Humanitext Reader

亚里士多德 · 政治学 §5.1301a-5.1301b

内讧的起因与平等的两种概念

第 90 段,共 155 段 · 希腊语

内容简介

亚里士多德开始考察政体的变革与保存,解释说内讧(stasis)的根本原因在于对“平等”的两种不同理解(数量上的绝对平等与按价值分配的比例平等)之间的冲突。

§5.1301aπερὶ μὲν οὖν τῶν ἄλλων ὧν προειλόμεθα σχεδὸν εἴρηται περὶ πάντων·
关于我们曾计划讨论的其他事物,几乎已经全部谈论完毕。
ἐκ τίνων δὲ μεταβάλλουσιν αἱ πολιτεῖαι καὶ πόσων καὶ ποίων, καὶ τίνες ἑκάστης πολιτείας φθοραί, καὶ ἐκ ποίων εἰς ποίας μάλιστα μεθίστανται, ἔτι δὲ σωτηρίαι τίνες καὶ κοινῇ καὶ χωρὶς ἑκάστης εἰσίν, ἔτι δὲ διὰ τίνων ἂν μάλιστα σῴζοιτο τῶν πολιτειῶν ἑκάστη, σκεπτέον ἐφεξῆς τοῖς εἰρημένοις.
紧接着前文,我们必须顺次考察:政体由于什么原因、有多少种原因以及由于何种性质的原因而发生变革,每种政体的毁灭因素是什么,政体主要从何种形式过渡到何种形式,此外,无论就一般情况还是就每种特定政体而言,其维护手段是什么,以及通过什么手段每种政体能得到最好的保存。
δεῖ δὲ πρῶτον ὑπολαβεῖν τὴν ἀρχήν, ὅτι πολλαὶ γεγένηνται πολιτεῖαι πάντων μὲν ὁμολογούντων τὸ δίκαιον καὶ τὸ κατʼ ἀναλογίαν ἴσον, τούτου δʼ ἁμαρτανόντων, ὥσπερ εἴρηται καὶ πρότερον.
我们必须首先掌握这样一个起点:之所以产生许多种政体,是因为尽管所有人都在正义和比例的平等上达成共识,但他们在此事上却犯了错误,正如前文也曾说过的。
δῆμος μὲν γὰρ ἐγένετο ἐκ τοῦ ἴσους ὁτιοῦν ὄντας οἴεσθαι ἁπλῶς ἴσους εἶναι (ὅτι γὰρ ἐλεύθεροι πάντες ὁμοίως, ἁπλῶς ἴσοι εἶναι νομίζουσιν), ὀλιγαρχία δὲ ἐκ τοῦ ἀνίσους ἕν τι ὄντας ὅλως εἶναι ἀνίσους ὑπολαμβάνειν (κατʼ οὐσίαν γὰρ ἄνισοι ὄντες ἁπλῶς ἄνισοι ὑπολαμβάνουσιν εἶναι).
因为,民主政体产生于人们认为在任何方面平等的人就是无条件平等的(因为所有人同样都是自由人,所以他们便认为自己是无条件平等的),而寡头政体产生于人们假定在某个方面不平等的人就是完全不平等的(因为在财产上不平等,所以他们便假定自己是无条件不平等的)。
εἶτα οἱ μὲν ὡς ἴσοι ὄντες πάντων τῶν ἴσων ἀξιοῦσι μετέχειν· οἱ δʼ ὡς ἄνισοι ὄντες πλεονεκτεῖν ζητοῦσιν, τὸ γὰρ πλεῖον ἄνισον.
随后,前者因为自己平等,便要求分享一切平等的事物;而后者因为自己不平等,便企图获取更多,因为“更多”就是不平等。
ἔχουσι μὲν οὖν τι πᾶσαι δίκαιον, ἡμαρτημέναι δʼ ἁπλῶς εἰσιν.
因此,所有的政体都包含某种正义,但无条件地讲,它们都是有偏差的。
καὶ διὰ ταύτην τὴν αἰτίαν, ὅταν μὴ κατὰ τὴν ὑπόληψιν ἣν ἑκάτεροι τυγχάνουσιν ἔχοντες μετέχωσι τῆς πολιτείας, στασιάζουσιν.
正是由于这个原因,当任何一方未能按照自己碰巧所持有的那种假想来分享政体时,他们就会挑起内讧。
πάντων δὲ δικαιότατα μὲν ἂν στασιάζοιεν, ἥκιστα δὲ τοῦτο πράττουσιν, οἱ κατʼ ἀρετὴν διαφέροντες· §5.1301bμάλιστα γὰρ εὔλογον ἀνίσους ἁπλῶς εἶναι τούτους μόνον.
在所有人中,那些在德行上杰出的人最应当挑起内讧,但他们最少这样做;因为只有这些人被视为无条件地不平等(杰出),才是最合乎情理的。
εἰσὶ δέ τινες οἳ κατὰ γένος ὑπερέχοντες οὐκ ἀξιοῦσι τῶν ἴσων αὑτοὺς διὰ τὴν ἀνισότητα ταύτην· εὐγενεῖς γὰρ εἶναι δοκοῦσιν οἷς ὑπάρχει προγόνων ἀρετὴ καὶ πλοῦτος.
此外,也有一些人因门第优越,由于这种不平等而不屑于与他人平等;因为凡是拥有祖先德行和财富的人,就被视为出身高贵。
ἀρχαὶ μὲν οὖν ὡς εἰπεῖν αὗται καὶ πηγαὶ τῶν στάσεών εἰσιν, ὅθεν στασιάζουσιν· διὸ καὶ αἱ μεταβολαὶ γίνονται διχῶς·
因此,宽泛地讲,这些就是内讧的起点和源泉,人们由此挑起内讧。
ὁτὲ μὲν γὰρ πρὸς τὴν πολιτείαν, ὅπως ἐκ τῆς καθεστηκυίας ἄλλην μεταστήσωσιν, οἷον ἐκ δημοκρατίας ὀλιγαρχίαν ἢ δημοκρατίαν ἐξ ὀλιγαρχίας, ἢ πολιτείαν καὶ ἀριστοκρατίαν ἐκ τούτων, ἢ ταύτας ἐξ ἐκείνων, ὁτὲ δʼ οὐ πρὸς τὴν καθεστηκυῖαν πολιτείαν, ἀλλὰ τὴν μὲν κατάστασιν προαιροῦνται τὴν αὐτήν, διʼ αὑτῶν δʼ εἶναι βούλονται ταύτην, οἷον τὴν ὀλιγαρχίαν ἢ τὴν μοναρχίαν·
因此变革也以两种方式发生:有时是针对现存政体本身,目的是将现存政体变革为另一种政体,例如从民主政体变为寡头政体,或从寡头政体变为民主政体,或从这些政体变为共和政体和贵族政体,或是从后者变为前者;有时则不是针对现存的政体本身,而是他们选择维持相同的制度,但希望由自己来控制它,例如寡头政体或君主政体。
ἔτι περὶ τοῦ μᾶλλον καὶ ἧττον, οἷον ἢ ὀλιγαρχίαν οὖσαν εἰς τὸ μᾶλλον ὀλιγαρχεῖσθαι ἢ εἰς τὸ ἧττον, ἢ δημοκρατίαν οὖσαν εἰς τὸ μᾶλλον δημοκρατεῖσθαι ἢ εἰς τὸ ἧττον, ὁμοίως δὲ καὶ ἐπὶ τῶν λοιπῶν πολιτειῶν, ἢ ἵνα ἐπιταθῶσιν ἢ ἀνεθῶσιν·
此外,还有关于“程度”的变革,例如使本已存在的寡头政体变得更加寡头化或减少寡头化,或者使民主政体变得更加民主化或减少民主化;在其余的政体中也是类似,要么使其紧缩,要么使其放宽。
ἔτι πρὸς τὸ μέρος τι κινῆσαι τῆς πολιτείας, οἷον ἀρχήν τινα καταστῆσαι ἢ ἀνελεῖν, ὥσπερ ἐν Λακεδαίμονί φασι Λύσανδρόν τινες ἐπιχειρῆσαι καταλῦσαι τὴν βασιλείαν καὶ Παυσανίαν τὸν βασιλέα τὴν ἐφορείαν, καὶ ἐν Ἐπιδάμνῳ δὲ μετέβαλεν ἡ πολιτεία κατὰ μόριον (ἀντὶ γὰρ τῶν φυλάρχων βουλὴν ἐποίησαν, εἰς δὲ τὴν ἡλιαίαν ἐπάναγκές ἐστιν ἔτι τῶν ἐν τῷ πολιτεύματι βαδίζειν τὰς ἀρχάς, ὅταν ἐπιψηφίζηται ἀρχή τις, ὀλιγαρχικὸν δὲ καὶ ὁ ἄρχων ὁ εἷς ἦν ἐν τῇ πολιτείᾳ ταύτῃ).
此外,还有旨在动摇政体的某一部分的变革,例如设立或废除某种官职,就像有人说在拉刻代蒙,吕散德企图废除王政,而巴洛萨尼亚斯国王企图废除监察官制一样;在埃庇达诺斯,政体也曾发生过局部的变革(因为他们设立了一个议事会来代替部落长;但当某个官职主持投票时,属于公民团的成员仍然必须前往民事裁判所,而且在这个政体中,单一执政官的存在也是寡头政体的特征)。
πανταχοῦ γὰρ διὰ τὸ ἄνισον ἡ στάσις, οὐ μὴ τοῖς ἀνίσοις ὑπάρχει ἀνάλογον (ἀΐδιος γὰρ βασιλεία ἄνισος, ἐὰν ᾖ ἐν ἴσοις)· ὅλως γὰρ τὸ ἴσον ζητοῦντες στασιάζουσιν.
因为在一切地方,内讧都是由于不平等引起的,只要在不平等者之间不存在按比例分配的平等(如果终身王政存在于平等者之间,那就是不平等的);总之,人们正是为了追求平等而挑起内讧。
ἔστι δὲ διττὸν τὸ ἴσον· τὸ μὲν γὰρ ἀριθμῷ τὸ δὲ κατʼ ἀξίαν ἐστίν.
平等有两种:一种是数量上的平等,另一种是按价值分配的平等。
λέγω δὲ ἀριθμῷ μὲν τὸ πλήθει ἢ μεγέθει ταὐτὸ καὶ ἴσον, κατʼ ἀξίαν δὲ τὸ τῷ λόγῳ, οἷον ὑπερέχει κατʼ ἀριθμὸν μὲν ἴσῳ τὰ τρία τοῖν δυοῖν καὶ ταῦτα τοῦ ἑνός, λόγῳ δὲ τὰ τέτταρα τοῖν δυοῖν καὶ ταῦτα τοῦ ἑνός· ἴσον γὰρ μέρος τὰ δύο τῶν τεττάρων καὶ τὸ ἓν τοῖν δυοῖν· ἄμφω γὰρ ἡμίση.
我所谓的数量上的平等,是指在数量或大小上相同且相等,而按价值分配的平等,是指在比率上的相等;例如,在数量上,三超出了二,而二超出了一,超出的量是相等的(即一);但在比率上,四超出了二,而二超出了一,因为二是四的同样部分,一也是二的同样部分,即两者都是一半。
ὁμολογοῦντες δὲ τὸ ἁπλῶς εἶναι δίκαιον τὸ κατʼ ἀξίαν, διαφέρονται, καθάπερ ἐλέχθη πρότερον, οἱ μὲν ὅτι, ἐὰν κατὰ τὶ ἴσοι ὦσιν, ὅλως ἴσοι νομίζουσιν εἶναι, οἱ δʼ ὅτι, ἐὰν κατὰ τὶ ἄνισοι, πάντων ἀνίσων ἀξιοῦσιν ἑαυτούς.
虽然人们承认无条件的正义是按价值分配的,但如前所述,他们存在分歧:一些人因为在某些方面平等,就认为自己是无条件平等的;另一些人则因为在某些方面不平等,就要求自己在一切事物上都不平等地获得更多。
διὸ καὶ μάλιστα δύο γίνονται πολιτεῖαι, δῆμος καὶ ὀλιγαρχία· εὐγένεια γὰρ καὶ ἀρετὴ ἐν ὀλίγοις,
因此,主要产生了两种政体:民主政体和寡头政体;因为高贵出身和德行只存在于少数人之中,

词汇与语法注释

  1. 1301a19ὧν — 这是关系代词同化(attraction)的一个实例,关系代词受其先行词 `τῶν ἄλλων`(属格)的影响,由原本应有的宾格(`ἃ`)变为了属格(`ὧν`)。其底层结构为 `περὶ τῶν ἄλλων ἃ προειλόμεθα`。
  2. 1301a27τούτου δʼ ἁμαρτανόντων — 这是一个属格独立分词结构,其隐含的主语代表“人们”或“公民”,与主句的主语不同。它在此起状语作用,表示原因(“因为他们在此事上犯了错误”)。
  3. 1301b12διʼ αὑτῶν δʼ εἶναι βούλονται ταύτην — 使用反身代词的介词短语 `διʼ αὑτῶν` 意指变革的主体自身作为媒介。`ταύτην` 指代前文的 `τὴν κατάστασιν`(政体制度)。整句意为“他们希望通过自己来使该政体存在”(即在保持政体形式不变的前提下,由自己来掌控它)。
  4. 1301b17ἐπιταθῶσιν ἢ ἀνεθῶσιν — 这些是源自里拉琴琴弦“拉紧”(`ἐπιτείνω`)与“放宽”(`ἀνίημι`)的隐喻性表达。在此指使政体的性质变得更加极端(紧缩)或更加温和(放宽)。
  5. 1301b27οὐ μὴ τοῖς ἀνίσοις ὑπάρχει ἀνάλογον — 否定词 `οὐ` 否定紧随其后的从句,而 `μὴ` 起到条件限制的作用(类似于“如果不”)。整句表示“在不平等者之间不存在按比例分配的平等时”。

引用这一段

亚里士多德, 政治学 §5.1301a-5.1301b. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg035.humanitext-grc2:5.1301a-5.1301b

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。