Humanitext Reader

亚里士多德 · 政治学 §4.1291b

贫富对立与民众显贵分类及第一种民主政

第 73 段,共 155 段 · 希腊语

内容简介

尽管城邦的其他职能可以由同一批人兼任,但富裕与贫穷不能共存,因此富人和穷人是城邦最根本的对立部分。亚里士多德为了说明民主制和寡头制的多种形式,首先指出了平民和显贵的具体细分,然后阐述了基于平等的首要民主形式。

§4.1291bἀναγκαῖον καὶ μετέχοντας εἶναί τινας ἀρετῆς τῆς τῶν πολιτικῶν.
同样必然的是,应该有一些人分有政治家的美德。
τὰς μὲν οὖν ἄλλας δυνάμεις τοῖς αὐτοῖς ὑπάρχειν ἐνδέχεσθαι δοκεῖ πολλοῖς, οἷον τοὺς αὐτοὺς εἶναι τοὺς προπολεμοῦντας καὶ γεωργοῦντας καὶ τεχνίτας, ἔτι δὲ τοὺς βουλευομένους τε καὶ κρίνοντας· ἀντιποιοῦνται δὲ καὶ τῆς ἀρετῆς πάντες, καὶ τὰς πλείστας ἀρχὰς ἄρχειν οἴονται δύνασθαι·
那么,许多人似乎认为其他能力可以存在于相同的人身上,例如相同的人既是防卫战斗者、农夫和工匠,又是审议和审判者;而且所有人都要求分有美德,并认为自己能够担任大多数官职。
ἀλλὰ πένεσθαι καὶ πλουτεῖν τοὺς αὐτοὺς ἀδύνατον.
但是,相同的人既贫穷又富裕是不可能的。
διὸ ταῦτα μέρη μάλιστα εἶναι δοκεῖ πόλεως, οἱ εὔποροι καὶ οἱ ἄποροι.
因此,这些——富裕者和贫穷者——似乎最是城邦的部分。
ἔτι δὲ διὰ τὸ ὡς ἐπὶ τὸ πολὺ τοὺς μὲν ὀλίγους εἶναι τοὺς δὲ πολλοὺς ταῦτα ἐναντία μέρη φαίνεται τῶν τῆς πόλεως μορίων.
此外,由于在大多数情况下,前者是少数而后者是多数,这些在城邦的部分中显得是对立的部分。
ὥστε καὶ τὰς πολιτείας κατὰ τὰς ὑπεροχὰς τούτων καθιστᾶσι, καὶ δύο πολιτεῖαι δοκοῦσιν εἶναι, δημοκρατία καὶ ὀλιγαρχία.
因此,人们甚至根据这些部分的优势来建立政体,且似乎存在着两种政体:民主政体和寡头政体。
ὅτι μὲν οὖν εἰσι πολιτεῖαι πλείους, καὶ διὰ τίνας αἰτίας, εἴρηται πρότερον· ὅτι δὲ ἔστι καὶ δημοκρατίας εἴδη πλείω καὶ ὀλιγαρχίας, λέγωμεν.
那么,政体有多种,以及由于什么原因,前面已经说过;但让我们来说明民主政体和寡头政体也有多种形式。
φανερὸν δὲ τοῦτο καὶ ἐκ τῶν εἰρημένων.
这一点从已说过的来看也是显而易见的。
εἴδη γὰρ πλείω τοῦ τε δήμου καὶ τῶν λεγομένων γνωρίμων ἔστιν, οἷον δήμου μὲν εἴδη ἓν μὲν οἱ γεωργοί, ἕτερον δὲ τὸ περὶ τὰς τέχνας, ἄλλο δὲ τὸ ἀγοραῖον τὸ περὶ ὠνὴν καὶ πρᾶσιν διατρῖβον, ἄλλο δὲ τὸ περὶ τὴν θάλατταν, καὶ τούτου τὸ μὲν πολεμικὸν τὸ δὲ χρηματιστικὸν τὸ δὲ πορθμευτικὸν τὸ δʼ ἁλιευτικόν (πολλαχοῦ γὰρ ἕκαστα τούτων πολύοχλα, οἷον ἁλιεῖς μὲν ἐν Τάραντι καὶ Βυζαντίῳ, τριηρικὸν δὲ Ἀθήνησιν, ἐμπορικὸν δὲ ἐν Αἰγίνῃ καὶ Χίῳ, πορθμευτικὸν δʼ ἐν Τενέδῳ), πρὸς δὲ τούτοις τὸ χερνητικὸν καὶ τὸ μικρὰν ἔχον οὐσίαν ὥστε μὴ δύνασθαι σχολάζειν, ἔτι τὸ μὴ ἐξ ἀμφοτέρων ἐλεύθερον, κἂν εἴ τι τοιοῦτον ἕτερον πλήθους εἶδος·
因为平民和所谓的显贵都有多种形式。 例如,平民的形式中,一种是农夫,另一种是从事技术的,另一种是从事买卖的市场阶级,另一种是从事海洋的,而这其中一部分是军事的,另一部分是商业的,另一部分是渡运的,另一部分是捕鱼的(因为在许多地方,这些中的每一类都是庞大的人群,例如塔兰托和拜占庭的渔民,雅典的三段舵船船员,埃伊纳和基奥斯的商业阶层,特内多斯的渡运人);此外还有手工业劳动者和财产太少而无法享有闲暇的人,还有并非双亲都是自由人的人,以及任何其他此类平民阶层的形式。
τῶν δὲ γνωρίμων πλοῦτος εὐγένεια ἀρετὴ παιδεία καὶ τὰ τούτοις λεγόμενα κατὰ τὴν αὐτὴν διαφοράν.
而在显贵中,有财富、高贵出身、美德、教育,以及按同样差异所说的东西。
δημοκρατία μὲν οὖν ἐστι πρώτη μὲν ἡ λεγομένη μάλιστα κατὰ τὸ ἴσον.
因此,第一种民主政体是主要被称为按平等的政体。
ἴσον γάρ φησιν ὁ νόμος ὁ τῆς τοιαύτης δημοκρατίας τὸ μηδὲν μᾶλλον ὑπερέχειν τοὺς ἀπόρους ἢ τοὺς εὐπόρους, μηδὲ κυρίους εἶναι ὁποτερουσοῦν, ἀλλʼ ὁμοίους ἀμφοτέρους.
因为这种民主政体的法律说,平等就是贫穷者不比富裕者有任何更多的优势,任何一方都不是主权者,而是双方都相同。
εἴπερ γὰρ ἐλευθερία μάλιστʼ ἔστιν ἐν δημοκρατίᾳ, καθάπερ ὑπολαμβάνουσί τινες, καὶ ἰσότης, οὕτως ἂν εἴη μάλιστα, κοινωνούτων ἁπάντων μάλιστα τῆς πολιτείας ὁμοίως.
因为如果像某些人所设想的那样,自由和平等主要存在于民主政体中,那么,在所有人尽可能同等地参与政体的情况下,这种状态就最为充分。
ἐπεὶ δὲ πλείων ὁ δῆμος, κύριον δὲ τὸ δόξαν τοῖς πλείοσιν, ἀνάγκη δημοκρατίαν εἶναι ταύτην.
但是,既然平民占多数,且占多数人的决定具有主权,那么这必然是民主政体。
ἓν μὲν οὖν εἶδος δημοκρατίας τοῦτο, τὸ τὰς ἀρχὰς ἀπὸ τιμημάτων εἴναι, βραχέων δὲ τούτων ὄντων· δεῖ δὲ τῷ κτωμένῳ ἐξουσίαν εἶναι μετέχειν καὶ τὸν ἀποβάλλοντα μὴ μετέχειν·
因此,这是民主政体的一种形式,即官职产生于财产资格,而这些财产资格是微薄的;并且,获得该资格的人有权参与,而失去该资格的人则不参与。

词汇与语法注释

  1. 1291b1ἀναγκαῖον καὶ μετέχοντας εἶναί τινας ἀρετῆς τῆς τῶν πολιτικῶν — 接续前文 1291a41“如果这些部分需要存在于城邦中……”的推论从句。`ἀναγκαῖον` 的主语是 `εἶναί τινας μετέχοντας...`(有一些人分有……是必然的),其中 `μετέχοντας` 是与不定式 `εἶναι` 的主语 `τινας` 一致的宾格分词。`καὶ` 表示“同样/也”,意指除了城邦必需的各个部分之外,分有政治美德的人也是必不可少的。
  2. 1291b5ἀντιποιοῦνται δὲ καὶ τῆς ἀρετῆς πάντες — 动词 `ἀντιποιέομαι` 支配属格,意为“要求”、“声称拥有”或“争夺”。在此处表示“所有人都要求分有美德(自认为拥有美德)”。
  3. 1291b8διὸ ταῦτα μέρη μάλιστα εἶναι δοκεῖ πόλεως — `ταῦτα` 是中性复数主格,指代后文的 `οἱ εὔποροι καὶ οἱ ἄποροι`(富裕者和贫穷者)。基于“贫穷和富裕不能存在于同一个人身上”的事实,这解释了为什么这两个部分最被视为“城邦的部分”。
  4. 1291b26τὸ μὴ ἐξ ἀμφοτέρων ἐλεύθερον — `ἐξ ἀμφοτέρων` 意为“来自双亲(父母双方)”,指作为公民权要求,父母双方都必须是自由人(或公民)。`τὸ μὴ ... ἐλεύθερον` 指的是由那些非双亲皆为自由人(例如单亲为奴隶或外邦人)所构成的平民类别。
  5. 1291b40δεῖ δὲ τῷ κτωμένῳ ἐξουσίαν εἶναι μετέχειν καὶ τὸν ἀποβάλλοντα μὴ μετέχειν — `δεῖ` 是支配整个句子的无人称动词。其逻辑主语由两个结构组成:带与格 `τῷ κτωμένῳ`(对于获得者)的 `ἐξουσίαν εἶναι`(有权参与),以及宾格不定式结构 `τὸν ἀποβάλλοντα μὴ μετέχειν`(失去资格者不参与)。

引用这一段

亚里士多德, 政治学 §4.1291b. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg035.humanitext-grc2:4.1291b

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。