Humanitext Reader

亚里士多德 · 政治学 §5.1307b-5.1308a

贵族政体的渐次瓦解与维持政体的方法

第 99 段,共 155 段 · 希腊语

内容简介

本节结合图里伊的实例,阐述了贵族政体由于微小变革的积累而逐渐瓦解的过程。随后讨论了维持和保护政体的措施,包括在初期防范违法行为、公正对待非公民和大众、维护公民间的平等、保持对危险的警惕,以及调整财产资格。

§5.1307bμάλιστα δὲ λανθάνουσιν αἱ ἀριστοκρατίαι μεταβάλλουσαι τῷ λύεσθαι κατὰ μικρόν, ὅπερ εἴρηται ἐν τοῖς πρότερον καθόλου κατὰ πασῶν τῶν πολιτειῶν, ὅτι αἴτιον τῶν μεταβολῶν καὶ τὸ μικρόν ἐστιν·
而贵族政体最是在不知不觉中发生变革,因为它们是逐渐瓦解的,正如以前对所有政体作普遍阐述时所说,即使是微小的事情也是变革的原因。
ὅταν γάρ τι προῶνται τῶν πρὸς τὴν πολιτείαν, μετὰ τοῦτο καὶ ἄλλο μικρῷ μεῖζον εὐχερέστερον κινοῦσιν, ἕως ἂν πάντα κινήσωσι τὸν κόσμον.
因为,一旦他们放弃了与政体相关的某些部分,在此之后,他们就会更容易地改变另一个稍大一些的部分,直到他们把整个秩序都改变了。
συνέβη δὲ τοῦτο καὶ ἐπὶ τῆς Θουρίων πολιτείας.
这种情况也发生在图里伊的政体中。
νόμου γὰρ ὄντος διὰ πέντε ἐτῶν στρατηγεῖν, γενόμενοί τινες πολεμικοὶ τῶν νεωτέρων καὶ παρὰ τῷ πλήθει τῶν φρουρῶν εὐδοκιμοῦντες, καταφρονήσαντες τῶν ἐν τοῖς πράγμασι καὶ νομίζοντες ῥᾳδίως κατασχήσειν, τοῦτον τὸν νόμον λύειν ἐπεχείρησαν πρῶτον, ὥστʼ ἐξεῖναι τοὺς αὐτοὺς συνεχῶς στρατηγεῖν, ὁρῶντες τὸν δῆμον αὐτοὺς χειροτονήσοντα προθύμως.
因为当时有一项法律规定,每隔五年才能担任将军,但一些年轻的、好战的、在卫兵大众中享有声望的人,蔑视那些执掌政权的人,并认为能够轻易夺取政权,于是首先企图废除这项法律,以便允许同一批人连续担任将军,因为他们看到平民会热心地选举他们。
οἱ δʼ ἐπὶ τούτῳ τεταγμένοι τῶν ἀρχόντων, οἱ καλούμενοι σύμβουλοι, ὁρμήσαντες τὸ πρῶτον ἐναντιοῦσθαι συνεπείσθησαν, ὑπολαμβάνοντες τοῦτον κινήσαντας τὸν νόμον ἐάσειν τὴν ἄλλην πολιτείαν, ὕστερον δὲ βουλόμενοι κωλύειν ἄλλων κινουμένων οὐκέτι πλέον ἐποίουν οὐθέν, ἀλλὰ μετέβαλεν ἡ τάξις πᾶσα τῆς πολιτείας εἰς δυναστείαν τῶν ἐπιχειρησάντων νεωτερίζειν.
而负责维持法律的、被称为“咨询官”的官员们,起初虽然起而反对,但最终被说服而同意了,他们以为改变了这项法律之后,那些人就会放过政体的其他部分。 但后来,当他们想要阻止其他部分的改变时,已经无能为力了,整个政体秩序彻底变为了那些企图进行变革的党派的寡头统治(特权支配)。
πᾶσαι δʼ αἱ πολιτεῖαι λύονται ὁτὲ μὲν ἐξ αὑτῶν ὁτὲ δʼ ἔξωθεν, ὅταν ἐναντία πολιτεία ᾖ ἢ πλησίον ἢ πόρρω μὲν ἔχουσα δὲ δύναμιν.
此外,所有政体有时因内部原因、有时因外部原因而瓦解,即当存在一个对立的政体,且这个政体要么在邻近,要么虽远但拥有强大的力量。
ὅπερ συνέβαινεν ἐπʼ Ἀθηναίων καὶ Λακεδαιμονίων·
这曾发生在雅典人和拉刻代蒙人的情况下。
οἱ μὲν γὰρ Ἀθηναῖοι πανταχοῦ τὰς ὀλιγαρχίας, οἱ δὲ Λάκωνες τοὺς δήμους κατέλυον.
因为雅典人到处推翻寡头政体,而拉刻代蒙人则推翻民主政体。
ὅθεν μὲν οὖν αἱ μεταβολαὶ γίγνονται τῶν πολιτειῶν καὶ αἱ στάσεις, εἴρηται σχεδόν.
因此,政体的变革和内讧产生的原因,基本上已经阐明了。
περὶ δὲ σωτηρίας καὶ κοινῇ καὶ χωρὶς ἑκάστης πολιτείας ἐχόμενόν ἐστιν εἰπεῖν.
接下来,必须就整体以及各别政体的维持进行论述。
πρῶτον μὲν οὖν δῆλον ὅτι, εἴπερ ἔχομεν διʼ ὧν φθείρονται αἱ πολιτεῖαι, ἔχομεν καὶ διʼ ὧν σῴζονται· τῶν γὰρ ἐναντίων τἀναντία ποιητικά, φθορὰ δὲ σωτηρίᾳ ἐναντίον.
首先显而易见的是,如果我们知道政体是如何被破坏的,我们也同样知道它们是如何被维持的;因为相反的事物会产生相反的结果,而破坏是维持的反面。
ἐν μὲν οὖν ταῖς εὖ κεκραμέναις πολιτείαις, εἰπερ ἄλλο τι δεῖ τηρεῖν ὅπως μηθὲν παρανομῶσι, καὶ μάλιστα τὸ μικρὸν φυλάττειν·
因此,在混合良好的政体中,如果确实有必要监视其他事情以防其违法,那么最需要防范的就是微小的违法行为。
λανθάνει γὰρ παραδυομένη ἡ παρανομία, ὥσπερ τὰς οὐσίας τὸ μικρὸν δαπάνημα ἀναιρεῖ πολλάκις γινόμενον.
因为违法行为是在不知不觉中潜入的,正如微小的支出经常发生,往往会消灭家产一样。
λανθάνει γὰρ ἡ δαπάνη διὰ τὸ μὴ ἀθρόα γίγνεσθαι· παραλογίζεται γὰρ ἡ διάνοια ὑπʼ αὐτῶν, ὥσπερ ὁ σοφιστικὸς λόγος "εἰ ἕκαστον μικρόν, καὶ πάντα" ·
因为支出不是一次性发生的,所以不被察觉;人们的心智被它们所蒙蔽,正如诡辩所说: “如果每一个都是微小的,那么全部也是微小的。
τοῦτο δʼ ἔστι μὲν ὥς, ἔστι δʼ ὡς οὔ·
” 这在某种意义上是对的,但在另一种意义上并非如此。
τὸ γὰρ ὅλον καὶ τὰ πάντα οὐ μικρόν, ἀλλὰ σύγκειται ἐκ μικρῶν.
因为整体和全部并不是微小的,而是由微小的部分组成的。
μίαν μὲν οὖν φυλακὴν ταύτην πρὸς τὴν ἀρχὴν δεῖ ποιεῖσθαι· ἔπειτα μὴ πιστεύειν τοῖς σοφίσματος χάριν πρὸς τὸ πλῆθος συγκειμένοις,
因此,必须对这种(违法的)开端采取这第一种防范措施;其次,不要信任那些为了愚弄大众而精心设计的诡辩(手段)。
§5.1308aἐξελέγχεται γὰρ ὑπὸ τῶν ἔργων (ποῖα δὲ λέγομεν τῶν πολιτειῶν σοφίσματα, πρότερον εἴρηται).
因为它们会被事实所驳倒(我们在政体中所说的诡辩是指什么,以前已经说过)。
ἔτι δʼ ὁρᾶν ὅτι ἔνιαι μένουσιν οὐ μόνον ἀριστοκρατίαι ἀλλὰ καὶ ὀλιγαρχίαι οὐ διὰ τὸ ἀσφαλεῖς εἶναι τὰς πολιτείας, ἀλλὰ διὰ τὸ εὖ χρῆσθαι τοὺς ἐν ταῖς ἀρχαῖς γινομένους καὶ τοῖς ἔξω τῆς πολιτείας καὶ τοῖς ἐν τῷ πολιτεύματι, τοὺς μὲν μὴ μετέχοντας τῷ μὴ ἀδικεῖν καὶ τῷ τοὺς ἡγεμονικοὺς αὐτῶν εἰσάγειν εἰς τὴν πολιτείαν καὶ τοὺς μὲν φιλοτίμους μὴ ἀδικεῖν εἰς ἀτιμίαν τοὺς δὲ πολλοὺς εἰς κέρδος, πρὸς αὑτοὺς δὲ καὶ τοὺς μετέχοντας τῷ χρῆσθαι ἀλλήλοις δημοτικῶς.
此外,还要看到,不仅是一些贵族政体,而且还有一些寡头政体之所以能够存续,并不是因为这些政体本身是安全的,而是因为居官者能够很好地对待政体之外的人(非公民)和统治集团内部的人(公民)。 对于未参与政体的人,他们不加不公对待,并将他们之中的领袖人物引入政体;对于重名誉的人,不在名誉上予以侮辱;对于大众,不在利益上予以侵害;而对于他们自己和参与政体的人,则在彼此交往中采取民主(平等)的态度。
ὃ γὰρ ἐπὶ τοῦ πλήθους ζητοῦσιν οἱ δημοτικοί, τὸ ἴσον, τοῦτʼ ἐπὶ τῶν ὁμοίων οὐ μόνον δίκαιον ἀλλὰ καὶ συμφέρον ἐστίν.
因为民主派为大众所寻求的“平等”,在同等者之间不仅是正義的,也是有利的。
διὸ ἐὰν πλείους ὦσιν ἐν τῷ πολιτεύματι, πολλὰ συμφέρει τῶν δημοτικῶν νομοθετημάτων, οἷον τὸ ἑξαμήνους τὰς ἀρχὰς εἶναι, ἵνα πάντες οἱ ὅμοιοι μετέχωσιν·
因此,如果统治集团中的人数较多,许多民主制的立法是有利的,例如官职任期为六个月,以便所有同等者都能参与。
ἔστι γὰρ ὥσπερ δῆμος ἤδη οἱ ὅμοιοι (διὸ καὶ ἐν τούτοις ἐγγίγνονται δημαγωγοὶ πολλάκις, ὥσπερ εἴρηται πρότερον), ἔπειθʼ ἧττον εἰς δυναστείας ἐμπίπτουσιν αἱ ὀλιγαρχίαι καὶ ἀριστοκρατίαι (οὐ γὰρ ὁμοίως ῥᾴδιον κακουργῆσαι ὀλίγον χρόνον ἄρχοντας καὶ πολύν, ἐπεὶ διὰ τοῦτο ἐν ταῖς ὀλιγαρχίαις καὶ δημοκρατίαις γίγνονται τυραννίδες· ἢ γὰρ οἱ μέγιστοι ἐν ἑκατέρᾳ ἐπιτίθενται τυραννίδι, ἔνθα μὲν οἱ δημαγωγοὶ ἔνθα δʼ οἱ δυνάσται, ἢ οἱ τὰς μεγίστας ἔχοντες ἀρχάς, ὅταν πολὺν χρόνον ἄρχωσιν).
因为同等者(人数众多时)已经像是一种平民(因此在他们中间也经常产生煽动者[民粹领袖],正如以前所说),此外,寡头政体和贵族政体也较少陷入少数的党派特权支配(因为短时间执政者比起长时间执政者,要作恶并不那么容易,正是因为这个原因,在寡头政体和民主政体中会产生僭主政体:因为要么是各政体中最有势力的人企图实行僭主统治,在前者是煽动者,在后者是特权者;要么是掌握最大官职的人在长期执政时企图实行僭主统治)。
σῴζονται δʼ αἱ πολιτεῖαι οὐ μόνον διὰ τὸ πόρρω εἶναι τῶν διαφθειρόντων, ἀλλʼ ἐνίοτε καὶ διὰ τὸ ἐγγύς·
政体的维持,不仅是因为远离破坏因素,有时也是因为它们临近。
φοβούμενοι γὰρ διὰ χειρῶν ἔχουσι μᾶλλον τὴν πολιτείαν.
因为在恐惧中,人们会更紧地掌握(警惕)政体。
ὥστε δεῖ τοὺς τῆς πολιτείας φροντίζοντας φόβους παρασκευάζειν, ἵνα φυλάττωσι καὶ μὴ καταλύωσιν ὥσπερ νυκτερινὴν φυλακὴν τὴν τῆς πολιτείας τήρησιν, καὶ τὸ πόρρω ἐγγὺς ποιεῖν.
因此,关心政体的人必须制造恐惧,以便像夜间值班一样,防范和不瓦解政体的维持,并将遥远的(危险)拉近。
ἔτι τὰς τῶν γνωρίμων φιλονεικίας καὶ στάσεις καὶ διὰ τῶν νόμων πειρᾶσθαι δεῖ φυλάττειν, καὶ τοὺς ἔξω τῆς φιλονεικίας ὄντας πρὶν παρειληφέναι καὶ αὐτούς, ὡς τὸ ἐν ἀρχῇ γινόμενον κακὸν γνῶναι οὐ τοῦ τυχόντος ἀλλὰ πολιτικοῦ ἀνδρός.
此外,名门望族之间的争斗和内讧,也必须设法通过法律进行防范,并且必须在争斗之外的人自己也卷入之前予以防范,因为在邪恶开始时就认识到它,不是普通人所能做到的,而是政治家才能做到的。
πρὸς δὲ τὴν διὰ τὰ τιμήματα γιγνομένην μεταβολὴν ἐξ ὀλιγαρχίας καὶ πολιτείας, ὅταν συμβαίνῃ τοῦτο μενόντων μὲν τῶν αὐτῶν τιμημάτων εὐπορίας δὲ νομίσματος γιγνομένης, συμφέρει τοῦ τιμήματος ἐπισκοπεῖν τοῦ κοινοῦ τὸ πλῆθος πρὸς τὸ παρελθόν, ἐν ὅσαις μὲν πόλεσι τιμῶνται κατʼ ἐνιαυτόν, κατὰ τοῦτον τὸν χρόνον,
至于由于财产资格而引起的从寡头政体和混合政体的变革,当这种情况发生在财产评估额保持不变、而货币丰裕(通货膨胀)时,将公共评估总额与过去进行对照考察是有利的,在那些每年进行评估的城邦中,就在这个时间进行,

词汇与语法注释

  1. 1307bτούτον κινήσαντας — 表条件的状语分词,译为“如果改变了这项法律”。宾格的 κινήσαντας 与不定式 ἐάσειν 的未明示主语(企图变革的青年们)在性、数、格上保持一致。
  2. 1308aτοὺς μὲν μὴ μετέχοντας — 虽然动词 χρῆσθαι 在前文中支配与格(τοῖς ἔξω 和 τοῖς ἐν),但此处构文发生转变(破格),出现了宾格 τοὺς ... μετέχοντας,作为 χρῆσθαι 的宾语,意为“对于未参与者”。

引用这一段

亚里士多德, 政治学 §5.1307b-5.1308a. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg035.humanitext-grc2:5.1307b-5.1308a

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。