§4.1291aδεύτερον δὲ τὸ καλούμενον βάναυσον (ἔστι δὲ τοῦτο τὸ περὶ τὰς τέχνας ὧν ἄνευ πόλιν ἀδύνατον οἰκεῖσθαι·
第二部分是所谓的粗工(即从事那些若没有它们城邦就无法生存的技术的人;在这些技术中,有些是必然需要存在的,有些则是为了奢华或良好的生活)。
τούτων δὲ τῶν τεχνῶν τὰς μὲν ἐξ ἀνάγκης ὑπάρχειν δεῖ, τὰς δὲ εἰς τρυφὴν ἢ τὸ καλῶς ζῆν), τρίτον δὲ τὸ ἀγοραῖον (λέγω δʼ ἀγοραῖον τὸ περὶ τὰς πράσεις καὶ τὰς ὠνὰς καὶ τὰς ἐμπορίας καὶ καπηλείας διατρῖβον), τέταρτον δὲ τὸ θητικόν, πέμπτον δὲ γένος τὸ προπολεμῆσον, ὃ τούτων οὐθὲν ἧττόν ἐστιν ἀναγκαῖον ὑπάρχειν, εἰ μέλλουσι μὴ δουλεύσειν τοῖς ἐπιοῦσιν.
第三部分是市场阶级(我所说的市场阶级是指从事买卖、贸易和零售的部分)。 第四部分是雇工阶级。 第五类则是准备战斗的阶级,若人们不打算沦为入侵者的奴隶,这一部分就同样不可或缺。
μὴ γὰρ ἓν τῶν ἀδυνάτων ᾖ πόλιν ἄξιον εἶναι καλεῖν τὴν φύσει δούλην· αὐτάρκης γὰρ ἡ πόλις, τὸ δὲ δοῦλον οὐκ αὔταρκες.
因为恐怕城邦不能被称为本性为奴的东西,毕竟城邦是自足的,而奴隶是不自足的。
διόπερ ἐν τῇ Πολιτείᾳ κομψῶς τοῦτο, οὐχ ἱκανῶς δὲ εἴρηται.
因此,在《国家篇》中对此说得虽然巧妙,但并不充分。
φησὶ γὰρ ὁ Σωκράτης ἐκ τεττάρων τῶν ἀναγκαιοτάτων πόλιν συγκεῖσθαι, λέγει δὲ τούτους ὑφάντην καὶ γεωργὸν καὶ σκυτοτόμον καὶ οἰκοδόμον·
因为苏格拉底说城邦是由四个最不可或缺的人组成的,他说这些人是织工、农夫、鞋匠和建筑工。
πάλιν δὲ προστίθησιν, ὡς οὐκ αὐτάρκων τούτων, χαλκέα καὶ τοὺς ἐπὶ τοῖς ἀναγκαίοις βοσκήμασιν, ἔτι δʼ ἔμπορόν τε καὶ κάπηλον·
但他又接着补充说,因为这些人并不足自,所以又加上了铁匠、饲养必需牲畜的人,以及批发商和零售商。
καὶ ταῦτα πάντα γίνεται πλήρωμα τῆς πρώτης πόλεως, ὡς τῶν ἀναγκαίων τε χάριν πᾶσαν πόλιν συνεστηκυῖαν, ἀλλʼ οὐ τοῦ καλοῦ μᾶλλον, ἴσον τε δεομένην σκυτέων τε καὶ γεωργῶν.
这一切全都成了第一个城邦的“满盈”,仿佛每个城邦的建立都是为了必需品,而不是更为了美德,且同等地需要鞋匠和农夫。
τὸ δὲ προπολεμοῦν οὐ πρότερον ἀποδίδωσι μέρος πρὶν ἢ τῆς χώρας αὐξομένης καὶ τῆς τῶν πλησίον ἁπτομένης εἰς πόλεμον καταστῶσιν.
但他并没有给防御战斗的部分以城邦组成部分的地位,直到领土扩大并侵犯了邻国的土地,从而陷入战争。
ἀλλὰ μὴν καὶ ἐν τοῖς τέτταρσι καὶ τοῖς ὁποσοισοῦν κοινωνοῖς ἀναγκαῖον εἶναί τινα τὸν ἀποδώσοντα καὶ κρινοῦντα τὸ δίκαιον.
然而,即使在四个或任意数量的合伙人中,也必然需要有某个分配和裁判公正的人。
εἴπερ οὖν καὶ ψυχὴν ἄν τις θείη ζῴου μόριον μᾶλλον ἢ σῶμα, καὶ πόλεων τὰ τοιαῦτα μᾶλλον θετέον τῶν εἰς τὴν ἀναγκαίαν χρῆσιν συντεινόντων, τὸ πολεμικὸν καὶ τὸ μετέχον δικαιοσύνης δικαστικῆς, πρὸς δὲ τούτοις τὸ βουλευόμενον, ὅπερ ἐστὶ συνέσεως πολιτικῆς ἔργον.
因此,如果有人认为动物的灵魂比肉体更算是一个部分,那么在城邦中,也应该把这些部分,即军事部分和参与司法审判的部分,此外还有进行审议的部分——这是政治智慧的作用——看得比那些致力于满足必需用途的部分更为重要。
καὶ ταῦτʼ εἴτε κεχωρισμένως ὑπάρχει τισὶν εἴτε τοῖς αὐτοῖς, οὐθὲν διαφέρει πρὸς τὸν λόγον·
而这些部分无论是分别存在于某些人身上,还是存在于相同的人身上,对论述都没有影响。
καὶ γὰρ ὁπλιτεύειν καὶ γεωργεῖν συμβαίνει τοῖς αὐτοῖς πολλάκις.
因为同一批人往往既担任重装步兵又从事耕作。
ὥστε εἴπερ καὶ ταῦτα καὶ ἐκεῖνα θετέα μόρια τῆς πόλεως, φανερὸν ὅτι τό γε ὁπλιτικὸν ἀναγκαῖόν ἐστι μόριον τῆς πόλεως.
因此,如果这些(后者)和那些(前者)都应该被视为城邦的部分,那么显而易见,重装步兵部分必然是城邦的不可或缺的部分。
ἕβδομον δὲ τὸ ταῖς οὐσίαις λειτουργοῦν, ὃ καλοῦμεν εὐπόρους.
第七部分是以财产来承担公共服务的阶级,我们称之为富裕者。
ὄγδοον δὲ τὸ δημιουργικὸν καὶ τὸ περὶ τὰς ἀρχὰς λειτουργοῦν, εἴπερ ἄνευ ἀρχόντων ἀδύνατον εἶναι πόλιν.
第八部分是官吏和服务于官职的部分,因为没有统治者城邦就无法存在。
ἀναγκαῖον οὖν εἶναί τινας τοὺς δυναμένους ἄρχειν καὶ λειτουργοῦντας ἢ συνεχῶς ἢ κατὰ μέρος τῇ πόλει ταύτην τὴν λειτουργίαν.
因此,必然要有一些能够进行统治并连续或轮流为城邦承担这种公共服务的人。
λοιπὰ δὲ περὶ ὧν τυγχάνομεν διωρικότες ἀρτίως, τὸ βουλευόμενον καὶ τὸ κρῖνον περὶ τῶν δικαίων τοῖς ἀμφισβητοῦσιν.
其余的部分则是我们刚才所界定的:审议的部分和对争议者判决公正的部分。
εἴπερ οὖν ταῦτα δεῖ γινέσθαι ταῖς πόλεσι, καὶ καλῶς γενέσθαι καὶ δικαίως,
因此,如果城邦需要存在这些部分,并且需要优美且公正地运作,(……)