§5.1305aσυνέβη δὲ ταὐτὸν καὶ περὶ Κύμην ἐπὶ τῆς δημοκρατίας ἣν κατέλυσε Θρασύμαχος.
同样的事情也发生在库墨,处于被色拉西马库斯推翻的民主制之下。
σχεδὸν δὲ καὶ ἐπὶ τῶν ἄλλων ἄν τις ἴδοι θεωρῶν τὰς μεταβολὰς τοῦτον ἐχούσας τὸν τρόπον.
如果有人考察其他事例,就会发现几乎所有的变革都是以这种方式发生的。
ὁτὲ μὲν γάρ, ἵνα χαρίζωνται, ἀδικοῦντες τοὺς γνωρίμους συνιστᾶσιν, ἢ τὰς οὐσίας ἀναδάστους ποιοῦντες ἢ τὰς προσόδους ταῖς λειτουργίαις, ὁτὲ δὲ διαβάλλοντες, ἵνʼ ἔχωσι δημεύειν τὰ κτήματα τῶν πλουσίων.
因为有时,为了迎合大众,他们通过对名门显贵施加不公待遇而迫使他们联合起来,要么将他们的财产予以重新分配,要么通过公共义务使他们的收入[处于重新分配的状态];而另一些时候,他们则通过中伤他们,以便能够没收富人的资产。
ἐπὶ δὲ τῶν ἀρχαίων, ὅτε γένοιτο ὁ αὐτὸς δημαγωγὸς καὶ στρατηγός, εἰς τυραννίδα μετέβαλλον· σχεδὸν γὰρ οἱ πλεῖστοι τῶν ἀρχαίων τυράννων ἐκ δημαγωγῶν γεγόνασιν.
而在古代,当同一个人既是煽动者又是将军时,政体就会转向僭主政体;因为几乎大多数古代僭主都是由煽动者起家的。
αἴτιον δὲ τοῦ τότε μὲν γίγνεσθαι νῦν δὲ μή, ὅτι τότε μὲν οἱ δημαγωγοὶ ἦσαν ἐκ τῶν στρατηγούντων (οὐ γάρ πω δεινοὶ ἦσαν λέγειν), νῦν δὲ τῆς ῥητορικῆς ηὐξημένης οἱ δυνάμενοι λέγειν δημαγωγοῦσι μέν, διʼ ἀπειρίαν δὲ τῶν πολεμικῶν οὐκ ἐπιτίθενται, πλὴν εἴ που βραχύ τι γέγονε τοιοῦτον.
这种情况在当时发生而在现在不发生的原因在于:当时煽动者出自担任将军的人(因为当时他们还不善于辞令),而现在由于修辞学的发展,善于词令的人充当了煽动者,但由于缺乏军事经验,他们不会企图夺取权力,除非在某些地方极偶然地发生了类似的事情。
ἐγίγνοντο δὲ τυραννίδες πρότερον μᾶλλον ἢ νῦν καὶ διὰ τὸ μεγάλας ἀρχὰς ἐγχειρίζεσθαί τισιν, ὥσπερ ἐν Μιλήτῳ ἐκ τῆς πρυτανείας (πολλῶν γὰρ ἦν καὶ μεγάλων κύριος ὁ πρύτανις).
此外,以前比现在更容易产生僭主政体,也是因为某些人被委以重任,例如米利都的普里塔尼斯职权(因为普里塔尼斯掌握着许多重大的权力)。
ἔτι δὲ διὰ τὸ μὴ μεγάλας εἶναι τότε τὰς πόλεις, ἀλλʼ ἐπὶ τῶν ἀγρῶν οἰκεῖν τὸν δῆμον ἄσχολον ὄντα πρὸς τοῖς ἔργοις, οἱ προστάται τοῦ δήμου, ὅτε πολεμικοὶ γένοιντο, τυραννίδι ἐπετίθεντο.
再者,当时城邦规模不大,而平民居住在乡间,因忙于劳作而无暇他顾,因此平民的领袖们一旦具有军事才能,就会企图建立僭主政体。
πάντες δὲ τοῦτο ἔδρων ὑπὸ τοῦ δήμου πιστευθέντες, ἡ δὲ πίστις ἦν ἡ ἀπέχθεια ἡ πρὸς τοὺς πλουσίους, οἷον Ἀθήνησί τε Πεισίστρατος στασιάσας πρὸς τοὺς πεδιακούς, καὶ Θεαγένης ἐν Μεγάροις τῶν εὐπόρων τὰ κτήνη ἀποσφάξας, λαβὼν παρὰ τὸν ποταμὸν ἐπινέμοντας, καὶ Διονύσιος κατηγορῶν Δαφναίου καὶ τῶν πλουσίων ἠξιώθη τῆς τυραννίδος, διὰ τὴν ἔχθραν πιστευθεὶς ὡς δημοτικὸς ὤν.
他们之所以能做到这一点,都是因为得到了平民的信任,而这种信任就源于对富人的憎恨,例如在雅典,庇西特拉图通过挑起针对平原派的内讧,而在麦加拉,西阿根尼斯宰杀了富人在河边放牧的牲畜,以及狄奥尼修斯通过指控达夫奈乌斯和富人,因其对富人的敌意而被信任为平民派,从而获得了僭主的地位。
μεταβάλλουσι δὲ καὶ ἐκ τῆς πατρίας δημοκρατίας εἰς τὴν νεωτάτην· ὅπου γὰρ αἱρεταὶ μὲν αἱ ἀρχαί, μὴ ἀπὸ τιμημάτων δέ, αἱρεῖται δὲ ὁ δῆμος, δημαγωγοῦντες οἱ σπουδαρχιῶντες εἰς τοῦτο καθιστᾶσιν ὥστε κύριον εἶναι τὸν δῆμον καὶ τῶν νόμων.
此外,政体也会从祖传的民主制转变为最新型的民主制;因为在那些官职虽然通过选举产生但不设财产资格限制、且由平民进行选举的地方,那些热衷于追求官职的人通过煽动平民,使事态发展到平民甚至对法律也拥有最高决定权的程度。
ἄκος δὲ τοῦ μὴ γίγνεσθαι ἢ τοῦ γίγνεσθαι ἧττον τὸ τὰς φυλὰς φέρειν τοὺς ἄρχοντας, ἀλλὰ μὴ πάντα τὸν δῆμον.
要防止这种情况发生或减少其发生,补救办法是由各部落选出执政官,而不是由全体平民选举。
τῶν μὲν οὖν δημοκρατιῶν αἱ μεταβολαὶ γίγνονται πᾶσαι σχεδὸν διὰ ταύτας τὰς αἰτίας.
民主政体的变革,几乎全都是由于这些原因发生的。
αἱ δʼ ὀλιγαρχίαι μεταβάλλουσι διὰ δύο μάλιστα τρόπους τοὺς φανερωτάτους, ἕνα μὲν ἐὰν ἀδικῶσι τὸ πλῆθος· πᾶς γὰρ ἱκανὸς γίνεται προστάτης, μάλιστα δʼ ὅταν ἐξ αὐτῆς συμβῇ τῆς ὀλιγαρχίας γίνεσθαι τὸν ἡγεμόνα, καθάπερ ἐν Νάξῳ Λύγδαμις, ὃς καὶ ἐτυράννησεν ὕστερον τῶν Ναξίων.
而寡头政体则主要通过两种最显而易见的方式发生变革:第一种是如果他们不公正地对待大众;因为任何人都会成为足够合格的领袖,尤其是当这位领袖恰好来自寡头集团内部时,就像纳克索斯的吕格达米斯一样,他后来成为了纳克索斯人的僭主。