§3.1288aἀλλʼ ἐκ τῶν εἰρημένων γε φανερὸν ὡς ἐν μὲν τοῖς ὁμοίοις καὶ ἴσοις οὔτε συμφέρον ἐστὶν οὔτε δίκαιον ἕνα κύριον εἶναι πάντων, οὔτε μὴ νόμων ὄντων, ἀλλʼ ὡς αὐτὸν ὄντα νόμον, οὔτε νόμων ὄντων, οὔτε ἀγαθὸν ἀγαθῶν οὔτε μὴ ἀγαθῶν μὴ ἀγαθόν, οὐδʼ ἂν κατʼ ἀρετὴν ἀμείνων ᾖ, εἰ μὴ τρόπον τινά.
但至少从已说的话来看,显然,在相似且平等的人们之中,由一个人作为所有人的主宰,既无益也不公正,无论是在没有法律(而是由他自己充当法律)的情况下,还是在有法律的情况下;同样,一个善人统治善人是不公正的,一个不善的人统治不善的人也是不公正的,即使他在美德上更为优秀,除非是以某种特定的方式。
τίς δʼ ὁ τρόπος, λεκτέον· εἴρηται δέ πως ἤδη καὶ πρότερον.
这特定的方式是什么,必须予以说明;虽然之前在某种程度上也已经谈过。
πρῶτον δὲ διοριστέον τί τὸ βασιλευτὸν καὶ τί τὸ ἀριστοκρατικὸν καὶ τί τὸ πολιτικόν.
首先,必须界定什么是适合君王制的,什么是适合贵族制的,以及什么是适合平民(共和)制的。
βασιλευτὸν μὲν οὖν τὸ τοιοῦτόν ἐστι πλῆθος ὃ πέφυκε φέρειν γένος ὑπερέχον κατʼ ἀρετὴν πρὸς ἡγεμονίαν πολιτικήν, ἀριστοκρατικὸν δὲ ὃ πέφυκε φέρειν πλῆθος ἄρχεσθαι δυνάμενον τὴν τῶν ἐλευθέρων ἀρχὴν ὑπὸ τῶν κατʼ ἀρετὴν ἡγεμονικῶν πρὸς πολιτικὴν ἀρχήν, πολιτικὸν δὲ ἐν ᾧ πέφυκεν ἐγγίνεσθαι πλῆθος πολεμικὸν δυνάμενον ἄρχεσθαι καὶ ἄρχειν κατὰ νόμον τὸν κατʼ ἀξίαν διανέμοντα τοῖς εὐπόροις τὰς ἀρχάς.
适合君王制的人群(群众),是那种在自然本性上适合产生一个在美德上居于支配地位、适于政治领导的家族的人群。 适合贵族制的人群,是那种在自然本性上适合接受由那些在美德上具有领导力的人、为了政治统治而对自由人实施的统治的人群。 适合平民(共和)制的人群,是那种在其中自然会产生具有军事能力的人群,他们能够根据依价值将官职分配给富裕者的法律,来进行统治和接受统治。
ὅταν οὖν ἢ γένος ὅλον ἢ καὶ τῶν ἄλλων ἕνα τινὰ συμβῇ διαφέροντα γενέσθαι κατʼ ἀρετὴν τοσοῦτον ὥσθʼ ὑπερέχειν τὴν ἐκείνου τῆς τῶν ἄλλων πάντων, τότε δίκαιον τὸ γένος εἶναι τοῦτο βασιλικὸν καὶ κύριον πάντων, καὶ βασιλέα τὸν ἕνα τοῦτον.
因此,当发生整个家族或者其他人之中的某一个人在美德上如此杰出,以至于其美德超过了所有其他人的总和时,那么此时,这个家族成为王室并对所有人拥有主权,而这一个人成为君王,便是公正的。
καθάπερ γὰρ εἴρηται πρότερον, οὐ μόνον οὕτως ἔχει κατὰ τὸ δίκαιον ὃ προφέρειν εἰώθασιν οἱ τὰς πολιτείας καθιστάντες, οἵ τε τὰς ἀριστοκρατικὰς καὶ οἱ τὰς ὀλιγαρχικὰς καὶ πάλιν οἱ τὰς δημοκρατικάς (πάντες γὰρ καθʼ ὑπεροχὴν ἀξιοῦσιν, ἀλλὰ ὑπεροχὴν οὐ τὴν αὐτήν), ἀλλὰ καὶ κατὰ τὸ πρότερον λεχθέν.
因为正如先前所说,这不仅符合那些建立国制的人(无论是建立贵族制的人、寡头制的人,还是民主制的人)通常提出的公正标准——因为他们都主张依据优越性来统治,只是这优越性并不相同——而且也符合先前所说的话。
οὔτε γὰρ κτείνειν ἢ φυγαδεύειν οὐδʼ ὀστρακίζειν δή που τὸν τοιοῦτον πρέπον ἐστίν, οὔτʼ ἀξιοῦν ἄρχεσθαι κατὰ μέρος· οὐ γὰρ πέφυκε τὸ μέρος ὑπερέχειν τοῦ παντός, τῷ δὲ τὴν τηλικαύτην ὑπερβολὴν ἔχοντι τοῦτο συμβέβηκεν.
因为对这样的人进行杀害、驱逐或陶片放逐显然是不合适的,同样也不合适要求他轮流接受统治;因为部分超越整体是不合乎自然的,而对于拥有如此巨大优越性的人来说,这正是事实。
ὥστε λείπεται μόνον τὸ πείθεσθαι τῷ τοιούτῳ καὶ κύριον εἶναι μὴ κατὰ μέρος τοῦτον ἀλλʼ ἁπλῶς.
因此,唯一的出路就是顺从这样的人,并由他绝对地、而不是轮流地掌握主权。
περὶ μὲν οὖν βασιλείας, τίνας ἔχει διαφοράς, καὶ πότερον οὐ συμφέρει ταῖς πόλεσιν ἢ συμφέρει, καὶ τίσι, καὶ πῶς, διωρίσθω τὸν τρόπον τοῦτον.
关于君王制,它有哪些差异,以及它对城邦是有益还是无益,对哪些人有益,以及如何有益,就以此种方式予以界定。
ἐπεὶ δὲ τρεῖς φαμεν εἶναι τὰς ὀρθὰς πολιτείας, τούτων δʼ ἀναγκαῖον ἀρίστην εἶναι τὴν ὑπὸ τῶν ἀρίστων οἰκονομουμένην, τοιαύτη δʼ ἐστὶν ἐν ᾗ συμβέβηκεν ἢ ἕνα τινὰ συμπάντων ἢ γένος ὅλον ἢ πλῆθος ὑπερέχον εἶναι κατʼ ἀρετήν, τῶν μὲν ἄρχεσθαι δυναμένων τῶν δʼ ἄρχειν πρὸς τὴν αἱρετωτάτην ζωήν, ἐν δὲ τοῖς πρώτοις ἐδείχθη λόγοις ὅτι τὴν αὐτὴν ἀναγκαῖον ἀνδρὸς ἀρετὴν εἶναι καὶ πολίτου τῆς πόλεως τῆς ἀρίστης, φανερὸν ὅτι τὸν αὐτὸν τρόπον καὶ διὰ τῶν αὐτῶν ἀνήρ τε γίνεται σπουδαῖος καὶ πόλιν συστήσειεν ἄν τις ἀριστοκρατουμένην ἢ βασιλευομένην,
既然我们说有三种正确的国制,而在其中,最完美的必然是由最完美的人们来管理的国制,而这样的国制,就是其中恰好发生有一个人、或整个家族、或群众在美德上居于卓越地位,使得一些人有能力被统治,另一些人有能力为了最值得选择的生活而统治。 并且,在最初的论述中已经表明,一个人的美德与最完美城邦的公民的美德必然是相同的,那么显而易见,以同样的方式和通过同样的手段,既能使一个人变得优秀,也能使人们建立一个由贵族制或君王制统治的城邦。
§3.1288bὥστʼ ἔσται καὶ παιδεία καὶ ἔθη ταὐτὰ σχεδὸν τὰ ποιοῦντα σπουδαῖον ἄνδρα καὶ τὰ ποιοῦντα πολιτικὸν καὶ βασιλικόν.
因此,培养优秀之人的教育和习惯,与培养政治家和君王的教育和习惯,几乎是完全相同的。
διωρισμένων δὲ τούτων περὶ τῆς πολιτείας ἤδη πειρατέον λέγειν τῆς ἀρίστης, τίνα πέφυκε γίγνεσθαι τρόπον καὶ καθίστασθαι πῶς.
既然这些事情已经界定,接下来我们就必须尝试论述最完美的国制,它是以何种方式自然产生以及如何被建立的。