δημαγωγῶν ὡς εἰπεῖν, πιστευθέντες ἐκ τοῦ διαβάλλειν τοὺς γνωρίμους.
因为几乎大多数僭主可以说是从平民领袖中产生的,他们通过中伤名士来获得信任。
αἱ μὲν γὰρ τοῦτον τὸν τρόπον κατέστησαν τῶν τυραννίδων, ἤδη τῶν πόλεων ηὐξημένων, αἱ δὲ πρὸ τούτων ἐκ τῶν βασιλέων παρεκβαινόντων τὰ πάτρια καὶ δεσποτικωτέρας ἀρχῆς ὀρεγομένων, αἱ δὲ ἐκ τῶν αἱρετῶν ἐπὶ τὰς κυρίας ἀρχάς (τὸ γὰρ ἀρχαῖον οἱ δῆμοι καθίστασαν πολυχρονίους τὰς δημιουργίας καὶ τὰς θεωρίας), αἱ δʼ ἐκ τῶν ὀλιγαρχιῶν, αἱρουμένων ἕνα τινὰ κύριον ἐπὶ τὰς μεγίστας ἀρχάς.
有些僭主政是在城邦已经壮大之后以这种方式确立的;而在此之前的僭主政则是由于国王偏离了祖法并追求更为专制的统治而产生的;另一些则是从那些被选任重要官职的人中产生的(因为在古代,平民将最高行政官和使节的任期设得极长);还有一些则是从寡头制中产生的,由于他们选择某一个人作为最高官职的拥有者。
πᾶσι γὰρ ὑπῆρχε τοῖς τρόποις τούτοις τὸ κατεργάζεσθαι ῥᾳδίως, εἰ μόνον βουληθεῖεν, διὰ τὸ δύναμιν προϋπάρχειν τοῖς μὲν βασιλικῆς ἀρχῆς τοῖς δὲ τὴν τῆς τιμῆς·
因为在所有这些方式中,他们都很容易实现这一目标,只要他们愿意,因为权力已经预先存在,对一些人来说是王权的支配,对另一些人来说则是公职的特权。
οἷον Φείδων μὲν περὶ Ἄργος καὶ ἕτεροι τύραννοι κατέστησαν βασιλείας ὑπαρχούσης, οἱ δὲ περὶ τὴν Ἰωνίαν καὶ Φάλαρις ἐκ τῶν τιμῶν, Παναίτιος δʼ ἐν Λεοντίνοις καὶ Κύψελος ἐν Κορίνθῳ καὶ Πεισίστρατος Ἀθήνησι καὶ Διονύσιος ἐν Συρακούσαις καὶ ἕτεροι τὸν αὐτὸν τρόπον ἐκ δημαγωγίας.
例如,在阿耳戈斯的斐冬和其他僭主是在王政已存在的情况下确立的;而爱奥尼亚的僭主和法拉里斯则是从公职确立的;莱翁蒂尼的帕奈提奥斯、科林斯的库普塞洛斯、雅典的庇西特拉图、叙拉古的狄奥尼修斯以及其他人,也是以同样的方式从平民领袖起家的。
καθάπερ οὖν εἴπομεν, ἡ βασιλεία τέτακται κατὰ τὴν ἀριστοκρατίαν.
因此,正如我们所说,王政是属于贵族制一类的。
κατʼ ἀξίαν γάρ ἐστιν, ἢ κατʼ ἰδίαν ἀρετὴν ἢ κατὰ γένος, ἢ κατʼ εὐεργεσίας, ἢ κατὰ ταῦτά τε καὶ δύναμιν.
因为它是根据价值来决定的,或是根据个人的德性、家族,或是根据恩惠,或是根据这些以及实力。
ἅπαντες γὰρ εὐεργετήσαντες ἢ δυνάμενοι τὰς πόλεις ἢ τὰ ἔθνη εὐεργετεῖν ἐτύγχανον τῆς τιμῆς ταύτης, οἱ μὲν κατὰ πόλεμον κωλύσαντες δουλεύειν, ὥσπερ Κόδρος, οἱ δʼ ἐλευθερώσαντες, ὥσπερ Κῦρος, ἢ κτίσαντες ἢ κτησάμενοι χώραν, ὥσπερ οἱ Λακεδαιμονίων βασιλεῖς καὶ Μακεδόνων καὶ Μολοττῶν.
因为所有施予过恩惠、或有能力为城邦和民族施予恩惠的人都获得了这一荣誉,有的人是在战争中阻止了他们被奴役(如科德罗斯),有的人是解放了他们(如居鲁士),或是创建、获得了土地(如拉刻代蒙人、马其顿人和摩罗索斯人的国王)。
βούλεται δʼ ὁ βασιλεὺς εἶναι φύλαξ,
国王希望成为守卫者,

词汇与语法注释

  1. 1310a5δεῖ δὲ τοὐναντίον αἰεὶ δοκεῖν λέγειν ὑπὲρ εὐπόρων — 这是由无人称动词 `δεῖ` 支配的带对格不定式结构,不定式 `λέγειν` 的逻辑主语(平民领袖们)在上下文里被省略。通过伴随动词 `δοκεῖν`(“显得/装作”),该句强调了维持政治“表面姿态”的重要性,而非实际的内心信念。
  2. 1310a14τὸ παιδεύεσθαι πρὸς τὰς πολιτείας — 这一带冠词不定式是起自句首 `μέγιστον` 的句子的真正主语。中性单数冠词将不定式短语名词化,作为前行关系从句 `οὗ νῦν ὀλιγωροῦσι πάντες`(其中属格关系代词 `οὗ` 由动词 `ολιγωρέω` 支配)的先行词。
  3. 1310a15εἰ μὴ ἔσονται εἰθισμένοι — 由 `εἰ` 结合将来直说法的条件从句,在此用作警告或预警性质的条件句(minatory/monitory condition)。它并非单纯的假设,而是表达了“如果不实施教育,法律必然无用”这一逻辑上的必然性。
  4. 1310b9ἡ μὲν γὰρ βασιλεία πρὸς βοήθειαν τὴν ἀπὸ τοῦ δήμου τοῖς ἐπιεικέσι γέγονεν — 与格 `τοῖς ἐπιεικέσι` 修饰名词 `βοήθειαν`(利益或关系与格)。属性介词短语 `τὴν ἀπὸ τοῦ δήμου`(“来自平民的”)明确了危险或侵害的来源,整句意为王政的产生是为了保护或援助杰出者免受来自平民的攻击。

引用这一段

亚里士多德, 政治学 §5.1310a-5.1310b. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg035.humanitext-grc2:5.1310a-5.1310b

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。