Humanitext Reader

亚里士多德 · 政治学 §4.1298a

审议部门的职权及其在政体中的形式

第 85 段,共 155 段 · 希腊语

内容简介

亚里士多德着重讨论国制三要素中的“审议部分”,定义了其权力范围,并详细分析了全体公民参与审议的四种民主制方式,以及只有少数人参与审议的寡头制方式的不同变体。

§4.1298aδεύτερον δὲ τὸ περὶ τὰς ἀρχάς, τοῦτο δʼ ἐστὶ τίνας δεῖ καὶ τίνων εἶναι κυρίας, καὶ ποίαν τινὰ δεῖ γίνεσθαι τὴν αἵρεσιν αὐτῶν, τρίτον δέ τί τὸ δικάζον.
第二部分是关于官职的部分,即:应该设立哪些官职,它们应该对哪些事务拥有权力,以及应该以何种方式选拔它们;第三部分则是司法部分。
κύριον δʼ ἐστὶ τὸ βουλευόμενον περὶ πολέμου καὶ εἰρήνης, καὶ συμμαχίας καὶ διαλύσεως, καὶ περὶ νόμων, καὶ περὶ θανάτου καὶ φυγῆς καὶ δημεύσεως, καὶ περὶ ἀρχῶν αἱρέσεως καὶ τῶν εὐθυνῶν.
审议部分对战争与和平、盟约及其解除、法律、死刑、流放和财产充公,以及官职的选举和审计(审查)拥有权力。
ἀναγκαῖον δʼ ἤτοι πᾶσι τοῖς πολίταις ἀποδίδοσθαι πάσας ταύτας τὰς κρίσεις ἢ τισὶ πάσας (οἷον ἀρχῇ τινὶ μιᾷ ἢ πλείοσιν, ἢ ἑτέραις ἑτέρας) ἢ τινὰς μὲν αὐτῶν πᾶσι τινὰς δὲ τισίν.
必然地,要么把所有这些决议权赋予全体公民,要么把所有这些决议权赋予部分公民(例如,赋予某个单一的官职或多个官职,或者将不同的决议权赋予不同的官职),要么把其中的某些决议权赋予全体公民,而把另一些赋予部分公民。
τὸ μὲν οὖν πάντας καὶ περὶ ἁπάντων δημοτικόν· τὴν τοιαύτην γὰρ ἰσότητα ζητεῖ ὁ δῆμος.
因此,全体公民就所有事务进行审议是民主制的特征;因为平民追求的就是这种平等。
εἰσὶ δὲ οἱ τρόποι τοῦ πάντας πλείους, εἷς μὲν τὸ κατὰ μέρος ἀλλὰ μὴ πάντας ἀθρόους (ὥσπερ ἐν τῇ πολιτείᾳ τῇ Τηλεκλέους ἐστὶ τοῦ Μιλησίου· καὶ ἐν ἄλλαις δὲ πολιτείαις βουλεύονται αἱ συναρχίαι συνιοῦσαι, εἰς δὲ τὰς ἀρχὰς βαδίζουσι πάντες κατὰ μέρος ἐκ τῶν φυλῶν καὶ τῶν μορίων τῶν ἐλαχίστων παντελῶς, ἕως ἂν διεξέλθῃ διὰ πάντων), συνιέναι δὲ μόνον περί τε νόμων θέσεως καὶ τῶν περὶ τῆς πολιτείας, καὶ τὰ παραγγελλόμενα ἀκουσομένους ὑπὸ τῶν ἀρχόντων·
而“全体”进行审议的方式有多种:第一种方式是,大家轮流审议,而不是全体一齐参与(正如米利都人泰莱克勒斯的国制中所实行的那样;在其他国制中,联合官署集会审议,而所有人则从部落和最微小的行政区划中轮流出任官职,直到轮遍所有人为止),而他们集会仅是为了制定法律和处理有关国制的事宜,以及听取官员发布的宣告。
ἄλλος δὲ τρόπος τὸ πάντας ἀθρόους, συνιέναι δὲ μόνον πρός τε τὰς ἀρχαιρεσίας καὶ πρὸς τὰς νομοθεσίας καὶ περὶ πολέμου καὶ εἰρήνης καὶ πρὸς εὐθύνας, τὰ δʼ ἄλλα τὰς ἀρχὰς βουλεύεσθαι τὰς ἐφʼ ἑκάστοις τεταγμένας, αἱρετὰς οὔσας ἐξ ἁπάντων ἢ κληρωτάς·
另一种方式是,全体一齐集会,但仅是为了选举官员、立法、决定战争与和平,以及进行审计,而其他事务则由针对各具体事务设立的官职来审议,这些官职是从全体公民中选举或抽签产生的。
ἄλλος δὲ τρόπος τὸ περὶ τὰς ἀρχὰς καὶ τὰς εὐθύνας ἀπαντᾶν τοὺς πολίτας, καὶ περὶ πολέμου βουλευσομένους καὶ συμμαχίας, τὰ δʼ ἄλλα τὰς ἀρχὰς διοικεῖν αἱρετὰς οὔσας, ὅσας ἐνδέχεται, τοιαῦται δʼ εἰσὶν ὅσας ἄρχειν ἀναγκαῖον τοὺς ἐπισταμένους·
另一种方式是,公民们为了官职选举和审计,以及为了审议战争和盟约而集会,而其他事务则由尽可能通过选举产生的官职来管理,而这些官职必须由具有专业知识的人来担任。
τέταρτος δὲ τρόπος τὸ πάντας περὶ πάντων βουλεύεσθαι συνιόντας, τὰς δʼ ἀρχὰς περὶ μηθενὸς κρίνειν ἀλλὰ μόνον προανακρίνειν, ὅνπερ ἡ τελευταία δημοκρατία νῦν διοικεῖται τρόπον, ἣν ἀνάλογόν φαμεν εἶναι ὀλιγαρχίᾳ τε δυναστευτικῇ καὶ μοναρχίᾳ τυραννικῇ.
第四种方式是,全体公民集会并就所有事务进行审议,而官职对任何事务都不作决定,而只进行初步审查,这就是当今极端的民主制所采用的运行方式,我们说这种民主制与僭主式的君主制以及门阀式的寡头制是相对应的。
οὗτοι μὲν οὖν οἱ τρόποι δημοκρατικοὶ πάντες, τὸ δὲ τινὰς περὶ πάντων ὀλιγαρχικόν.
因此,这些方式都是民主制的,而由部分人就所有事务进行审议则是寡头制的。
ἔχει δὲ καὶ τοῦτο διαφορὰς πλείους.
这也有多种差异。
ὅταν μὲν γὰρ ἀπὸ τιμημάτων μετριωτέρων αἱρετοί τε ὦσι καὶ πλείους διὰ τὴν μετριότητα τοῦ τιμήματος, καὶ περὶ ὧν ὁ νόμος ἀπαγορεύει μὴ κινῶσιν ἀλλʼ ἀκολουθῶσι, καὶ ἐξῇ κτωμένῳ τὸ τίμημα μετέχειν, ὀλιγαρχία μὲν πολιτικὴ δέ ἐστιν ἡ τοιαύτη διὰ τὸ μετριάζειν·
因为,当根据较为温和的财产资格进行选举,且由于财产资格的温和,参与审议的人数较多,并且他们不在法律禁止的地方进行改动,而是遵守法律,而且任何获得该财产资格的人都可以参与国制时,这样的一种由于其温和性,虽然是寡头制,但也具有宪政(共和)色彩。
ὅταν δὲ μὴ πάντες τοῦ βουλεύεσθαι μετέχωσιν ἀλλʼ πρόκριτοι,
但是,当并非所有人,而是只有预先选出的人参与审议时,

词汇与语法注释

  1. 1298a1τίνας δεῖ καὶ τίνων εἶναι κυρίας — τίνας 是无人称动词 δεῖ 后面省略的不定式 εἶναι 的主语补足语(宾格配不定式结构中的主语),意为“应当设立哪些官职”。而 τίνων 是被形容词 κυρίας(拥有权力的)所支配的属格,表示“对哪些事务拥有权力”。
  2. 1298a8ἑτέραις ἑτέρας — 这是代词 ἕτερος 并置构成的紧缩分配结构。结合上下文省略的动词 ἀποδίδοσθαι,意为“将不同的决定(ἑτέρας,宾格,指代前文的 κρίσεις)赋予不同的官职(ἑτέραις,与格)”。
  3. 1298a12τὸ κατὰ μέρος ἀλλὰ μὴ πάντας ἀθρόους — 此宾格短语作同位语,具体解释前文属格短语 τοῦ πάντας(全体进行审议)的实施方式。这里将副词短语 κατὰ μέρος(轮流、依次)与宾格复数形容词短语 πάντας ἀθρόους(全体一齐)进行了对比。
  4. 1298a37ἀπαγορεύει μὴ κινῶσιν — 在表示禁止的动词 ἀπαγορεύει 之后,否定副词 μή 被赘生(冗余)地使用。整个结构应理解为单一否定,意为“他们不去触动(改动)法律所禁止的事物”。

引用这一段

亚里士多德, 政治学 §4.1298a. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg035.humanitext-grc2:4.1298a

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。