Humanitext Reader

亚里士多德 · 政治学 §4.1296b-4.1297a

质与量的平衡及寡头制与民主制的策略

第 83 段,共 155 段 · 希腊语

内容简介

在最适中庸国制的前提下,阐明了其他国制的优劣取决于其偏离中庸的程度,并指出维持国制需要平衡“质”与“量”的关系。接着强调了立法者必须重视吸纳中间阶层,揭示了寡头制和民主制针对公民所采用的欺骗性政治策略,并提出了如何公正地将两者混合以达至稳定的方法。

§4.1296bἀλλʼ ἢ ἄρχειν ζητεῖν ἢ κρατουμένους ὑπομένειν.
而只是要么寻求统治,要么甘愿忍受被统治。
τίς μὲν οὖν ἀρίστη πολιτεία, καὶ διὰ τίνʼ αἰτίαν, ἐκ τούτων φανερόν·
因此,什么样的国制是最好的,以及由于什么原因,从这些中是很显然的。
τῶν δʼ ἄλλων πολιτειῶν, ἐπειδὴ πλείους δημοκρατίας καὶ πλείους ὀλιγαρχίας φαμὲν εἶναι, ποίαν πρώτην θετέον καὶ δευτέραν καὶ τοῦτον δὴ τὸν τρόπον ἐχομένην τῷ τὴν μὲν εἶναι βελτίω τὴν δὲ χείρω, διωρισμένης τῆς ἀρίστης οὐ χαλεπὸν ἰδεῖν.
至于其他国制,既然我们说存在多种民主制和多种寡头制,那么在最好的国制已经被规定的情况下,哪一个应当被置于第一,哪一个第二,并以这种方式依次排定,即一个是较好的而另一个是较坏的,这并不难看出。
ἀεὶ γὰρ ἀναγκαῖον εἶναι βελτίω τὴν ἐγγύτατα ταύτης, χείρω δὲ τὴν ἀφεστηκυῖαν τοῦ μέσου πλεῖον, ἂν μὴ πρὸς ὑπόθεσιν κρίνῃ τις.
因为,除非有人针对特定的前提来作判断,否则最接近这一最好国制的必然总是较好的,而远离中庸较远的则是较坏的。
λέγω δὲ τὸ πρὸς ὑπόθεσιν, ὅτι πολλάκις, οὔσης ἄλλης πολιτείας αἱρετωτέρας, ἐνίοις οὐδὲν κωλύει συμφέρειν ἑτέραν μᾶλλον εἶναι πολιτείαν.
我所说的“针对特定前提”,是指虽然常常有另一种更为可取的国制,但对于某些人来说,另一种国制更适合(更有益)也并无妨碍。
τίς δὲ πολιτεία τίσι καὶ ποία συμφέρει ποίοις, ἐχόμενόν ἐστι τῶν εἰρημένων διελθεῖν.
接下来,讨论什么样的国制适合什么样的人,以及哪种国制适合哪种人,是紧接前述内容要阐明的事。
ληπτέον δὴ πρῶτον περὶ πασῶν καθόλου ταὐτόν· δεῖ γὰρ κρεῖττον εἶναι τὸ βουλόμενον μέρος τῆς πόλεως τοῦ μὴ βουλομένου μένειν τὴν πολιτείαν.
首先,我们必须对所有国制掌握一个完全相同的基本原则:即波利斯中希望国制存续的部分必须比不希望其存续的部分更为强大。
ἔστι δὲ πᾶσα πόλις ἔκ τε τοῦ ποιοῦ καὶ ποσοῦ.
而每个波利斯都由“质”与“量”两部分构成。
λέγω δὲ ποιὸν μὲν ἐλευθερίαν πλοῦτον παιδείαν εὐγένειαν, ποσὸν δὲ τὴν τοῦ πλήθους ὑπεροχήν.
我所说的“质”是指自由、财富、教育和高贵出身;“量”则是指群众在数量上的优势。
ἐνδέχεται δὲ τὸ μὲν ποιὸν ὑπάρχειν ἑτέρῳ μέρει τῆς πόλεως, ἐξ ὧν συνέστηκε μερῶν ἡ πόλις, ἄλλῳ δὲ μέρει τὸ ποσόν, οἷον πλείους τὸν ἀριθμὸν εἶναι τῶν γενναίων τοὺς ἀγεννεῖς ἢ τῶν πλουσίων τοὺς ἀπόρους, μὴ μέντοι τοσοῦτον ὑπερέχειν τῷ ποσῷ ὅσον λείπεται τῷ ποιῷ.
并且,“质”有可能属于构成波利斯的部分中的一部分,而“量”则属于另一部分;例如,出身卑微者在数量上多于出身高贵者,或者穷人多于富人,但他们在“量”上的优势并未达到足以弥补他们在“质”上的劣势的程度。
διὸ ταῦτα πρὸς ἄλληλα συγκριτέον.
因此,必须将这两者相互比较。
ὅπου μὲν οὖν ὑπερέχει τὸ τῶν ἀπόρων πλῆθος τὴν εἰρημένην ἀναλογίαν, ἐνταῦθα πέφυκεν εἶναι δημοκρατίαν, καὶ ἕκαστον εἶδος δημοκρατίας κατὰ τὴν ὑπεροχὴν τοῦ δήμου ἑκάστου, οἷον ἐὰν μὲν τὸ τῶν γεωργῶν ὑπερτείνῃ πλῆθος, τὴν πρώτην δημοκρατίαν, ἐὰν δὲ τὸ τῶν βαναύσων καὶ μισθαρνούντων, τὴν τελευταίαν, ὁμοίως δὲ καὶ τὰς ἄλλας τὰς μεταξὺ τούτων·
在穷人的数量超过上述比例的地方,那里自然会产生民主制,并且民主制的每一种形式都根据具体平民阶层的优势而定;例如,如果农民群众的人数占压倒优势,就是第一种民主制,如果是工匠和雇工占优势,则是最后一种民主制,介于这两者之间的其他民主制也以此类推。
ὅπου δὲ τὸ τῶν εὐπόρων καὶ γνωρίμων μᾶλλον ὑπερτείνει τῷ ποιῷ ἢ λείπεται τῷ ποσῷ, ἐνταῦθα ὀλιγαρχίαν, καὶ τῆς ὀλιγαρχίας τὸν αὐτὸν τρόπον ἕκαστον εἶδος κατὰ τὴν ὑπεροχὴν τοῦ ὀλιγαρχικοῦ πλήθους.
但在富裕者和名流的部分在“质”上的优势超过其在“量”上的劣势的地方,那里就会产生寡头制,并且寡头制的每一种形式也同样根据寡头制群众的优势而定。
δεῖ δʼ ἀεὶ τὸν νομοθέτην ἐν τῇ πολιτείᾳ προσλαμβάνειν τοὺς μέσους· ἄν τε γὰρ ὀλιγαρχικοὺς τοὺς νόμους τιθῇ, στοχάζεσθαι χρὴ τῶν μέσων, ἐάν τε δημοκρατικούς, προσάγεσθαι τοῖς νόμοις τούτους.
立法者必须在国制中始终吸纳中间阶层;因为无论他是制定寡头制的法律,还是制定民主制的法律,他都应该以中间阶层为目标,将他们拉入法律之中。
ὅπου δὲ τὸ τῶν μέσων ὑπερτείνει πλῆθος ἢ συναμφοτέρων τῶν ἄκρων ἢ καὶ θατέρου μόνον, ἐνταῦθʼ ἐνδέχεται πολιτείαν εἶναι μόνιμον.
而在中间阶层的人数超过两极相加、或者甚至仅仅超过其中一极的地方,那里就有可能存在稳定的国制。
§4.1297aοὐθὲν γὰρ φοβερὸν μή ποτε συμφωνήσωσιν οἱ πλούσιοι τοῖς πένησιν ἐπὶ τούτους· οὐδέποτε γὰρ ἅτεροι βουλήσονται δουλεύειν τοῖς ἑτέροις, κοινοτέραν δʼ, ἂν ζητῶσιν, οὐδεμίαν εὑρήσουσιν ἄλλην ταύτης.
因为,完全没有必要担心富人会与穷人联合起来对付他们(中间阶层);因为双方决不会希望服侍对方,而且如果他们寻求一种更具公共性的国制,他们将找不到除此以外的任何其他国制。
ἐν μέρει γὰρ ἄρχειν οὐκ ἂν ὑπομείνειαν διὰ τὴν ἀπιστίαν τὴν πρὸς ἀλλήλους· πανταχοῦ δὲ πιστότατος ὁ διαιτητής, διαιτητὴς δʼ ὁ μέσος.
因为由于彼此之间的不信任,他们不会甘愿轮流统治;而任何地方最受信赖的都是仲裁者,中间阶层就是仲裁者。
ὅσῳ δʼ ἂν ἄμεινον ἡ πολιτεία μειχθῇ, τοσούτῳ μονιμωτέρα.
国制混合得越好,它就越稳定。
διαμαρτάνουσι δὲ πολλοὶ καὶ τῶν τὰς ἀριστοκρατικὰς βουλομένων ποιεῖν πολιτείας, οὐ μόνον ἐν τῷ πλεῖον νέμειν τοῖς εὐπόροις, ἀλλὰ καὶ ἐν τῷ παρακρούεσθαι τὸν δῆμον.
然而,许多甚至那些希望建立贵族制国制的人也犯了错误,不仅在于给予富裕者更多,还在于欺骗平民。
ἀνάγκη γὰρ χρόνῳ ποτὲ ἐκ τῶν ψευδῶν ἀγαθῶν ἀληθὲς συμβῆναι κακόν·
因为,从虚假之善中,随着时间的推移,必然会产生真正的恶。
αἱ γὰρ πλεονεξίαι τῶν πλουσίων ἀπολλύασι μᾶλλον τὴν πολιτείαν ἢ αἱ τοῦ δήμου.
事实上,富人的贪婪对国制的破坏,远甚于平民的贪婪。
ἔστι δʼ ὅσα προφάσεως χάριν ἐν ταῖς πολιτείαις σοφίζονται πρὸς τὸν δῆμον πέντε τὸν ἀριθμόν, περὶ ἐκκλησίαν, περὶ τὰς ἀρχάς, περὶ δικαστήρια, περὶ ὅπλισιν, περὶ γυμνασίαν·
此外,在国制中为了作秀而对平民施行的策略,其数量共有五个,分别涉及民会、官职、法庭、武装和体育。
περὶ ἐκκλησίαν μὲν τὸ ἐξεῖναι ἐκκλησιάζειν πᾶσι, ζημίαν δὲ ἐπικεῖσθαι τοῖς εὐπόροις ἐὰν μὴ ἐκκλησιάζωσιν, ἢ μόνοις ἢ μείζω πολλῷ, περὶ δὲ τὰς ἀρχὰς τὸ τοῖς μὲν ἔχουσι τίμημα μὴ ἐξεῖναι ἐξόμνυσθαι, τοῖς δʼ ἀπόροις ἐξεῖναι, καὶ περὶ τὰ δικαστήρια τοῖς μὲν εὐπόροις εἶναι ζημίαν ἂν μὴ δικάζωσι, τοῖς δʼ ἀπόροις ἄδειαν, ἢ τοῖς μὲν μεγάλην τοῖς δὲ μικράν, ὥσπερ ἐν τοῖς Χαρώνδου νόμοις.
关于民会,是允许所有人参加民会,但若富裕者不参加则处以罚金,要么只处罚富裕者,要么罚金多得多;关于官职,是规定拥有财产资格者不允许宣誓放弃,而穷人则允许;关于法庭,是富裕者不参加审判会被处以罚金,而穷人免罚,或者前者罚金多而后者罚金少,正如在查隆达斯的法律中所规定的一样。
ἐνιαχοῦ δʼ ἔξεστι μὲν πᾶσιν ἀπογραψαμένοις ἐκκλησιάζειν καὶ δικάζειν, ἐὰν δὲ ἀπογραψάμενοι μήτʼ ἐκκλησιάζωσι μήτε δικάζωσιν, ἐπίκεινται μεγάλαι ζημίαι τούτοις, ἵνα διὰ μὲν τὴν ζημίαν φεύγωσι τὸ ἀπογράφεσθαι, διὰ δὲ τὸ μὴ ἀπογράφεσθαι μὴ δικάζωσι μηδʼ ἐκκλησιάζωσιν.
在某些地方,允许所有登记在册的人参加民会和审判,但若登记后既不参加民会也不参加审判,则对这些人处以重罚,以便他们由于处罚而逃避登记,又因不登记而不参加审判和民会。
τὸν αὐτὸν δὲ τρόπον καὶ περὶ τοῦ ὅπλα κεκτῆσθαι καὶ τοῦ γυμνάζεσθαι νομοθετοῦσιν.
他们也以同样的方式对拥有武器和进行体育训练进行立法。
τοῖς μὲν γὰρ ἀπόροις ἔξεστι μὴ κεκτῆσθαι, τοῖς δʼ εὐπόροις ἐπιζήμιον μὴ κεκτημένοις, κἂν μὴ γυμνάζωνται, τοῖς μὲν οὐδεμία ζημία, τοῖς δʼ εὐπόροις ἐπιζήμιον, ὅπως οἱ μὲν διὰ τὴν ζημίαν μετέχωσιν, οἱ δὲ διὰ τὸ μὴ φοβεῖσθαι μὴ μετέχωσιν.
因为,穷人被允许不拥有武器,而富裕者不拥有则会受到处罚;穷人若不进行体育训练,不会受到处罚,但富裕者不训练则会受到处罚,以便富裕者因罚金而参与,而穷人因无所畏惧而不参与。
ταῦτα μὲν οὖν ὀλιγαρχικὰ σοφίσματα τῆς νομοθεσίας· ἐν δὲ ταῖς δημοκρατίαις πρὸς ταῦτʼ ἀντισοφίζονται.
这些都是立法中的寡头制策略;而在民主制中,则采用与之相对抗的策略。
τοῖς μὲν γὰρ ἀπόροις μισθὸν πορίζουσιν ἐκκλησιάζουσι καὶ δικάζουσιν, τοῖς δʼ εὐπόροις οὐδεμίαν τάττουσι ζημίαν.
因为他们为参加民会和审判的穷人提供津贴,而对富裕者则不规定任何罚金。
ὥστε φανερὸν ὅτι εἴ τις βούλεται μιγνύναι δικαίως, δεῖ τὰ παρʼ ἑκατέροις συνάγειν καὶ τοῖς μὲν μισθὸν πορίζειν τοῖς δὲ ζημίαν·
因此显然,如果有人希望公正地进行混合,就必须把双方的规定结合起来,为穷人提供津贴,而对富裕者施以罚金。
οὕτω γὰρ ἂν κοινωνοῖεν ἅπαντες, ἐκείνως δʼ ἡ πολιτεία γίγνεται τῶν ἑτέρων μόνον.
因为这样一来,所有人都会参与,而在另一种情况下,国制就会变成仅属于其中一方。

词汇与语法注释

  1. 1296bἀλλʼ ἢ ἄρχειν ζητεῖν ἢ κρατουμένους ὑπομένειν — 承接前句的“不愿求取平等”,由 `ἀλλʼ ἤ`(除……之外别无、仅仅)引导的不定式短语。`κρατουμένους` 是不定式 `ὑπομένειν`(甘愿接受、忍受)的宾格主语,意为“被统治”或“甘受支配”。
  2. 1296bμὴ μέντοι τοσοῦτον ὑπερέχειν τῷ ποσῷ ὅσον λείπεται τῷ ποιῷ — `ὑπερέχειν` 是依附于前文 `ἐνδέχεται`(可能)的“对格加不定式”结构的一部分。关联结构 `τοσοῦτον... ὅσον...` 规定了一种均衡状态,即“在量上的优越程度(`τοσοῦτον ὑπερέχειν τῷ ποσῷ`)并未大到能够弥补其在质上的劣势(`ὅσον λείπεται τῷ ποιῷ`)”。
  3. 1297aοὐθὲν γὰρ φοβερὸν μή ποτε συμφωνήσωσιν — 由表示担忧的形容词 `φοβερὸν` 引导的 `μή` 加虚拟语气(`συμφωνήσωσιν`)结构。与 `οὐθὲν` 连用表示强烈的否定:“完全不用担心……”。`ἐπὶ τούτους`(对付他们)中的 `τούτους` 指代前文提到的中间阶层(`τοὺς μέσους`)。
  4. 1297aἵνα διὰ μὲν τὴν ζημίαν φεύγωσι τὸ ἀπογράφεσθαι — 在由目的引导词 `ἵνα` 引导的从句中,并列了两个形成因果对比的动作。前半句表示“由于罚金(`τὴν ζημίαν`)而逃避登记(`tò apographesthai`)”,后半句表示“由于未登记(`tò mē apographesthai`)而不进行审判和出席民会”。此处利用带冠词的不定式与介词 `διά` 构成了双重因果关系。

引用这一段

亚里士多德, 政治学 §4.1296b-4.1297a. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg035.humanitext-grc2:4.1296b-4.1297a

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。