Humanitext Reader

亚里士多德 · 政治学 §4.1297b

重装步兵国制与一切政体的三个组成部分

第 84 段,共 155 段 · 希腊语

内容简介

作者讨论了基于持械公民的国制财产资格标准,追溯了希腊国制从骑兵主导向重装步兵过渡的历史演变,并开始分析一切国制共有的三大核心组成部分(审议、官职和司法)。

§4.1297bδεῖ δὲ τὴν πολιτείαν εἶναι μὲν ἐκ τῶν τὰ ὅπλα ἐχόντων μόνον· τοῦ δὲ τιμήματος τὸ πλῆθος ἁπλῶς μὲν ὁρισαμένους οὐκ ἔστιν εἰπεῖν τοσοῦτον δεῖν ὑπάρχειν, ἀλλὰ σκεψαμένους τὸ ποῖον ἐπιβάλλει μακρότατον ὥστε τοὺς μετέχοντας τῆς πολιτείας εἶναι πλείους τῶν μὴ μετεχόντων, τοῦτο τάττειν.
然而,国制应该仅由拥有武器的人构成;至于财产资格的数额,不能绝对地规定说它必须是多少,而必须在考虑了在何种最高的数额下,参与国制的人多于不参与的人之后,来制定这一数额。
ἐθέλουσι γὰρ οἱ πένητες καὶ μὴ μετέχοντες τῶν τιμῶν ἡσυχίαν ἔχειν, ἐὰν μήτε ὑβρίζῃ τις αὐτοὺς μήτε ἀφαιρῆται μηθὲν τῆς οὐσίας.
因为穷人和不参与荣誉的人,如果没人侮辱他们,也不剥夺他们的任何财产,就愿意保持安分。
ἀλλὰ τοῦτο οὐ ῥᾴδιον· οὐ γὰρ ἀεὶ συμβαίνει χαρίεντας εἶναι τοὺς μετέχοντας τοῦ πολιτεύματος.
但这不是一件容易的事;因为参与治理的人并不总是温和的。
καὶ εἰώθασι δέ, ὅταν πόλεμος ᾖ, ὀκνεῖν, ἂν μὴ λαμβάνωσι τροφήν, ἄποροι δὲ ὦσιν· ἐὰν δὲ πορίζῃ τις τροφήν, βούλονται πολεμεῖν.
而且在战争时,如果他们得不到给养且自己又贫困,他们往往会退缩;但如果有人提供给养,他们就愿意参战。
ἔστι δὲ ἡ πολιτεία παρʼ ἐνίοις οὐ μόνον ἐκ τῶν ὁπλιτευόντων ἀλλὰ καὶ ἐκ τῶν ὡπλιτευκότων· ἐν Μαλιεῦσι δὲ ἡ μὲν πολιτεία ἦν ἐκ τούτων, τὰς δὲ ἀρχὰς ᾑροῦντο ἐκ τῶν στρατευομένων.
在某些地方,国制不仅由正在服重装步兵役的人构成,而且也由曾服过重装步兵役的人构成;在马里人中,国制由这些人构成,但他们从正在服役的人中选举官职。
καὶ ἡ πρώτη δὲ πολιτεία ἐν τοῖς Ἕλλησιν ἐγένετο μετὰ τὰς βασιλείας ἐκ τῶν πολεμούντων, ἡ μὲν ἐξ ἀρχῆς ἐκ τῶν ἱππέων (τὴν γὰρ ἰσχὺν καὶ τὴν ὑπεροχὴν ἐν τοῖς ἱππεῦσιν ὁ πόλεμος εἶχεν· ἄνευ μὲν γὰρ συντάξεως ἄχρηστον τὸ ὁπλιτικόν, αἱ δὲ περὶ τῶν τοιούτων ἐμπειρίαι καὶ τάξεις ἐν τοῖς ἀρχαίοις οὐχ ὑπῆρχον, ὥστʼ ἐν τοῖς ἱππεῦσιν εἶναι τὴν ἰσχύν), αὐξανομένων δὲ τῶν πόλεων καὶ τῶν ἐν τοῖς ὅπλοις ἰσχυσάντων μᾶλλον πλείους μετεῖχον τῆς πολιτείας· διόπερ ἃς νῦν καλοῦμεν πολιτείας, οἱ πρότερον ἐκάλουν δημοκρατίας·
希腊人在王政之后的第一个国制也是由战士构成的,最初是由骑兵构成(因为战争的力量和优势在于骑兵;因为没有编队,重装步兵是无用的,而古代人还没有关于这些事情的经验和编队知识,所以力量在于骑兵);但随着城邦的扩大和拥有武器的人变得更加强大,更多的人参与了国制;因此,我们现在所说的国制,以前的人称之为民主制。
ἦσαν δὲ αἱ ἀρχαῖαι πολιτεῖαι εὐλόγως ὀλιγαρχικαὶ καὶ βασιλικαί.
而古代的国制理所当然地是寡头制和君主制的。
διʼ ὀλιγανθρωπίαν γὰρ οὐκ εἶχον πολὺ τὸ μέσον, ὥστʼ ὀλίγοι τε ὄντες τὸ πλῆθος καὶ κατὰ τὴν σύνταξιν φαῦλοι ὑπέμενον τὸ ἄρχεσθαι.
因为由于人口稀少,他们没有庞大的中间阶层,所以他们在数量上既少,在编队上又弱,从而甘愿受人统治。
διὰ τίνα μὲν οὖν εἰσιν αἰτίαν αἱ πολιτεῖαι πλείους, καὶ διὰ τί παρὰ τὰς λεγομένας ἕτεραι (δημοκρατία τε γὰρ οὐ μία τὸν ἀριθμόν ἐστι, καὶ τῶν ἄλλων ὁμοίως), ἔτι δὲ τίνες αἱ διαφοραὶ καὶ διὰ τίνα αἰτίαν συμβαίνει, πρὸς δὲ τούτοις τίς ἀρίστη τῶν πολιτειῶν ὡς ἐπὶ τὸ πλεῖστον εἰπεῖν, καὶ τῶν ἄλλων ποία ποίοις ἁρμόττει τῶν πολιτειῶν, εἴρηται.
因此,国制之所以有多种的原因,以及为什么在所说的国制之外还有其他国制(因为民主制在数量上不止一个,其他国制也同样如此),此外有哪些差异以及由于什么原因而发生,除此以外,一般而言哪种国制是最好的,以及其他国制中的哪一种适合哪种人,都已经阐明了。
πάλιν δὲ καὶ κοινῇ καὶ χωρὶς περὶ ἑκάστης λέγωμεν περὶ τῶν ἐφεξῆς, λαβόντες ἀρχὴν τὴν προσήκουσαν αὐτῶν.
那么,让我们再次共同地且分别地,从它们适当的起点出发,讨论接下来的事。
ἔστι δὴ τρία μόρια τῶν πολιτειῶν πασῶν, περὶ ὧν δεῖ θεωρεῖν τὸν σπουδαῖον νομοθέτην ἑκάστῃ τὸ συμφέρον· ὧν ἐχόντων καλῶς ἀνάγκη τὴν πολιτείαν ἔχειν καλῶς, καὶ τὰς πολιτείας ἀλλήλων διαφέρειν ἐν τῷ διαφέρειν ἕκαστον τούτων.
实际上,一切国制中都有三个部分,优秀的立法者必须就这三个部分考虑每种国制所适合的利益;如果这些部分处于良好状态,国制就必然处于良好状态,而国制之间的彼此不同,就在于这些部分中的每一个不同。
ἔστι δὲ τῶν τριῶν τούτων ἓν μὲν τί τὸ βουλευόμενον περὶ τῶν κοινῶν,
而在这三个部分中,其一是审议公共事务的部分,

词汇与语法注释

  1. 1297bὁρισαμένους ... σκεψαμένους — 宾格分词 `ὁρισαμένους` 和 `σκεψαμένους` 分别作为不定式 `εἰπεῖν`(在无人称句 `οὐκ ἔστιν` 之后)和 `τάττειν`(在上下文中具有劝诫、应当之意)的逻辑主语,指代泛指的“人们”(复数)。
  2. 1297bτὸ ποῖον ἐπιβάλλει μακρότατον — 这是一个间接疑问从句。不及物动词 `ἐπιβάλλει` 在此意为“对应”或“合适”,与最高级形容词 `μακρότατον`(“最高的”或“最宽限度的”)连用,指的是在确保参政人数超过非参政人数(`ὥστε...`)的前提下所能设定的最高财产数额。
  3. 1297bὧν ἐχόντων καλῶς — 这是一个属格独立结构,关系代词 `ὧν`(先行词为前文的 `τρία μόρια`,即“三个部分”)作其逻辑主语,表达条件语气(“如果这些部分处于良好状态”)。
  4. 1297bἐν τῷ διαφέρειν ἕκαστον τούτων — 介词 `ἐν` 支配冠词不定式 `τῷ διαφέρειν`,宾格短语 `ἕκαστον τούτων`(“这些部分中的每一个”)作其逻辑主语,构成表示方面或原因的副词短语(“在于这些部分中的每一个有所不同”)。

引用这一段

亚里士多德, 政治学 §4.1297b. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg035.humanitext-grc2:4.1297b

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。