§4.1300bἢ τὰς μὲν αἱρέσει τὰς δὲ κληρῷ, τὸ δὲ τινὰς ἐκ τινῶν αἱρέσει ὀλιγαρχικὸν καὶ τὸ τινὰς ἐκ τινῶν κλήρῳ (μὴ γινομένου δʼ, ὁμοίως), καὶ τὸ τινὰς ἐκ τινῶν ἀμφοῖν.
或者某些官职通过选举,某些通过抽签任命。 另一方面,由部分人从部分人中通过选举任命是寡头政性质的,由部分人从部分人中通过抽签任命也是如此(即使实际上 e 并没有这样发生,也同样是寡头政性质的),由部分人从部分人中通过两者结合来任命也是如此。
τὸ δὲ τινὰς ἐξ ἁπάντων τό τε ἐκ τινῶν αἱρέσει πάντας ἀριστοκρατικόν.
而由部分人从全体中任命,以及由全体从部分人中通过选举任命,则是贵族政性质的。
οἱ μὲν οὖν τρόποι τῶν περὶ τὰς ἀρχὰς τοσοῦτοι τὸν ἀριθμόν εἰσι, καὶ διῄρηνται κατὰ τὰς πολιτείας οὕτως·
因此,关于官职的任命方式在数量上就是这么多,并且是按照政体如此划分的。
τίνα δὲ τίσι συμφέρει καὶ πῶς δεῖ γίνεσθαι τὰς καταστάσεις, ἅμα ταῖς δυνάμεσι τῶν ἀρχῶν τίνες εἰσὶν ἔσται φανερόν.
至于哪种方式对哪些人有益,以及应该如何进行任命,将在明确官职的权力是什么的同时变得清晰。
λέγω δὲ δύναμιν ἀρχῆς οἷον τὴν κυρίαν τῶν προσόδων καὶ τὴν κυρίαν τῆς φυλακῆς· ἄλλο γὰρ εἶδος δυνάμεως οἷον στρατηγίας καὶ τῆς τῶν περὶ τὴν ἀγορὰν συμβολαίων κυρίας.
我所谓的官职的权力,例如支配收入的权力和支配保卫的权力;因为另一种权力是,例如将军的权力和支配市场上契约的权力。
λοιπὸν δὲ τῶν τριῶν τὸ δικαστικὸν εἰπεῖν.
在这三个部分中,余下的就是谈论司法部分。
ληπτέον δὲ καὶ τούτων τοὺς τρόπους κατὰ τὴν αὐτὴν ὑπόθεσιν.
我们也必须根据相同的假设来掌握这些裁判所的方式。
ἔστι δὲ διαφορὰ τῶν δικαστηρίων ἐν τρισὶν ὅροις, ἐξ ὧν τε καὶ περὶ ὧν καὶ πῶς.
裁判所的区别在于三个要素:由谁组成、关于什么以及如何进行。
λέγω δὲ ἐξ ὧν μέν, πότερον ἐκ πάντων ἢ ἐκ τινῶν· περὶ ὧν δέ, πόσα εἴδη δικαστηρίων· τὸ δὲ πῶς, πότερον κλήρῳ ἢ αἱρέσει.
我的意思是,“由谁组成”是指是从全体中还是从部分人中选出;“关于什么”是指裁判所有多少种;“如何进行”是指是通过抽签还是选举。
πρῶτον οὖν διαιρείσθω πόσα εἴδη δικαστηρίων.
首先,让我们来划分裁判所有多少种。
ἔστι δὲ τὸν ἀριθμὸν ὀκτώ, ἓν μὲν εὐθυντικόν, ἄλλο δὲ εἴ τίς τι τῶν κοινῶν ἀδικεῖ, ἕτερον ὅσα εἰς τὴν πολιτείαν φέρει, τέταρτον καὶ ἄρχουσι καὶ ἰδιώταις ὅσα περὶ ζημιώσεων ἀμφισβητοῦσιν, πέμπτον τὸ περὶ τῶν ἰδίων συναλλαγμάτων καὶ ἐχόντων μέγεθος, καὶ παρὰ ταῦτα τό τε φονικὸν καὶ τὸ ξενικόν (φονικοῦ μὲν οὖν εἴδη, ἄν τʼ ἐν τοῖς αὐτοῖς δικασταῖς ἄν τʼ ἐν ἄλλοις, περί τε τῶν ἐκ προνοίας καὶ περὶ τῶν ἀκουσίων, καὶ ὅσα ὁμολογεῖται μέν, ἀμφισβητεῖται δὲ περὶ τοῦ δικαίου, τέταρτον δὲ ὅσα τοῖς φεύγουσι φόνου ἐπὶ καθόδῳ ἐπιφέρεται, οἷον Ἀθήνησι λέγεται καὶ τὸ ἐν Φρεαττοῖ δικαστήριον· συμβαίνει δὲ τὰ τοιαῦτα ἐν τῷ παντὶ χρόνῳ ὀλίγα καὶ ἐν ταῖς μεγάλαις πόλεσιν·
它们在数量上共有八种:第一种是关于账目审计的,第二种是关于有人侵害公共利益的,第三种是所有关系到政体安全与稳定的,第四种是官吏和私人之间关于罚款争议的,第五种是关于具有一定规模的私人交易的,此外还有关于杀人的和关于外国人的。 (在关于杀人的裁判所中又有以下几种,无论是在相同的裁判官面前还是在不同的裁判官面前:关于预谋杀人的,关于过失杀人的,关于行为被承认但其正当性存在争议的,第四种是关于因杀人而流亡者在要求归国时对其指控的,例如在雅典所说的普雷亚托裁判所就是如此;但这类案件在整个历史上极少发生,且只在大型城市中出现。
τοῦ δὲ ξενικοῦ ἓν μὲν ξένοις πρὸς ξένους, ἄλλο δὲ ξένοις πρὸς ἀστούς), ἔτι δὲ παρὰ πάντα ταῦτα περὶ τῶν μικρῶν συναλλαγμάτων, ὅσα δραχμιαῖα καὶ πεντάδραχμα καὶ μικρῷ πλείονος.
关于外国人的裁判所,一种是外国人对外国人的,另一种是外国人对公民的。 )而在所有这些之外,还有关于微小交易的裁判所,例如一德拉克马、五德拉克马或稍多一点的交易。
δεῖ μὲν γὰρ καὶ περὶ τούτων γίνεσθαι κρίσιν, οὐκ ἐμπίπτει δὲ εἰς δικαστῶν πλῆθος.
因为对这些事务确实也必须进行审判,但它们不需要由大量的裁判官来审理。
ἀλλὰ περὶ μὲν τούτων ἀφείσθω καὶ τῶν φονικῶν καὶ τῶν ξενικῶν, περὶ δὲ τῶν πολιτικῶν λέγωμεν, περὶ ὧν μὴ γινομένων καλῶς διαστάσεις γίνονται καὶ τῶν πολιτειῶν αἱ κινήσεις.
但是,关于这些微小交易、杀人及外国人的裁判所且置之不理,让我们来谈论涉及公民社会的裁判所,如果这些裁判所不能良好运行,就会产生内讧,并引起政体的动荡。
ἀνάγκη δʼ ἤτοι πάντας περὶ πάντων κρίνειν τῶν διῃρημένων αἱρέσει ἢ κλήρῳ, ἢ πάντας περὶ πάντων τὰ μὲν κλήρῳ τὰ δʼ αἱρέσει, ἢ περὶ ἐνίων τῶν αὐτῶν τοὺς μὲν κλήρῳ τοὺς δʼ αἱρετούς.
裁判官必然或者由全体对所有划分的事务通过选举或抽签进行裁决,或者由全体对所有事务通过部分抽签、部分选举进行裁决,或者对于某些相同的事务,一部分裁判官通过抽签选出,另一部分通过选举选出。
§4.1301aοὗτοι μὲν οὖν οἱ τρόποι τέτταρες τὸν ἀριθμόν· τοσοῦτοι δʼ ἕτεροι καὶ οἱ κατὰ μέρος.
因此,这些在数量上是四种方式;而局部的方式也有相同数量。
πάλιν γὰρ ἐκ τινῶν καὶ οἱ δικάζοντες περὶ πάντων αἱρέσει, ἢ ἐκ τινῶν περὶ πάντων κλήρῳ, ἢ τὰ μὲν κλήρῳ τὰ δὲ αἱρέσει, ἢ ἔνια δικαστήρια περὶ τῶν αὐτῶν ἐκ κληρωτῶν καὶ αἱρετῶν.
因为,裁判官可以再次从部分人中选出,并且对于所有事务通过选举裁决,或者从部分人中选出,对于所有事务通过抽签裁决,或者某些事务通过抽签、某些通过选举,或者某些裁判所对于相同的事务由抽签选出者和选举选出者共同组成。
οὗτοι μὲν οὖν, ὥσπερ ἐλέχθησαν, οἱ τρόποι ἀντίστροφοι τοῖς εἰρημένοις·
因此,如前所述,这些方式与前面提到的方式相对应。
ἔτι δὲ τὰ αὐτὰ συνδυαζόμενα, λέγω δʼ οἷον τὰ μὲν ἐκ πάντων τὰ δʼ ἐκ τινῶν τὰ δʼ ἐξ ἀμφοῖν (οἷον εἰ τοῦ αὐτοῦ δικαστηρίου εἶεν οἱ μὲν ἐκ πάντων οἱ δʼ ἐκ τινῶν), καὶ ἢ κλήρῳ ἢ αἱρέσει ἢ ἀμφοῖν.
此外,这些方式本身也可以进行组合,我的意思是,例如,有些从全体中选出,有些从部分人中选出,有些从两者中选出(例如在同一个裁判所中,有些成员来自全体,有些来自部分人),并且或者通过抽签,或者通过选举,或者通过两者结合。
ὅσους μὲν οὖν ἐνδέχεται τρόπους εἶναι τὰ δικαστήρια, εἴρηται·
因此,裁判所可能存在的所有方式都已说明。
τούτων δὲ τὰ μὲν πρῶτα δημοτικά, ὅσα ἐκ πάντων περὶ πάντων, τὰ δὲ δεύτερα ὀλιγαρχικά, ὅσα ἐκ τινῶν περὶ πάντων, τὰ δὲ τρίτα ἀριστοκρατικὰ καὶ πολιτικά, ὅσα τὰ μὲν ἐκ πάντων τὰ δʼ ἐκ τινῶν.
在这些方式中,第一类是民主制的,即全体对全体事务进行裁决的所有方式;第二类是寡头制的,即部分人对全体事务进行裁决的所有方式;第三类是贵族制和共和政体性质的,即有些从全体中选出,有些从部分人中选出的方式。