Humanitext Reader

亚里士多德 · 政治学 §4.1296a

中庸国制防止党争的稳定性与杰出立法者

第 82 段,共 155 段 · 希腊语

内容简介

作者论证了中庸国制是最好且最不易发生党争的,并指出贫富极化如何导致僭主制等极端政体,同时提到历史上最伟大的立法者均出身于中等阶层。

§4.1296aὡς ὅπου οἱ μὲν πολλὰ σφόδρα κέκτηνται οἱ δὲ μηθέν, ἢ δῆμος ἔσχατος γίγνεται ἢ ὀλιγαρχία ἄκρατος, ἢ τυραννὶς διʼ ἀμφοτέρας τὰς ὑπερβολάς·
因为在一些人拥有极多而另一些人一无所有的地方,要么产生极端的民主制,要么产生纯粹的寡头制,或者由于这两者的过度而产生僭主制。
καὶ γὰρ ἐκ δημοκρατίας τῆς νεανικωτάτης καὶ ἐξ ὀλιγαρχίας γίγνεται τυραννίς, ἐκ δὲ τῶν μέσων καὶ τῶν σύνεγγυς πολὺ ἧττον.
因为僭主制既产生于最激进的民主制,也产生于寡头制,但从中等阶层和接近他们的人中产生的情况要少得多。
τὴν δʼ αἰτίαν ὕστερον ἐν τοῖς περὶ τὰς μεταβολὰς τῶν πολιτειῶν ἐροῦμεν.
我们稍后将在关于国制变革的章节中说明其原因。
ὅτι δʼ ἡ μέση βελτίστη, φανερόν· μόνη γὰρ ἀστασίαστος·
至于中等国制是最好的,这是显而易见的:因为只有它是没有党争的。
ὅπου γὰρ πολὺ τὸ διὰ μέσου, ἥκιστα στάσεις καὶ διαστάσεις γίγνονται τῶν πολιτῶν.
在中间阶层人数众多的地方,公民之间最不容易发生党争和分裂。
καὶ αἱ μεγάλαι πόλεις ἀστασιαστότεραι διὰ τὴν αὐτὴν αἰτίαν, ὅτι πολὺ τὸ μέσον· ἐν δὲ ταῖς μικραῖς ῥᾴδιόν τε διαλαβεῖν εἰς δύο πάντας, ὥστε μηθὲν καταλιπεῖν μέσον, καὶ πάντες σχεδὸν ἄποροι ἢ εὔποροί εἰσι.
大城市也较少发生党争,原因就在于此,因为中间阶层人数众多;但在小城市中,很容易将所有人分裂为两个部分,以至于中间不留任何部分,而且几乎所有人要么是穷人要么是富人。
καὶ αἱ δημοκρατίαι δὲ ἀσφαλέστεραι τῶν ὀλιγαρχιῶν εἰσι καὶ πολυχρονιώτεραι διὰ τοὺς μέσους (πλείους τε γάρ εἰσι καὶ μᾶλλον μετέχουσι τῶν τιμῶν ἐν ταῖς δημοκρατίαις ἢ ταῖς ὀλιγαρχίαις), ἐπεὶ ὅταν ἄνευ τούτων τῷ πλήθει ὑπερτείνωσιν οἱ ἄποροι, κακοπραγία γίνεται καὶ ἀπόλλυνται ταχέως.
民主制也比寡头制更安全、更长久,这是因为有中等阶层(因为在民主制中,他们的人数更多,且比在寡头制中更分享荣誉),因为在没有他们的情况下,当穷人在数量上占据压倒优势时,就会发生祸乱并迅速毁灭。
σημεῖον δὲ δεῖ νομίζειν καὶ τὸ τοὺς βελτίστους νομοθέτας εἶναι τῶν μέσων πολιτῶν· Σόλων τε γὰρ ἦν τούτων (δηλοῖ δʼ ἐκ τῆς ποιήσεως) καὶ Λυκοῦργος (οὐ γὰρ ἦν βασιλεύς) καὶ Χαρώνδας καὶ σχεδὸν οἱ πλεῖστοι τῶν ἄλλων.
我们也应该将最好的立法者都属于中等市民这一事实视为一个证明:因为梭伦就是其中之一(这从他的诗作中可以明显看出),吕库古也是(因为他不是国王),还有查隆达斯,以及几乎大多数其他立法者。
φανερὸν δʼ ἐκ τούτων καὶ διότι αἱ πλεῖσται πολιτεῖαι αἱ μὲν δημοκρατικαί εἰσιν αἱ δʼ ὀλιγαρχικαί.
从这些也可以看出,为什么大多数国制要么是民主制,要么是寡头制。
διὰ γὰρ τὸ ἐν ταύταις πολλάκις ὀλίγον εἶναι τὸ μέσον, αἰεὶ ὁπότεροι ἂν ὑπερέχωσιν, εἴθʼ οἱ τὰς οὐσίας ἔχοντες εἴθʼ ὁ δῆμος, οἱ τὸ μέσον ἐκβαίνοντες καθʼ αὑτοὺς ἄγουσι τὴν πολιτείαν, ὥστε ἢ δῆμος γίγνεται ἢ ὀλιγαρχία.
因为在这些国制中,中等阶层往往很少,无论哪一方占据优势,无论是占有财产者还是平民,那些超出中庸限度的人都会根据他们自己的利益来引导国制,结果要么产生民主制,要么产生寡头制。
πρὸς δὲ τούτοις διὰ τὸ στάσεις γίγνεσθαι καὶ μάχας πρὸς ἀλλήλους τῷ δήμῳ καὶ τοῖς εὐπόροις, ὁποτέροις ἂν μᾶλλον συμβῇ κρατῆσαι τῶν ἐναντίων, οὐ καθιστᾶσι κοινὴν πολιτείαν οὐδʼ ἴσην, ἀλλὰ τῆς νίκης ἆθλον τὴν ὑπεροχὴν τῆς πολιτείας λαμβάνουσιν, καὶ οἱ μὲν δημοκρατίαν οἱ δʼ ὀλιγαρχίαν ποιοῦσιν.
除此以外,由于平民与富裕者之间发生党争和斗争,无论哪一方碰巧战胜了对手,他们都不会建立一个公共的或平等的国制,而是将国制的控制权作为胜利的奖品夺取,于是有的人建立民主制,有的人建立寡头制。
ἔτι δὲ καὶ τῶν ἐν ἡγεμονίᾳ γενομένων τῆς Ἑλλάδος πρὸς τὴν παρʼ αὑτοῖς ἑκάτεροι πολιτείαν ἀποβλέποντες οἱ μὲν δημοκρατίας ἐν ταῖς πόλεσι καθίστασαν οἱ δʼ ὀλιγαρχίας, οὐ πρὸς τὸ τῶν πόλεων συμφέρον σκοποῦντες ἀλλὰ πρὸς τὸ σφέτερον αὐτῶν, ὥστε διὰ ταύτας τὰς αἰτίας ἢ μηδέποτε τὴν μέσην γίνεσθαι πολιτείαν ἢ ὀλιγάκις καὶ παρʼ ὀλίγοις· εἷς γὰρ ἀνὴρ συνεπείσθη μόνος τῶν πρότερον ἐφʼ ἡγεμονίᾳ γενομένων ταύτην ἀποδοῦναι τὴν τάξιν, ἤδη δὲ καὶ τοῖς ἐν ταῖς πόλεσιν ἔθος καθέστηκε μηδὲ βούλεσθαι τὸ ἴσον,
此外,在那些获得希腊霸权的城邦中,双方都各自瞩目于本国的国制,有的在各城邦中建立民主制,有的建立寡头制,他们所考虑的不是这些城邦的利益,而是他们自己的利益,因此由于这些原因,中庸国制要么从未产生,要么很少且只在极少数地方产生:因为在以前获得霸权的人中,只有一个人被说服去给予这种体制,而如今在各城邦的人们中也已形成了一种习惯,即甚至不愿求取平等,

词汇与语法注释

  1. 1296a1ὡς ὅπου οἱ μὲν πολλὰ σφόδρα κέκτηνται — 句首的 ὡς 是表示原因的连词,用以解释上一节的结论(拥有中等财产是最大的幸运)。ὅπου 引导条件状语从句,作为主句(ἢ δῆμος ἔσχατος γίγνεται...)的前提条件。
  2. 1296a17ἐπεὶ ὅταν ἄνευ τούτων τῷ πλήθει ὑπερτείνωσιν οἱ ἄποροι — ἄνευ τούτων 意为“没有中庸之人(τοὺς μέσους)”。τῷ πλήθει 是表示“在数量上”的关系与格。ὑπερτείνωσιν 是虚拟语气,意为“超出”或“压倒”,与 ὅταν 一起构成条件从句。
  3. 1296a18σημεῖον δὲ δεῖ νομίζειν καὶ τὸ τοὺς βελτίστους νομοθέτας εἶναι τῶν μέσων πολιτῶν — 句法上的主语是带有中性单数冠词的不定式短语 τὸ εἶναι...(……这件事)。τοὺς βελτίστους νομοθέτας 是该不定式的逻辑主语(宾格)。τῶν μέσων πολιτῶν 是表示所属的“部分属格”,意为“属于中等市民”。σημεῖον 作谓语名词。
  4. 1296a25οἱ τὸ μέσον ἐκβαίνοντες — 分词 ἐκβαίνοντες(踏出、超出)以 τὸ μέσον(中间、中庸)为宾语,意为“超出中庸限度的人”。这指的是那些无论是富人还是穷人、脱离了中间阶层并走向极端的人。
  5. 1296a38εἷς γὰρ ἀνὴρ συνεπείσθη μόνος τῶν πρότερον ἐφʼ ἡγεμονίᾳ γενομένων — εἷς ἀνὴρ μόνος 为主语。τῶν... γενομένων 是限定 μόνος 的部分属格,意为“在以前获得霸权的人中,只有一个人”。不定式 ἀποδοῦναι 作被动动词 συνεπείσθη(被说服、同意)的补足不定式。

引用这一段

亚里士多德, 政治学 §4.1296a. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg035.humanitext-grc2:4.1296a

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。