§5.1302aταῦτα δʼ ἐν πλείοσιν·
而这些(财富)则存在于较多的人之中。
εὐγενεῖς γὰρ καὶ ἀγαθοὶ οὐδαμοῦ ἑκατόν, εὔποροι δὲ πολλαχοῦ.
因为出身高贵且优秀的人在任何地方都不足一百,而富裕的人在许多地方都很多。
τὸ δὲ ἁπλῶς πάντῃ καθʼ ἑκατέραν τετάχθαι τὴν ἰσότητα φαῦλον.
然而,无条件且完全按照其中一种平等来组织政体是糟糕的。
φανερὸν δʼ ἐκ τοῦ συμβαίνοντος· οὐδεμία γὰρ μόνιμος ἐκ τῶν τοιούτων πολιτειῶν.
这从其结果中显而易见:因为这类政体中没有一种是能够持久的。
τούτου δʼ αἴτιον ὅτι ἀδύνατον ἀπὸ τοῦ πρώτου καὶ τοῦ ἐν ἀρχῇ ἡμαρτημένου μὴ ἀπαντᾶν εἰς τὸ τέλος κακόν τι.
其原因在于,从最初和起点处所犯的错误开始,到最后不可能不遇到某种坏结果。
διὸ δεῖ τὰ μὲν ἀριθμητικῇ ἰσότητι χρῆσθαι, τὰ δὲ τῇ κατʼ ἀξίαν.
因此,必须在某些方面采用数量上的平等,而在另一些方面采用按价值分配的平等。
ὅμως δὲ ἀσφαλεστέρα καὶ ἀστασίαστος μᾶλλον ἡ δημοκρατία τῆς ὀλιγαρχίας.
然而,民主政体比寡头政体更安全,也更不易发生内讧。
ἐν μὲν γὰρ ταῖς ὀλιγαρχίαις ἐγγίνονται δύο, ἥ τε πρὸς ἀλλήλους στάσις καὶ ἔτι ἡ πρὸς τὸν δῆμον, ἐν δὲ ταῖς δημοκρατίαις ἡ πρὸς τὴν ὀλιγαρχίαν μόνον, αὐτῷ δὲ πρὸς αὑτόν, ὅ τι καὶ ἄξιον εἰπεῖν, οὐκ ἐγγίνεται τῷ δήμῳ στάσις·
因为在寡头政体中会产生两种内讧,即寡头相互之间的内讧,以及针对平民的内讧;而在民主政体中,只产生针对寡头的内讧,至于平民自身内部的内讧,倒不值得一提,并不会发生。
ἔτι δὲ ἡ ἐκ τῶν μέσων πολιτεία ἐγγυτέρω τοῦ δήμου ἢ τῶν ὀλίγων· ἥπερ ἐστὶν ἀσφαλεστάτη τῶν τοιούτων πολιτειῶν.
此外,由中产阶级构成的政体比由少数人构成的政体更接近平民政体,这在同类政体中是最安全的一种。
ἐπεὶ δὲ σκοποῦμεν ἐκ τίνων αἵ τε στάσεις γίνονται καὶ αἱ μεταβολαὶ περὶ τὰς πολιτείας, ληπτέον καθόλου πρῶτον τὰς ἀρχὰς καὶ τὰς αἰτίας αὐτῶν.
既然我们在考察围绕政体的内讧和变革由于什么原因产生,我们首先必须从总体上把握它们的发端和原因。
εἰσὶ δὴ σχεδὸν ὡς εἰπεῖν τρεῖς τὸν ἀριθμόν, ἃς διοριστέον καθʼ αὑτὰς τύπῳ πρῶτον.
它们在数量上可以说大约有三种,我们首先必须在轮廓上对它们各自进行规定。
δεῖ γὰρ λαβεῖν πῶς τε ἔχοντες στασιάζουσι καὶ τίνων ἕνεκεν, καὶ τρίτον τίνες ἀρχαὶ γίνονται τῶν πολιτικῶν ταραχῶν καὶ τῶν πρὸς ἀλλήλους στάσεων.
因为我们必须把握,人们处于何种心境而挑起内讧,以及为了什么目的,第三,什么成了政治动荡和彼此内讧的发端。
τοῦ μὲν οὖν αὐτοὺς ἔχειν πως πρὸς τὴν μεταβολὴν αἰτίαν καθόλου μάλιστα θετέον περὶ ἧς ἤδη τυγχάνομεν εἰρηκότες.
因此,关于人们自身对于变革处于某种心境这一总的原因,我们必须主要设定我们刚刚已经谈过的那一点。
οἱ μὲν γὰρ ἰσότητος ἐφιέμενοι στασιάζουσιν ἂν νομίζωσιν ἔλαττον ἔχειν ὄντες ἴσοι τοῖς πλεονεκτοῦσιν, οἱ δὲ τῆς ἀνισότητος καὶ τῆς ὑπεροχῆς ἂν ὑπολαμβάνωσιν ὄντες ἄνισοι μὴ πλέον ἔχειν ἀλλʼ ἴσον ἢ ἔλαττον (τούτων δʼ ἔστι μὲν ὀρέγεσθαι δικαίως, ἔστι δὲ καὶ ἀδίκως)·
因为追求平等的人,如果认为自己虽然与那些占便宜的人平等的,却得到了较少的东西,就会挑起内讧;而追求不平等和优越的人,如果假定自己虽然是不平等的,却未能得到更多,反而只得到相等或更少的东西,也会挑起内讧(对于这些事物的追求,有的是正当的,有的也是不正当的)。
ἐλάττους τε γὰρ ὄντες ὅπως ἴσοι ὦσι στασιάζουσι, καὶ ἴσοι ὄντες ὅπως μείζους.
因为人们在处于弱势时挑起内讧是为了变得平等,而在处于平等地位时则是为了变得更优越。
πῶς μὲν οὖν ἔχοντες στασιάζουσιν, εἴρηται·
因此,关于人们处于何种心境挑起内讧,已经说过了。
περὶ ὧν δὲ στασιάζουσιν ἐστὶ κέρδος καὶ τιμὴ καὶ τἀναντία τούτοις.
至于他们因何而挑起内讧,则是为了利益和荣誉,以及两者的对立面。
καὶ γὰρ ἀτιμίαν φεύγοντες καὶ ζημίαν, ἢ ὑπὲρ αὑτῶν ἢ τῶν φίλων, στασιάζουσιν ἐν ταῖς πόλεσιν.
因为在城邦中,他们为了自己或朋友避免耻辱和损失,也会挑起内讧。
αἱ δʼ αἰτίαι καὶ ἀρχαὶ τῶν κινήσεων, ὅθεν αὐτοί τε διατίθενται τὸν εἰρημένον τρόπον καὶ περὶ τῶν λεχθέντων, ἔστι μὲν ὡς τὸν ἀριθμὸν ἑπτὰ τυγχάνουσιν οὖσαι, ἔστι δʼ ὡς πλείους.
而这些运动的原因和发端,即使他们自身产生上述心态并围绕上述事物而行动的因素,在某种意义上共有七种,在另一种意义上则更多。
ὧν δύο μέν ἐστι ταὐτὰ τοῖς εἰρημένοις, ἀλλʼ οὐχ ὡσαύτως· διὰ κέρδος γὰρ καὶ διὰ τιμὴν καὶ παροξύνονται πρὸς ἀλλήλους οὐχ ἵνα κτήσωνται σφίσιν αὐτοῖς, ὥσπερ εἴρηται πρότερον,
其中有两种与已提到的事物相同,但方式不同;因为他们确实也为了利益和荣誉而相互激怒,但这并不是为了给自己获得这些东西(如前所述),