Humanitext Reader

亚里士多德 · 政治学 §4.1290b

平民制与寡头制的定义及器官比喻

第 71 段,共 155 段 · 希腊语

内容简介

作者明确了平民制与寡头制的真正定义在于自由贫民与少数富人的统治,而非单纯的多数与少数,并开始通过动物器官的组合类比来解释国制的多样性。

§4.1290bμᾶλλον τοίνυν λεκτέον ὅτι δῆμος μέν ἐστιν ὅταν οἱ ἐλεύθεροι κύριοι ὦσιν, ὀλιγαρχία δʼ ὅταν οἱ πλούσιοι, ἀλλὰ συμβαίνει τοὺς μὲν πολλοὺς εἶναι τοὺς δʼ ὀλίγους· ἐλεύθεροι μὲν γὰρ πολλοί, πλούσιοι δʼ ὀλίγοι.
因此,我们更应当说,平民制是当自由人掌握主权的时候,而寡头制是当富人掌握主权的时候,但事实刚好是前者人数多而后者人数少;因为自由人人数众多,而富人人数较少。
καὶ γὰρ ἂν εἰ κατὰ μέγεθος διενέμοντο τὰς ἀρχάς, ὥσπερ ἐν Αἰθιοπίᾳ φασί τινες, ἢ κατὰ κάλλος, ὀλιγαρχία ἦν ἄν· ὀλίγον γὰρ τὸ πλῆθος καὶ τὸ τῶν καλῶν καὶ τὸ τῶν μεγάλων.
因为如果根据身材大小,或者根据美貌来分配官职,正如有些人说在埃塞俄比亚那样,那么这就会是寡头制;因为美貌者和高大者的数量都很少。
οὐ μὴν ἀλλʼ οὐδὲ τούτοις μόνον ἱκανῶς ἔχει διωρίσθαι τὰς πολιτείας ταύτας· ἀλλʼ ἐπεὶ πλείονα μόρια καὶ τοῦ δήμου καὶ τῆς ὀλιγαρχίας εἰσίν, ἔτι διαληπτέον ὡς οὔτʼ ἂν οἱ ἐλεύθεροι ὀλίγοι ὄντες πλειόνων καὶ μὴ ἐλευθέρων ἄρχωσι, δῆμος, οἷον ἐν Ἀπολλωνίᾳ τῇ ἐν τῷ Ἰονίῳ καὶ ἐν Θήρᾳ (ἐν τούτων γὰρ ἑκατέρᾳ τῶν πόλεων ἐν ταῖς τιμαῖς ἦσαν οἱ διαφέροντες κατʼ εὐγένειαν καὶ πρῶτοι κατασχόντες τὰς ἀποικίας, ὀλίγοι ὄντες, πολλῶν), οὔτε ἂν οἱ πλούσιοι διὰ τὸ κατὰ πλῆθος ὑπερέχειν, δῆμος, οἷον ἐν Κολοφῶνι τὸ παλαιόν (ἐκεῖ γὰρ ἐκέκτηντο μακρὰν οὐσίαν οἱ πλείους πρὶν γενέσθαι τὸν πόλεμον τὸν πρὸς Λυδούς), ἀλλʼ ἔστι δημοκρατία μὲν ὅταν οἱ ἐλεύθεροι καὶ ἄποροι πλείους ὄντες κύριοι τῆς ἀρχῆς ὦσιν, ὀλιγαρχία δʼ ὅταν οἱ πλούσιοι καὶ εὐγενέστεροι ὀλίγοι ὄντες.
然而,仅仅凭这些也并不足以界定这些国制;但既然平民和寡头中都有多个组成部分,我们还必须进一步区分:既不是当自由人人数较少却统治着人数较多且非自由的人民时,这被称为平民制(例如在伊奥尼亚湾的阿波罗尼亚和在锡拉岛,因为在这两个城邦中,出身高贵且最早占领殖民地而卓越的少数人统治着多数人并掌握着官职);也不是当富人因为人数占优势而进行统治时,这被称为平民制(例如在古时的科洛封,因为在对吕底亚人的战争爆发之前,那里的多数人都占有广大的产业);相反,当自由且贫穷的人民人数较多并掌握官职的主权时,才是平民制;而当富裕且出身更高贵的人人数较少并掌握主权时,才是寡头制。
ὅτι μὲν οὖν πολιτεῖαι πλείους, καὶ διʼ ἣν αἰτίαν, εἴρηται·
因此,国制有多种以及由于何种原因,已经说过了。
διότι δὲ πλείους τῶν εἰρημένων, καὶ τίνες καὶ διὰ τί, λέγωμεν ἀρχὴν λαβόντες τὴν εἰρημένην πρότερον.
但是,为什么会有比上述更多的国制,以及它们是哪些和为什么,让我们从之前提到过的原则出发来进行讨论。
ὁμολογοῦμεν γὰρ οὐχ ἓν μέρος ἀλλὰ πλείω πᾶσαν ἔχειν πόλιν.
因为我们同意,每一个城邦都不是由一个部分而是由多个部分构成的。
ὥσπερ οὖν εἰ ζῴου προῃρούμεθα λαβεῖν εἴδη, πρῶτον ἂν ἀποδιωρίζομεν ἅπερ ἀναγκαῖον πᾶν ἔχειν ζῷον (οἷον ἔνιά τε τῶν αἰσθητηρίων καὶ τὸ τῆς τροφῆς ἐργαστικὸν καὶ δεκτικόν, οἷον στόμα καὶ κοιλίαν, πρὸς δὲ τούτοις, οἷς κινεῖται μορίοις ἕκαστον αὐτῶν)· εἰ δὲ τοσαῦτα εἴη μόνον, τούτων δʼ εἶεν διαφοραί (λέγω δʼ οἷον στόματός τινα πλείω γένη καὶ κοιλίας καὶ τῶν αἰσθητηρίων, ἔτι δὲ καὶ τῶν κινητικῶν μορίων), ὁ τῆς συζεύξεως τῆς τούτων ἀριθμὸς ἐξ ἀνάγκης ποιήσει πλείω γένη ζῴων (οὐ γὰρ οἷόν τε ταὐτὸν ζῷον ἔχειν πλείους στόματος διαφοράς, ὁμοίως δὲ οὐδʼ ὤτων), ὥσθʼ ὅταν ληφθῶσι τούτων πάντες οἱ ἐνδεχόμενοι συνδυασμοί, ποιήσουσιν εἴδη ζῴου, καὶ τοσαῦτʼ εἴδη τοῦ ζῴου ὅσαι περ αἱ συζεύξεις τῶν ἀναγκαίων μορίων εἰσίν—τὸν αὐτὸν δὴ τρόπον καὶ τῶν εἰρημένων πολιτειῶν.
正如如果我们选择划分动物的物种,我们首先会界定每一个动物所不可或缺的那些部分(例如某些感觉器官、加工和接受食物的器官如口和胃,此外还有每个动物用来运动的那些器官);但如果只有这些器官,且它们之间存在着差异(我是指,例如有几种不同的口、胃、感觉器官,甚至还有不同的运动器官),那么这些器官的结合数量必然会产生多种动物的属(因为同一个动物不可能拥有几种不同的口,同样也不可能拥有几种不同的耳);因此,当取得这些器官所有可能的组合时,它们就会构成动物的物种,且动物物种的数量恰好与不可或缺的器官之结合数量相同——对于上述的国制,也是完全相同的方式。
καὶ γὰρ αἱ πόλεις οὐκ ἐξ ἑνὸς ἀλλʼ ἐκ πολλῶν σύγκεινται μερῶν, ὥσπερ εἴρηται πολλάκις.
因为城邦确实不是由一个部分而是由许多部分组成的,正如多次说过的那样。
ἓν μὲν οὖν ἐστι τὸ περὶ τὴν τροφὴν πλῆθος, οἱ καλούμενοι γεωργοί,
其中,第一部分就是关乎食物的群众,即所谓的农夫,

词汇与语法注释

  1. 1290b9ὡς οὔτʼ ἂν ... ἄρχωσι, δῆμος — 由主句动词 `διαληπτέον`(必须区别理解)引导的 `ὡς` 从句内部结构。虽然 `οὔτʼ 表达的是 ... ἄρχωσι` 构成了条件从句,但主句(归结句)的系动词(如 `εἴη`)被省略,仅留下表语 `δῆμος`(意为“这并不是平民制”)。
  2. 1290b25ὥσπερ οὖν εἰ ζῴου προῃρούμεθα λαβεῖν εἴδη, πρῶτον ἂν ἀποδιωρίζομεν — 一个与事实相反的条件句结构。在条件从句中用 `εἰ` +直陈式未完成过去时 `προῃρούμεθα`,在归结从句中用 `ἂν` +直陈式未完成过去时 `ἀποδιωρίζομεν`,以此来表达一个类比性的假说:“正如如果我们选择划分……我们就会首先界定……(而实际上我们现在讨论的是国家)”。

引用这一段

亚里士多德, 政治学 §4.1290b. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg035.humanitext-grc2:4.1290b

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。