§5.1307aθλιβόμενοι γάρ τινες διὰ τὸν πόλεμον ἠξίουν ἀνάδαστον ποιεῖν τὴν χώραν)·
因为一些人在战争中生活困顿,要求对土地进行重新分配。
ἔτι ἐάν τις μέγας ᾖ καὶ δυνάμενος ἔτι μείζων εἶναι, ἵνα μοναρχῇ, ὥσπερ ἐν Λακεδαίμονι δοκεῖ Παυσανίας ὁ στρατηγήσας κατὰ τὸν Μηδικὸν πόλεμον, καὶ ἐν Καρχηδόνι Ἄννων.
)此外,如果某人地位显赫,并且有能力变得更加显赫,以便实行君主专制,正如在拉刻代蒙,在波斯战争期间担任统帅的保萨尼阿斯似乎就是如此,以及在迦太基的汉农。
λύονται δὲ μάλιστα αἵ τε πολιτεῖαι καὶ αἱ ἀριστοκρατίαι διὰ τὴν ἐν αὐτῇ τῇ πολιτείᾳ τοῦ δικαίου παρέκβασιν.
平民政体(共和政)和贵族政体,最主要是由于在其政体本身中对正义的偏离而瓦解。
ἀρχὴ γὰρ τὸ μὴ μεμεῖχθαι καλῶς ἐν μὲν τῇ πολιτείᾳ δημοκρατίαν καὶ ὀλιγαρχίαν, ἐν δὲ τῇ ἀριστοκρατίᾳ ταῦτά τε καὶ τὴν ἀρετήν, μάλιστα δὲ τὰ δύο· λέγω δὲ τὰ δύο δῆμον καὶ ὀλιγαρχίαν.
因为其根源在于,在平民政体中民主制与寡头制未能良好混合,而在贵族政体中则是这些与美德未能良好混合,尤其是这二者——我所说的二者是指平民与寡头。
ταῦτα γὰρ αἱ πολιτεῖαί τε πειρῶνται μιγνύναι καὶ αἱ πολλαὶ τῶν καλουμένων ἀριστοκρατιῶν.
因为平民政体和许多所谓的贵族政体都企图将这些混合起来。
διαφέρουσι γὰρ τῶν ὀνομαζομένων πολιτειῶν αἱ ἀριστοκρατίαι τούτῳ, καὶ διὰ τοῦτʼ εἰσὶν αἱ μὲν ἧττον αἱ δὲ μᾶλλον μόνιμοι αὐτῶν· τὰς γὰρ ἀποκλινούσας μᾶλλον πρὸς τὴν ὀλιγαρχίαν ἀριστοκρατίας καλοῦσιν, τὰς δὲ πρὸς τὸ πλῆθος πολιτείας· διόπερ ἀσφαλέστεραι αἱ τοιαῦται τῶν ἑτέρων εἰσίν· κρεῖττόν τε γὰρ τὸ πλεῖον, καὶ μᾶλλον ἀγαπῶσιν ἴσον ἔχοντες, οἱ δʼ ἐν ταῖς εὐπορίαις, ἂν ἡ πολιτεία διδῷ τὴν ὑπεροχήν, ὑβρίζειν ζητοῦσι καὶ πλεονεκτεῖν.
实际上,贵族政体与所谓的平民政体不同之处就在于此,也正因为如此,在它们之中,有些较不稳定,而有些则较稳定;因为人们把较偏向寡头制的称为贵族政体,而把较偏向大众的称为平民政体;因此,此类政体比另一类政体更安全;因为多数更为强大,且人们在享有平等份额时更为满足,而在富裕境遇中的人们,如果政体赋予他们优越地位,企图专横跋扈并谋求更多利益。
ὅλως δʼ ἐφʼ ὁπότερον ἂν ἐγκλίνῃ ἡ πολιτεία, ἐπὶ τοῦτο μεθίσταται ἑκατέρων τὸ σφέτερον αὐξανόντων, οἷον ἡ μὲν πολιτεία εἰς δῆμον, ἀριστοκρατία δʼ εἰς ὀλιγαρχίαν· ἢ εἰς τἀναντία, οἷον ἡ μὲν ἀριστοκρατία εἰς δῆμον (ὡς ἀδικούμενοι γὰρ περισπῶσιν εἰς τοὐναντίον οἱ ἀπορώτεροι), αἱ δὲ πολιτεῖαι εἰς ὀλιγαρχίαν (μόνον γὰρ μόνιμον τὸ κατʼ ἀξίαν ἴσον καὶ τὸ ἔχειν τὰ αὑτῶν)· συνέβη δὲ τὸ εἰρημένον ἐν Θουρίοις.
总之,政体无论向哪一方面倾斜,随着双方各自增加自己的势力,它就会向那一方向过渡,例如,平民政体过渡为民主政体,贵族政体过渡为寡头政体;或者向相反方向过渡,例如贵族政体过渡为民主政体(因为较贫困者因感到受委屈而把[政体]拉向相反的方向),而平民政体过渡为寡头政体(因为唯一稳定的只有按价值分配的平等以及各自保有自己的财产);而上述情况曾在图里伊发生。
διὰ μὲν γὰρ τὸ ἀπὸ πλείονος τιμήματος εἶναι τὰς ἀρχὰς εἰς ἔλαττον μετέβη καὶ εἰς ἀρχεῖα πλείω, διὰ δὲ τὸ τὴν χώραν ὅλην τοὺς γνωρίμους συγκτήσασθαι παρὰ τὸν νόμον (ἡ γὰρ πολιτεία ὀλιγαρχικωτέρα ἦν, ὥστε ἐδύναντο πλεονεκτεῖν) ὁ δὲ δῆμος γυμνασθεὶς ἐν τῷ πολέμῳ τῶν φρουρῶν ἐγένετο κρείττων, ἕως ἀφεῖσαν τῆς χώρας ὅσοι πλείω ἦσαν ἔχοντες.
因为官职原本是基于较高的财产资格,后来转变为较低的财产资格并增加了官职的数量,但由于名门望族违反法律占有了全部土地(因为该政体较为偏向寡头制,以至于他们能够谋取更多利益),平民在战争中得到了锻炼,变得比卫兵更加强大,直到那些占有较多土地的人放弃了土地。
ἔτι διὰ τὸ πάσας τὰς ἀριστοκρατικὰς πολιτείας ὀλιγαρχικὰς εἶναι μᾶλλον πλεονεκτοῦσιν οἱ γνώριμοι, οἷον καὶ ἐν Λακεδαίμονι εἰς ὀλίγους αἱ οὐσίαι ἔρχονται· καὶ ἔξεστι ποιεῖν ὅ τι ἂν θέλωσι τοῖς γνωρίμοις μᾶλλον, καὶ κηδεύειν ὅτῳ θέλουσιν, διὸ καὶ ἡ Λοκρῶν πόλις ἀπώλετο ἐκ τῆς πρὸς Διονύσιον κηδείας, ὃ ἐν δημοκρατίᾳ οὐκ ἂν ἐγένετο, οὐδʼ ἂν ἐν ἀριστοκρατίᾳ εὖ μεμειγμένῃ.
此外,由于所有贵族制政体都较具寡头色彩,名门望族更倾向于谋取私利,例如在拉刻代蒙,资产也落入少数人手中;并且名门望族更可以为所欲为,并与他们所愿的任何人缔结婚姻,因此,洛克里人的城邦也因与狄奥尼修斯的姻亲关系而毁灭,这在民主政体中是不会发生的,在良好混合的贵族政体中也不会发生。