Humanitext Reader

亚里士多德 · 政治学 §4.1300a

特定官职与官职任命方式的三要素分类

第 88 段,共 155 段 · 希腊语

内容简介

在讨论了由于向集会者发放津贴而削弱议事会权力,以及妇女、儿童监督官等特定官职更适合贵族政体之后,本文开始从“谁任命”、“从谁中选出”和“如何任命”三个要素的组合对官职任命方式进行分类和分析。

§4.1300aτοῦτο δὲ συμβαίνειν εἴωθεν ὅταν εὐπορία τις ᾖ μισθοῦ τοῖς ἐκκλησιάζουσιν· σχολάζοντες γὰρ συλλέγονταί τε πολλάκις καὶ ἅπαντα αὐτοὶ κρίνουσιν.
而这种情况通常发生在参加公民大会的人有充足的津贴时;因为他们有闲暇,所以频繁集会,并且所有事务都由他们自己裁决。
παιδονόμος δὲ καὶ γυναικονόμος, καὶ εἴ τις ἄλλος ἄρχων κύριός ἐστι τοιαύτης ἐπιμελείας, ἀριστοκρατικόν, δημοκρατικὸν δʼ οὔ (πῶς γὰρ οἷόν τε κωλύειν ἐξιέναι τὰς τῶν ἀπόρων;
至于儿童监督官和妇女监督官,以及任何其他主管此类监察事务的官职,都是贵族政性质的,而不是民主政性质的(因为怎么可能阻止穷人的妻子外出呢?
), οὐδʼ ὀλιγαρχικόν (τρυφῶσι γὰρ αἱ τῶν ὀλιγαρχούντων).
),也不是寡头政性质的(因为寡头统治者的妻子们生活奢侈)。
ἀλλὰ περὶ μὲν τούτων ἐπὶ τοσοῦτον εἰρήσθω νῦν, περὶ δὲ τὰς τῶν ἀρχῶν καταστάσεις πειρατέον ἐξ ἀρχῆς διελθεῖν.
不过,关于这些事情,目前就谈这么多;而关于官职的任命,我们必须尝试从头开始进行探讨。
εἰσὶ δʼ αἱ διαφοραὶ ἐν τρισὶν ὅροις, ὧν συντιθεμένων ἀναγκαῖον πάντας εἰλῆφθαι τοὺς τρόπους.
其区别在于三个要素,将这些要素组合起来,必然就能掌握所有的选举方式。
ἔστι δὲ τῶν τριῶν τούτων ἓν μὲν τίνες οἱ καθιστάντες τὰς ἀρχάς, δεύτερον δὲ ἐκ τίνων, λοιπὸν δὲ τίνα τρόπον.
在这三个要素中,其一是:谁是任命官职的人;其二是:从哪些人中任命;最后是:以什么方式任命。
ἑκάστου δὲ τῶν τριῶν τούτων διαφοραὶ τρεῖς εἰσιν. ἢ γὰρ πάντες οἱ πολῖται καθιστᾶσιν ἢ τινές, καὶ ἢ ἐκ πάντων ἢ ἐκ τινῶν ἀφωρισμένων (οἷον ἢ τιμήματι ἢ γένει ἢ ἀρετῇ ἤ τινι τοιούτῳ ἄλλῳ, ὥσπερ ἐν Μεγάροις ἐκ τῶν συγκατελθόντων καὶ συμμαχεσαμένων πρὸς τὸν δῆμον)· καὶ ταῦτα ἢ αἱρέσει ἢ κλήρῳ (πάλιν ταῦτα συνδυαζόμενα, λέγω δὲ τὰς μὲν τινὲς τὰς δὲ πάντες, καὶ τὰς μὲν ἐκ πάντων τὰς δʼ ἐκ τινῶν, καὶ τὰς μὲν αἱρέσει τὰς δὲ κλήρῳ).
而这三个要素中的每一个,又各有三种区别:因为或者是由全体公民任命,或者是部分人任命;或者是从全体中选出,或者是从某些限定的人中选出(例如或者是按财产估价,或者是按出身,或者是按美德,或者按其他类似标准,就像在麦加拉,官职是从共同流亡归来并一起对抗平民的人中选出的);而这些方式或者是通过选举,或者是通过抽签(这些方式再次组合,我的意思是,有些官职由部分人任命,有些由全体任命;有些从全体中选出,有些从部分人中选出;有些通过选举,有些通过抽签)。
τούτων δʼ ἑκάστης ἔσονται τῆς διαφορᾶς τρόποι τέσσαρες.
对于这些区别中的每一种,都将有四种方式。
ἢ γὰρ πάντες ἐκ πάντων αἱρέσει, ἢ πάντες ἐκ πάντων κλήρῳ—καί ἢ ἐξ ἁπάντων, ἢ ὡς ἀνὰ μέρος, οἷον κατὰ φυλὰς καὶ δήμους καὶ φατρίας, ἕως ἂν διέλθῃ διὰ πάντων τῶν πολιτῶν, ἢ ἀεὶ ἐξ ἁπάντων, —ἢ καὶ τὰ μὲν οὕτως τὰ δὲ ἐκείνως· πάλιν εἰ τινὲς οἱ καθιστάντες, ἢ ἐκ πάντων αἱρέσει ἢ ἐκ πάντων κλήρῳ, ἢ ἐκ τινῶν αἱρέσει ἢ ἐκ τινῶν κλήρῳ, ἢ τὰ μὲν οὕτως τὰ δὲ ἐκείνως, λέγω δὲ τὰ μὲν αἱρέσει τὰ δὲ κληρῷ καὶ τὰ μὲν ἐκ τινῶν αἱρέσει τὰ δὲ κληρῷ· ὥστε δώδεκα οἱ τρόποι γίνονται χωρὶς τῶν δύο συνδυασμῶν.
因为或者是全体从全体中通过选举任命,或者是全体从全体中通过抽签任命——这或者是从全体人中一并任命,或者是轮流任命,例如按部落、区和胞族轮流,直到遍历所有公民,或者总是从全体人中一并任命——或者有些采用前一种方式,有些采用后一种方式;再者,如果是由部分人来任命,或者是从全体中选举,或者是从全体中抽签,或者是从部分人中选举,或者是从部分人中抽签,或者是有些采用前一种方式,有些采用后一种方式,我的意思是有些通过选举,有些通过抽签,有些从部分人中通过选举,有些通过抽签;因此,除掉两种组合,一共有十二种方式。
τούτων δʼ αἱ μὲν τρεῖς καταστάσεις δημοτικαί, τὸ πάντας ἐκ πάντων αἱρέσει ἢ κλήρῳ ἢ ἀμφοῖν, τὰς μὲν κλήρῳ τὰς δʼ αἱρέσει τῶν ἀρχῶν·
在这些方式中,有三种任命方式是平民(民主)性质的:即全体从全体中通过选举、抽签或两者结合(即有些官职通过抽签,有些通过选举)来任命。
τὸ δὲ μὴ πάντας ἅμα μὲν καθιστάναι, ἐξ ἁπάντων δʼ ἢ ἐκ τινῶν ἢ κλήρῳ ἢ αἱρέσει ἢ ἀμφοῖν, ἢ τὰς μὲν ἐκ πάντων τὰς δʼ ἐκ τινῶν ἀμφοῖν (τὸ δὲ ἀμφοῖν λέγω τὰς μὲν κλήρῳ τὰς δʼ αἱρέσει) πολιτικόν, καὶ τὸ τινὰς ἐκ πάντων ἢ αἱρέσει καθιστάναι ἢ κλήρῳ ἢ ἀμφοῖν (τὰς μὲν κλήρῳ τὰς δʼ αἱρέσει) ὀλιγαρχικόν· ὀλιγαρχικώτερον δὲ καὶ τὸ ἐξ ἀμφοῖν.
而如果不是由全体一并任命,而是从全体或从部分人中,通过抽签、选举或两者结合来任命,或者有些官职从全体中,有些从部分人中通过两者结合来任命(所谓两者结合,我的意思是有些官职通过抽签,有些通过选举),则是共和政体性质的;而由部分人从全体中,或者通过选举,或者通过抽签,或者通过两者结合(有些通过抽签,有些通过选举)来任命,则是寡头政性质的;而从两者中任命则更为寡头政性质。
τὸ δὲ τὰς μὲν ἐκ πάντων τὰς δʼ ἐκ τινῶν πολιτικὸν ἀριστοκρατικῶς,
至于有些官职从全体中任命,有些从部分人中任命,则是具有贵族政倾向的共和政体性质。

词汇与语法注释

  1. 1300aτοῦτο δὲ συμβαίνειν εἴωθεν ὅταν εὐπορία τις ᾖ μισθοῦ — 解释了前述议事会权力被削弱(καταλύεται δὲ καὶ τῆς βουλῆς ἡ δύναμις)在何种情况下会发生。τοῦτο 指代前述情况,συμβαίνειν 是不定式,依附于 εἴωθεν(通常发生)。
  2. 1300aἀριστοκρατικόν, δημοκρατικὸν δʼ οὔ — 主语为阳性/阴性名词(παιδονόμος δὲ καὶ γυναικονόμος...),但宾语/表语使用了中性单数形容词(ἀριστοκρατικόν 等),用来表示该官职或事务的抽象性质(“设立此类监察官职是贵族政性质的”)。
  3. 1300aκαί ἢ ἐξ ἁπάντων, ἢ ὡς ἀνὰ μέρος — 进一步细分了“全体从全体中”(πάντες ἐκ πάντων)的情况。ἐξ ἁπάντων 指“从全体中一并(作为一个整体)”,而 ὡς ἀνὰ μέρος 指“按部分(如部落或区)轮流”,直到遍历所有公民。
  4. 1300aχωρὶς τῶν δύο συνδυασμῶν — 意为“除去两种组合”。这里排除的是前文(1300a19-21)提到的混合组合方式,例如“有些官职由部分人、有些由全体任命”以及“有些从部分人中、有些从全体中选出”。

引用这一段

亚里士多德, 政治学 §4.1300a. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg035.humanitext-grc2:4.1300a

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。