Humanitext Reader

亚里士多德 · 政治学 §5.1311b-5.1312a

因个人私怨与轻蔑而袭击君主的实例

第 104 段,共 155 段 · 希腊语

内容简介

本文讨论了因个人恩怨(傲慢、人身虐待和恐惧)而攻击君主的实例,以及出于轻蔑和名誉心(野心)进行袭击的动机。

§5.1311bἡ δὲ Φιλίππου ὑπὸ Παυσανίου διὰ τὸ ἐᾶσαι ὑβρισθῆναι αὐτὸν ὑπὸ τῶν περὶ Ἄτταλον, καὶ ἡ Ἀμύντου τοῦ μικροῦ ὑπὸ Δέρδα διὰ τὸ καυχήσασθαι εἰς τὴν ἡλικίαν αὐτοῦ, καὶ ἡ τοῦ εὐνούχου Εὐαγόρᾳ τῷ Κυπρίῳ· διὰ γὰρ τὸ τὴν γυναῖκα παρελέσθαι τὸν υἱὸν αὐτοῦ ἀπέκτεινεν ὡς ὑβρισμένος.
对腓力的攻击是由帕萨尼亚斯发动的,因为腓力容许他受到阿塔路斯一伙人的侮辱;对矮个子阿敏塔斯的攻击是由德尔达斯发动的,因为阿敏塔斯嘲笑了他的年轻;而宦官对塞浦路斯人欧阿戈拉斯的攻击也是如此,因为欧阿戈拉斯的儿子夺走了他的妻子,他感到受辱而杀害了欧阿戈拉斯。
πολλαὶ δʼ ἐπιθέσεις γεγένηνται καὶ διὰ τὸ εἰς τὸ σῶμα αἰσχῦναι τῶν μονάρχων τινάς.
许多袭击也是因为君主们的肉体受到羞辱而发生的。
οἷον καὶ ἡ Κραταίου εἰς Ἀρχέλαον·
例如克拉泰乌斯对阿克劳斯的攻击。
αἰεὶ γὰρ βαρέως εἶχε πρὸς τὴν ὁμιλίαν, ὥστε ἱκανὴ καὶ ἐλάττων ἂν ἐγένετο πρόφασις—ἢ διότι τῶν θυγατέρων οὐδεμίαν ἔδωκεν ὁμολογήσας αὐτῷ, ἀλλὰ τὴν μὲν προτέραν, κατεχόμενος ὑπὸ πολέμου πρὸς Σίρραν καὶ Ἀρράβαιον, ἔδωκε τῷ βασιλεῖ τῷ τῆς Ἐλιμείας, τὴν δὲ νεωτέραν τῷ υἱεῖ Ἀμύντᾳ, οἰόμενος οὕτως ἂν ἐκεῖνον ἥκιστα διαφέρεσθαι καὶ τὸν ἐκ τῆς Κλεοπάτρας·
因为他总是对这种肉体交往感到痛苦,所以即便更小的借口也已经足够了——或者是因为阿克劳斯在承诺后没有将任何女儿嫁给他,而是由于受到与西拉斯和阿拉巴乌斯的战争所困,把大女儿嫁给了埃利梅亚国王,把小女儿嫁给了儿子阿敏塔斯,认为这样阿敏塔斯和克利奥帕特拉所生的儿子之间的争端会最少。
ἀλλὰ τῆς γε ἀλλοτριότητος ὑπῆρχεν ἀρχὴ τὸ βαρέως φέρειν πρὸς τὴν ἀφροδισιαστικὴν χάριν.
然而,不和的开端是他对肉体上的好意感到痛苦。
συνεπέθετο δὲ καὶ Ἑλλανοκράτης ὁ Λαρισαῖος διὰ τὴν αὐτὴν αἰτίαν· ὡς γὰρ χρώμενος αὐτοῦ τῇ ἡλικίᾳ οὐ κατῆγεν ὑποσχόμενος, διʼ ὕβριν καὶ οὐ διʼ ἐρωτικὴν ἐπιθυμίαν ᾤετο εἶναι τὴν γεγενημένην ὁμιλίαν.
拉里萨人赫拉诺克拉特斯也出于同样的原因参与了攻击:因为阿克劳斯在利用了他的年轻之后没有履行承诺让他回国,他认为这种交往是由于侮辱而非出于情欲。
Πύθων δὲ καὶ Ἡρακλείδης οἱ Αἴνιοι Κότυν διέφθειραν τῷ πατρὶ τιμωροῦντες, Ἀδάμας δʼ ἀπέστη Κότυος διὰ τὸ ἐκτμηθῆναι παῖς ὢν ὑπʼ αὐτοῦ, ὡς ὑβρισμένος.
埃诺斯的皮通和赫拉克莱德斯杀害了科提斯以报父仇,而阿达马斯因为在童年时被科提斯阉割,感到受辱而背叛了科提斯。
πολλοὶ δὲ καὶ διὰ τὸ εἰς τὸ σῶμα αἰκισθῆναι πληγαῖς ὀργισθέντες οἱ μὲν διέφθειραν, οἱ δʼ ἐνεχείρησαν ὡς ὑβρισθέντες, καὶ τῶν περὶ τὰς ἀρχὰς καὶ βασιλικὰς δυναστείας.
还有许多人因为身体受到鞭打等暴行而愤怒,感到受辱而杀害君主或发动袭击,即使是在统治圈和王室权贵周围的人当中也是如此。
οἷον ἐν Μυτιλήνῃ τοὺς Πενθιλίδας Μεγακλῆς περιιόντας καὶ τύπτοντας ταῖς κορύναις ἐπιθέμενος μετὰ τῶν φίλων ἀνεῖλεν, καὶ ὕστερον Σμέρδης Πενθίλον πληγὰς λαβὼν καὶ παρὰ τῆς γυναικὸς ἐξελκυσθεὶς διέφθειρεν.
例如在米蒂利尼,美加克勒斯和他的朋友们袭击并杀害了手持棍棒巡回打人的彭希利达家族成员,后来斯美尔迪斯在受到彭希卢斯的鞭打并被从妻子身边拖走后,杀害了彭希卢斯。
καὶ τῆς Ἀρχελάου δʼ ἐπιθέσεως Δεκάμνιχος ἡγεμὼν ἐγένετο, παροξύνων τοὺς ἐπιθεμένους πρῶτος· αἴτιον δὲ τῆς ὀργῆς ὅτι αὐτὸν ἐξέδωκε μαστιγῶσαι Εὐριπίδῃ τῷ ποιητῇ·
德卡姆尼科斯也成为了攻击阿克劳斯的领头人,最先煽动袭击者;他愤怒的原因是阿克劳斯将他交给诗人欧里庇得斯鞭打。
ὁ δʼ Εὐριπίδης ἐχαλέπαινεν εἰπόντος τι αὐτοῦ εἰς δυσωδίαν τοῦ στόματος.
而欧里庇得斯发怒是因为德卡姆尼科斯说了些关于他口臭的话。
καὶ ἄλλοι δὲ πολλοὶ διὰ τοιαύτας αἰτίας οἱ μὲν ἀνῃρέθησαν οἱ δʼ ἐπεβουλεύθησαν.
还有许多其他人因为此类原因被杀或被密谋攻击。
ὁμοίως δὲ καὶ διὰ φόβον· ἓν γάρ τι τοῦτο τῶν αἰτίων ἦν, ὥσπερ καὶ περὶ τὰς πολιτείας καὶ περὶ τὰς μοναρχίας· οἷον Ξέρξην Ἀρταπάνης φοβούμενος τὴν διαβολὴν τὴν περὶ Δαρεῖον, ὅτι ἐκρέμασεν οὐ κελεύσαντος Ξέρξου, ἀλλʼ οἰόμενος συγγνώσεσθαι ὡς ἀμνημονοῦντα διὰ τὸ δειπνεῖν.
同样也有出于恐惧的:因为这也是原因之一,在普通政体和君主制中皆是如此;例如阿尔塔巴诺斯害怕薛西斯,因为有关达雷斯的谗言,即他未经薛西斯命令就吊死了达雷斯,但他以为薛西斯在用餐时会因疏忽而宽恕他。
αἱ δὲ διὰ καταφρόνησιν, §5.1312aὥσπερ Σαρδανάπαλλον ἰδών τις ξαίνοντα μετὰ τῶν γυναικῶν (εἰ ἀληθῆ ταῦτα οἱ μυθολογοῦντες λέγουσιν· εἰ δὲ μὴ ἐπʼ ἐκείνου, ἀλλʼ ἐπʼ ἄλλου γε ἂν γένοιτο τοῦτο ἀληθές), καὶ Διονυσίῳ τῷ ὑστέρῳ Δίων ἐπέθετο διὰ τὸ καταφρονεῖν, ὁρῶν τούς τε πολίτας οὕτως ἔχοντας καὶ αὐτὸν ἀεὶ μεθύοντα.
而那些出于轻蔑的攻击,正如有人看到萨尔达那帕洛斯与女人们一起梳理羊毛(如果神话传说者所说属实;即便对他不属实,对其他人这也必定属实);迪翁袭击后来的狄奥尼修斯也是因为轻蔑,因为他看到公民们也怀有这种情绪,而狄奥尼修斯自己总是喝得酩酊大醉。
καὶ τῶν φίλων δέ τινες ἐπιτίθενται διὰ καταφρόνησιν· διὰ γὰρ τὸ πιστεύεσθαι καταφρονοῦσιν ὡς λήσοντες.
一些朋友也由于轻蔑而发动攻击:因为他们受到信任,便轻蔑地认为自己不会被察觉。
καὶ οἱ οἰόμενοι δύνασθαι κατασχεῖν τὴν ἀρχὴν τρόπον τινὰ διὰ τὸ καταφρονεῖν ἐπιτίθενται· ὡς δυνάμενοι γὰρ καὶ καταφρονοῦντες τοῦ κινδύνου διὰ τὴν δύναμιν ἐπιχειροῦσι ῥᾳδίως, ὥσπερ οἱ στρατηγοῦντες τοῖς μονάρχοις, οἷον Κῦρος Ἀστυάγει καὶ τοῦ βίου καταφρονῶν καὶ τῆς δυνάμεως διὰ τὸ τὴν μὲν δύναμιν ἐξηργηκέναι αὐτὸν δὲ τρυφᾶν, καὶ Σεύθης ὁ Θρᾷξ Ἀμαδόκῳ στρατηγὸς ὤν.
那些认为自己能够夺取统治权的人,在某种程度上也由于轻蔑而发动攻击;因为他们拥有力量,并因其力量而轻蔑危险,因而轻易下手,就像为君主效力的将军们一样,例如塞鲁士对抗阿斯提阿格斯,他既轻蔑后者的生活方式,也轻蔑其权力,因为后者的权力已然荒废而其自身又耽于奢侈;还有色雷斯人塞乌特斯在担任将军时对抗阿马多科斯。
οἱ δὲ καὶ διὰ πλείω τούτων ἐπιτίθενται, οἷον καὶ καταφρονοῦντες καὶ διὰ κέρδος, ὥσπερ Ἀριοβαρζάνῃ Μιθριδάτης μάλιστα δὲ διὰ ταύτην τὴν αἰτίαν ἐγχειροῦσιν οἱ τὴν φύσιν μὲν θρασεῖς, τιμὴν δʼ ἔχοντες πολεμικὴν παρὰ τοῖς μονάρχοις·
有的人甚至出于比这更多的原因而攻击,例如既出于轻蔑又为了利益,就像米特里达梯对抗阿里奥巴尔赞。
ἀνδρεία γὰρ δύναμιν ἔχουσα θράσος ἐστίν, διʼ ἃς ἀμφοτέρας, ὡς ῥᾳδίως κρατήσοντες, ποιοῦνται τὰς ἐπιθέσεις.
但那些天性大胆、并在君主手下拥有军事荣誉的人最容易出于这种原因动手;因为拥有力量的勇气就是大胆,由于这两者,他们认为自己将轻易获胜,因而发动攻击。
τῶν δὲ διὰ φιλοτιμίαν ἐπιτιθεμένων ἕτερος τρόπος ἔστι τῆς αἰτίας παρὰ τοὺς εἰρημένους πρότερον.
但由于野心(名誉心)而发动攻击的人,其原因的模式与前述的人们不同。
οὐ γὰρ ὥσπερ ἔνιοι τοῖς τυράννοις ἐπιχειροῦσιν ὁρῶντες κέρδη τε μεγάλα καὶ τιμὰς μεγάλας οὔσας αὐτοῖς, οὕτω καὶ τῶν διὰ φιλοτιμίαν ἐπιτιθεμένων ἕκαστος προαιρεῖται κινδυνεύειν· ἀλλʼ ἐκεῖνοι μὲν διὰ τὴν εἰρημένην αἰτίαν, οὗτοι δʼ ὥσπερ κἂν ἄλλης τινὸς γενομένης πράξεως περιττῆς καὶ διʼ ἣν ὀνομαστοὶ γίγνονται καὶ γνώριμοι τοῖς ἄλλοις, οὕτω καὶ τοῖς μονάρχοις ἐγχειροῦσιν, οὐ κτήσασθαι βουλόμενοι μοναρχίαν ἀλλὰ δόξαν.
因为并不是像某些人袭击僭主是因为看到他们拥有巨大的利益和荣誉那样,由于野心而发动攻击的每一个人才选择冒险的;而是前者由于上述原因,而后者则像是在进行任何其他非凡的行为一样(通过这些行为他们变得出名并为他人所知),他们也是这样向君主下手的,并不是想要夺取君主之位,而是为了名望。
οὐ μὴν ἀλλʼ ἐλάχιστοί γε τὸν ἀριθμόν εἰσιν οἱ διὰ ταύτην τὴν αἰτίαν ὁρμῶντες· ὑποκεῖσθαι γὰρ δεῖ τὸ τοῦ σωθῆναι μηδὲν φροντίζειν, ἂν μὴ μέλλῃ κατασχήσειν τὴν πρᾶξιν.
然而,出于这一原因而行动的人在数量上极少;因为必须具备不考虑生存的预设,除非他准备完成这一事业。
οἷς ἀκολουθεῖν μὲν δεῖ τὴν Δίωνος ὑπόληψιν, οὐ ῥᾴδιον δʼ αὐτὴν ἐγγενέσθαι πολλοῖς· ἐκεῖνος γὰρ μετʼ ὀλίγων ἐστράτευσεν ἐπὶ Διονύσιον οὕτως ἔχειν φάσκων ὡς ὅποι περ ἂν δύνηται προελθεῖν, ἱκανὸν αὑτῷ τοσοῦτον μετασχεῖν τῆς πράξεως, οἷον εἰ μικρὸν ἐπιβάντα τῆς γῆς εὐθὺς συμβαίη τελευτῆσαι τοῦτον καλῶς ἔχειν αὑτῷ τὸν θάνατον.
他们必须怀有迪翁的心态,但这并不容易在许多人中产生:因为他率领少数人征讨狄奥尼修斯,声称无论自己能推进到哪里,对他来说能参与到这种程度的行动就已经足够了,例如,即便刚踏上这片土地不久就死去了,这种死亡对他而言也是高尚的。
φθείρεται δὲ τυραννὶς ἕνα μὲν τρόπον, ὥσπερ καὶ τῶν ἄλλων ἑκάστη πολιτειῶν, ἔξωθεν,
而僭主制被瓦解,一种方式是从外部,就像其他每一种政体一样,

词汇与语法注释

  1. 1311b8πρὸς τὴν ὁμιλίαν — 指“交往”,在此特指与阿克劳斯的同性恋关系(性接触)。
  2. 1311b38ὡς ἀμνημονοῦντα διὰ τὸ δειπνεῖν — 这是一个与薛西斯(作为隐含不定式的主语)相一致的分词。它表明阿尔塔巴诺斯认为薛西斯会宽恕他,因为薛西斯当时正在用餐而会忘记[是否下过命令]。
  3. 1312a32ὑποκεῖσθαι γὰρ δεῖ τὸ τοῦ σωθῆναι μηδὲν φροντίζειν — 带有冠词的不定式短语 τὸ ... φροντίζει起无人称动词 δεῖ 的主语作用。它解释了必须完全不顾及自身安全的觉悟。

引用这一段

亚里士多德, 政治学 §5.1311b-5.1312a. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg035.humanitext-grc2:5.1311b-5.1312a

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。