§5.1306a(ὥσπερ Ἱππαρῖνος Διονύσιον ἐν Συρακούσαις, καὶ ἐν Ἀμφιπόλει ᾧ ὄνομα ἦν Κλεότιμος τοὺς ἐποίκους τοὺς Χαλκιδέων ἤγαγε, καὶ ἐλθόντων διεστασίασεν αὐτοὺς πρὸς τοὺς εὐπόρους, καὶ ἐν Αἰγίνῃ ὁ τὴν πρᾶξιν τὴν πρὸς Χάρητα πράξας ἐνεχείρησε μεταβαλεῖν τὴν πολιτείαν διὰ τοιαύτην αἰτίαν)· ὁτὲ μὲν οὖν ἐπιχειροῦσί τι κινεῖν, ὁτὲ δὲ κλέπτουσι τὰ κοινά, ὅθεν πρὸς αὐτοὺς στασιάζουσιν ἢ οὗτοι ἢ οἱ πρὸς τούτους μαχόμενοι κλέπτοντας, ὅπερ ἐν Ἀπολλωνίᾳ συνέβη τῇ ἐν τῷ Πόντῳ.
(正如在叙拉古,希帕里诺斯[扶植]了狄奥尼修斯;在安菲波利斯,名叫克莱奥蒂莫斯的人引入了卡尔基斯人的殖民者,并在他们到来后挑起了他们与富裕阶层之间的内讧;在埃伊纳,那个与哈雷斯进行交易的人因类似原因企图变革政体);因而,有时他们企图发动某种变革,有时则侵吞公款,由此,要么是他们自身内部,要么是那些与这群贪污公款者抗争的人,对他们发动内讧,这正是黑海之畔的阿波罗尼亚所发生的情况。
ὁμονοοῦσα δὲ ὀλιγαρχία οὐκ εὐδιάφθορος ἐξ αὑτῆς.
但内部和睦的寡头政体自身不易瓦解。
σημεῖον δὲ ἡ ἐν Φαρσάλῳ πολιτεία· ἐκεῖνοι γὰρ ὀλίγοι ὄντες πολλῶν κύριοί εἰσι διὰ τὸ χρῆσθαι σφίσιν αὐτοῖς καλῶς.
其见证即法萨洛斯的政体:因为他们虽为少数,却能统治多数人,这是因为他们彼此之间相处得当。
καταλύονται δὲ καὶ ὅταν ἐν τῇ ὀλιγαρχίᾳ ἑτέραν ὀλιγαρχίαν ἐμποιῶσιν.
此外,当他们在寡头政体内部又制造出另一个寡头政体时,它也会被推翻。
τοῦτο δʼ ἐστὶν ὅταν τοῦ παντὸς πολιτεύματος ὀλίγου ὄντος τῶν μεγίστων ἀρχῶν μὴ μετέχωσιν οἱ ὀλίγοι πάντες, ὅπερ ἐν Ἤλιδι συνέβη ποτέ· τῆς πολιτείας γὰρ διʼ ὀλίγων οὔσης τῶν γερόντων ὀλίγοι πάμπαν ἐγίνοντο διὰ τὸ ἀιδίους εἶναι ἐνενήκοντα ὄντας, τὴν δʼ αἵρεσιν δυναστευτικὴν εἶναι καὶ ὁμοίαν τῇ τῶν ἐν Λακεδαίμονι γερόντων.
这是指在整个统治集团人数本已很少的情况下,并非所有这少数人都能参与最重要的官职,这在以前的伊利斯就曾发生过;因为当时的政体掌握在少数人手中,由于长老们是终身制的且人数共九十人,结果执政的长老变得极少,而且选举带有门阀色彩,类似于拉刻代蒙长老的选举。
γίγνεται δὲ μεταβολὴ τῶν ὀλιγαρχιῶν καὶ ἐν πολέμῳ καὶ ἐν εἰρήνῃ, ἐν μὲν πολέμῳ διὰ τὴν πρὸς τὸν δῆμον ἀπιστίαν στρατιώταις ἀναγκαζομένων χρῆσθαι (ᾧ γὰρ ἂν ἐγχειρίσωσιν, οὗτος πολλάκις γίνεται τύραννος, ὥσπερ ἐν Κορίνθῳ Τιμοφάνης· ἂν δὲ πλείους, οὗτοι αὑτοῖς περιποιοῦνται δυναστείαν· ὁτὲ δὲ ταῦτα δεδιότες μεταδιδόασι τῷ πλήθει τῆς πολιτείας διὰ τὸ ἀναγκάζεσθαι τῷ δήμῳ χρῆσθαι)· ἐν δὲ τῇ εἰρήνῃ διὰ τὴν ἀπιστίαν τὴν πρὸς ἀλλήλους ἐγχειρίζουσι τὴν φυλακὴν στρατιώταις καὶ ἄρχοντι μεσιδίῳ, ὃς ἐνίοτε γίνεται κύριος ἀμφοτέρων, ὅπερ συνέβη ἐν Λαρίσῃ ἐπὶ τῆς τῶν Ἀλευαδῶν ἀρχῆς τῶν περὶ Σῖμον, καὶ ἐν Ἀβύδῳ ἐπὶ τῶν ἑταιριῶν ὧν ἦν μία ἡ Ἰφιάδου.
寡头政体的变革既发生在战争中,也发生在和平时期;在战争中,由于对平民不信任,他们被迫使用雇佣军(因为无论他们把军权委托给谁,此人往往都会成为僭主,正如科林斯的蒂莫法内斯那样;如果委托给多人,这些人就会为自己谋求门阀统治;而有时,他们害怕这些后果,又因为被迫动用平民,便把政权分享给大众);在和平时期,由于彼此互不信任,他们把防卫工作委托给士兵和一位起调解作用的裁判官,而此人有时会成为双方的主宰,这曾发生在西莫斯一派的阿列乌阿代家族统治时期的拉里萨,也曾发生在阿拜多斯那些以伊菲亚德斯为首的政治结社统治时期。
γίνονται δὲ στάσεις καὶ ἐκ τοῦ περιωθεῖσθαι ἑτέρους ὑφʼ ἑτέρων τῶν ἐν τῇ ὀλιγαρχίᾳ αὐτῶν καὶ καταστασιάζεσθαι κατὰ γάμους ἢ δίκας, οἷον ἐκ γαμικῆς μὲν αἰτίας αἱ εἰρημέναι πρότερον (καὶ τὴν ἐν Ἐρετρίᾳ δʼ ὀλιγαρχίαν τὴν τῶν ἱππέων Διαγόρας κατέλυσεν ἀδικηθεὶς περὶ γάμον), ἐκ δὲ δικαστηρίου κρίσεως ἡ ἐν Ἡρακλείᾳ στάσις ἐγένετο καὶ ἡ ἐν Θήβαις, ἐπʼ αἰτίᾳ μοιχείας δικαίως μὲν στασιαστικῶς δὲ ποιησαμένων τὴν κόλασιν τῶν μὲν ἐν Ἡρακλείᾳ κατʼ Εὐρυτίωνος, τῶν δʼ ἐν Θήβαις κατʼ Ἀρχίου §5.1306b(ἐφιλονείκησαν γὰρ αὐτοὺς οἱ ἐχθροὶ ὥστε δεθῆναι ἐν ἀγορᾷ ἐν τῷ κύφωνι).
内讧也会因为寡头政体内部的一些人被另一些人排挤,并在婚姻或诉讼中受到派系攻击而产生;例如,源于婚姻原因的,有先前提过的那些(Diagoras在埃雷特里亚因婚姻问题受到不公对待,从而推翻了骑士阶级的寡头政体);而源于法庭判决的,有发生在赫拉克莱亚和忒拜的内讧,当时他们因通奸指控而执行惩罚,这虽然正当,却带有派系斗争色彩,赫拉克莱亚人是对尤里蒂翁,而忒拜人则是对阿耳基阿斯;(因为他们的政敌执意与他们作对,以至于他们被绑在广场的木枷上)。
πολλαὶ δὲ καὶ διὰ τὸ ἄγαν δεσποτικὰς εἶναι τὰς ὀλιγαρχίας ὑπὸ τῶν ἐν τῇ πολιτείᾳ τινῶν δυσχερανάντων κατελύθησαν, ὥσπερ ἡ ἐν Κνίδῳ καὶ ἡ ἐν Χίῳ ὀλιγαρχία.
此外,许多寡头政体也因为过于专制,被政体内一些感到愤慨的人所推翻,正如克尼多斯和希奥斯的寡头政体那样。
γίγνονται δὲ καὶ ἀπὸ συμπτώματος μεταβολαὶ καὶ τῆς καλουμένης πολιτείας καὶ τῶν ὀλιγαρχιῶν ἐν ὅσαις ἀπὸ τιμήματος βουλεύουσι καὶ δικάζουσι καὶ τὰς ἄλλας ἀρχὰς ἄρχουσιν.
偶然的事件也会在所谓的“平民政体”以及那些根据财产资格来进行议事、审判和担任其他官职的寡头政体中引起变革。
πολλάκις γὰρ τὸ ταχθὲν πρῶτον τίμημα πρὸς τοὺς παρόντας καιρούς, ὥστε μετέχειν ἐν μὲν τῇ ὀλιγαρχίᾳ ὀλίγους ἐν δὲ τῇ πολιτείᾳ τοὺς μέσους, εὐετηρίας γιγνομένης διʼ εἰρήνην ἢ διʼ ἄλλην τινʼ εὐτυχίαν συμβαίνει πολλαπλασίου γίγνεσθαι τιμήματος ἀξίας τὰς αὐτὰς κτήσεις, ὥστε πάντας πάντων μετέχειν, ὁτὲ μὲν ἐκ προσαγωγῆς καὶ κατὰ μικρὸν γινομένης τῆς μεταβολῆς καὶ λανθανούσης, ὁτὲ δὲ καὶ θᾶττον.
因为当初根据当时的情况确定的财产资格,本是为了使在寡头政体中仅有少数人、在平民政体中则使中等阶级能够参与政权,但在因和平或其他好运而带来繁荣时,相同的财产往往变得价值相当于原定财产资格的数倍,以致所有人都能参与一切事务,有时是逐渐且悄无声息地进行着变革而不被察觉,有时则发生得更快。
αἱ μὲν οὖν ὀλιγαρχίαι μεταβάλλουσι καὶ στασιάζουσι διὰ τοιαύτας αἰτίας (ὅλως δὲ καὶ αἱ δημοκρατίαι καὶ αἱ ὀλιγαρχίαι ἐξίστανται ἐνίοτε οὐκ εἰς τὰς ἐναντίας πολιτείας ἀλλʼ εἰς τὰς ἐν τῷ αὐτῷ γένει, οἷον ἐκ τῶν ἐννόμων δημοκρατιῶν καὶ ὀλιγαρχιῶν εἰς τὰς κυρίους καὶ ἐκ τούτων εἰς ἐκείνας).
那么,寡头政体正是因为这些原因而发生变革并引起内讧(而总的来说,民主政体和寡头政体有时并非偏向相反的政体,而是偏向同类政体,例如从守法的民主和寡头政体变成专制的民主和寡头政体,或者从后者变回前者)。
ἐν δὲ ταῖς ἀριστοκρατίαις γίνονται αἱ στάσεις αἱ μὲν διὰ τὸ ὀλίγους τῶν τιμῶν μετέχειν, ὅπερ εἴρηται κινεῖν καὶ τὰς ὀλιγαρχίας, διὰ τὸ καὶ τὴν ἀριστοκρατίαν ὀλιγαρχίαν εἶναί πως (ἐν ἀμφοτέραις γὰρ ὀλίγοι οἱ ἄρχοντες, οὐ μέντοι διὰ ταὐτὸν ὀλίγοι)· ἐπεὶ δοκεῖ γε διὰ ταῦτα καὶ ἡ ἀριστοκρατία ὀλιγαρχία εἶναι.
另一方面,在贵族政体中,内讧的产生一方面是由于参与荣誉的人极少,这正如已经说过的也会动摇寡头政体一样,因为贵族政体在某种意义上也是一种寡头政体(因为在这两种政体中执政者都很省,尽管并非出于相同的原因);因此,也正是因为这些原因,贵族政体似乎也被看作是寡头政体。
μάλιστα δὲ τοῦτο συμβαίνειν ἀναγκαῖον ὅταν ᾖ τι πλῆθος τῶν πεφρονηματισμένων ὡς ὁμοίων κατʼ ἀρετήν, οἷον ἐν Λακεδαίμονι οἱ λεγόμενοι Παρθενίαι (ἑκ τῶν ὁμοίων γὰρ ἦσαν), οὓς φωράσαντες ἐπιβουλεύσαντας ἀπέστειλαν Τάραντος οἰκιστάς, ἢ ὅταν τινὲς ἀτιμάζωνται μεγάλοι ὄντες καὶ μηθενὸς ἥττους κατʼ ἀρετὴν ὑπό τινων ἐντιμοτέρων, οἷον Λύσανδρος ὑπὸ τῶν βασιλέων, ἢ ὅταν ἀνδρώδης τις ὢν μὴ μετέχῃ τῶν τιμῶν, οἷον Κινάδων ὁ τὴν ἐπʼ Ἀγησιλάου συστήσας ἐπίθεσιν ἐπὶ τοὺς Σπαρτιάτας· ἔτι ὅταν οἱ μὲν ἀπορῶσι λίαν οἱ δʼ εὐπορῶσιν (καὶ μάλιστα ἐν τοῖς πολέμοις τοῦτο γίνεται· συνέβη δὲ καὶ τοῦτο ἐν Λακεδαίμονι ὑπὸ τὸν Μεσηνιακὸν πόλεμον· δῆλον δὲ ἐκ τῆς Τυρταίου ποιήσεως τῆς καλουμένης Εὐνομίας·
特别是在那些自恃在美德上与统治者平等的人数众多时,这种情况必然最容易发生,例如在拉刻代蒙那些被称为“帕耳塞尼哀”的人,(因为他们也是来自那些“平等者”),当权者发现他们图谋不轨后,将他们遣送出去作为塔兰托的建城者;或者当一些本身伟大且在美德上不亚于任何人的人,被另一些更有荣誉的人所排挤侮辱时,正如莱桑德被国王们所对待的那样;或者当某个勇武之人未能分享荣誉时,例如基纳东,他在阿格西劳斯时代组织了针对斯巴达人的袭击;此外,当一些人极度贫困而另一些人极度富裕时(这最容易在战争中发生;这在麦塞尼亚战争时期的拉刻代蒙也曾发生过,正如提尔泰奥斯那首被称为《好秩序》的诗所清楚表明的那样;