§4.1288bἐν ἁπάσαις ταῖς τέχναις καὶ ταῖς ἐπιστήμαις ταῖς μὴ κατὰ μόριον γινομέναις, ἀλλὰ περὶ γένος ἕν τι τελείαις οὔσαις, μιᾶς ἐστι θεωρῆσαι τὸ περὶ ἕκαστον γένος ἁρμόττον, οἷον ἄσκησις σώματι ποία τε ποίῳ συμφέρει, καὶ τίς ἀρίστη (τῷ γὰρ κάλλιστα πεφυκότι καὶ κεχορηγημένῳ τὴν ἀρίστην ἀναγκαῖον ἁρμόττειν), καὶ τίς τοῖς πλείστοις μία πᾶσιν (καὶ γὰρ τοῦτο τῆς γυμναστικῆς ἔργον ἐστίν), ἔτι δʼ ἐάν τις μὴ τῆς ἱκνουμένης ἐπιθυμῇ μήθʼ ἕξεως μήτʼ ἐπιστήμης τῶν περὶ τὴν ἀγωνίαν, μηδὲν ἧττον τοῦ παιδοτρίβου καὶ τοῦ γυμναστικοῦ παρασκευάσαι γε καὶ ταύτην ἐστὶ τὴν δύναμιν.
在一切不限于局部、而是就某一类属而言是完备的艺术和科学中,考察适于每一类属的事物属于单一的学问。 例如,什么样的训练适合什么样的身体,以及哪种训练是最好的(因为对于天赋最美妙且资源最充足的身体,必然适合最优秀的训练),以及哪一种单一的训练适合大多数人、即所有人(因为这也是体育的功能),此外,如果有人既不追求适合的身体状态,也不追求竞技相关的科学,那么培养出即使是这一种能力,也同样是教练和体育教师的任务。
ὁμοίως δὲ τοῦτο καὶ περὶ ἰατρικὴν καὶ περὶ ναυπηγίαν καὶ ἐσθῆτα καὶ περὶ πᾶσαν ἄλλην τέχνην ὁρῶμεν συμβαῖνον.
我们看到在医学、造船、成衣以及其他一切艺术中,同样发生着这种情况。
ὥστε δῆλον ὅτι καὶ πολιτείαν τῆς αὐτῆς ἐστιν ἐπιστήμης τὴν ἀρίστην θεωρῆσαι τίς ἐστι καὶ ποία τις ἂν οὖσα μάλιστʼ εἴη κατʼ εὐχὴν μηδενὸς ἐμποδίζοντος τῶν ἐκτός, καὶ τίς τίσιν ἁρμόττουσα (πολλοῖς γὰρ τῆς ἀρίστης τυχεῖν ἴσως ἀδύνατον, ὥστε τὴν κρατίστην τε ἁπλῶς καὶ τὴν ἐκ τῶν ὑποκειμένων ἀρίστην οὐ δεῖ λεληθέναι τὸν ἀγαθὸν νομοθέτην καὶ τὸν ὡς ἀληθῶς πολιτικόν), ἔτι δὲ τρίτην τὴν ἐξ ὑποθέσεως (δεῖ γὰρ καὶ τὴν δοθεῖσαν δύνασθαι θεωρεῖν, ἐξ ἀρχῆς τε πῶς ἂν γένοιτο, καὶ γενομένη τίνα τρόπον ἂν σῴζοιτο πλεῖστον χρόνον· λέγω δὲ οἷον εἴ τινι πόλει συμβέβηκε μήτε τὴν ἀρίστην πολιτεύεσθαι πολιτείαν, ἀχορήγητον δὲ εἶναι καὶ τῶν ἀναγκαίων, μήτε τὴν ἐνδεχομένην ἐκ τῶν ὑπαρχόντων, ἀλλά τινα φαυλοτέραν), παρὰ πάντα δὲ ταῦτα τὴν μάλιστα πάσαις ταῖς πόλεσιν ἁρμόττουσαν δεῖ γνωρίζειν, ὥσθʼ οἱ πλεῖστοι τῶν ἀποφαινομένων περὶ πολιτείας, καὶ εἰ τἆλλα λέγουσι καλῶς, τῶν γε χρησίμων διαμαρτάνουσιν.
因此显而易见,对于国制,考察最完美的是哪一种,以及在没有任何外部障碍阻碍的情况下,什么样的国制最符合理想,还有什么样的国制适合什么样的人,也是属于同一门科学的;(因为对许多人来说,或许不可能获得最完美的国制,因此,好的立法者和真正的政治家不应该忽视什么是绝对最好的,以及什么是根据现有前提条件而言最好的),此外,第三是基于假设的国制(因为也必须能够考察给定的国制起初是如何产生的,以及一旦产生后如何以何种方式保持最长久的时间;我是指,例如某城邦碰巧既没有实行最完美的国制,甚至缺乏必要的物资,也没有实行在现有条件下可能的国制,而是实行某种更差的国制);而在所有这些之外,还必须了解最适合所有城邦的国制,因此,大多数发表关于国制意见的人,即使在其他方面说得很得体,至少在实用的事情上也犯了错误。
οὐ γὰρ μόνον τὴν ἀρίστην δεῖ θεωρεῖν, ἀλλὰ καὶ τὴν δυνατήν, ὁμοίως δὲ καὶ τὴν ῥᾴω καὶ κοινοτέραν ἁπάσαις·
因为不单要考察最完美的国制,还要考察可实现的国制,同样也要考察对所有人而言较容易且较通用的国制。
νῦν δʼ οἱ μὲν τὴν ἀκροτάτην καὶ δεομένην πολλῆς χορηγίας ζητοῦσι μόνον, οἱ δὲ μᾶλλον κοινήν τινα λέγοντες, τὰς ὑπαρχούσας ἀναιροῦντες πολιτείας, τὴν Λακωνικὴν ἤ τινα ἄλλην ἐπαινοῦσι· §4.1289aχρὴ δὲ τοιαύτην εἰσηγεῖσθαι τάξιν ἧς ῥᾳδίως ἐκ τῶν ὑπαρχόντων καὶ πεισθήσονται καὶ δυνήσονται κοινωνεῖν, ὡς ἔστιν οὐκ ἔλαττον ἔργον τὸ ἐπανορθῶσαι πολιτείαν ἢ κατασκευάζειν ἐξ ἀρχῆς, ὥσπερ καὶ τὸ μεταμανθάνειν ἢ μανθάνειν ἐξ ἀρχῆς· διὸ πρὸς τοῖς εἰρημένοις καὶ ταῖς ὑπαρχούσαις πολιτείαις δεῖ δύνασθαι βοηθεῖν τὸν πολιτικόν, καθάπερ ἐλέχθη καὶ πρότερον.
但如今,有些人只追求那处于顶峰、且需要大量物力的国制,另一些人虽在谈论某种较通用的国制,却废除了现存的国制,而赞美拉栖代梦的或其他某种国制;但是,应当引入这样一种秩序,使人们能够容易地在现有条件下被说服并能够参与其中,因为改良国制与起初建立国制同样不是一件易事,正如重新学习并不比从头开始学习是一件更容易的事一样;因此,除了已说的话之外,政治家还必须能够对现存的国制给予协助,正如先前所说的那样。
τοῦτο δὲ ἀδύνατον ἀγνοοῦντα πόσα πολιτείας ἔστιν εἴδη.
但如果不知道国制有多少种形式,这是不可能做到的。
νῦν δὲ μίαν δημοκρατίαν οἴονταί τινες εἶναι καὶ μίαν ὀλιγαρχίαν· οὐκ ἔστι δὲ τοῦτʼ ἀληθές.
但如今,有些人认为只有一种民主制和一种寡头制,但这并不是真实的。
ὥστε δεῖ τὰς διαφορὰς μὴ λανθάνειν τὰς τῶν πολιτειῶν, πόσαι, καὶ συντίθενται ποσαχῶς.
因此,不能忽视国制之间的差异,即它们有多少种,以及它们是以何种方式结合而成的。
μετὰ δὲ ταῦτα τῆς αὐτῆς φρονήσεως ταύτης καὶ νόμους τοὺς ἀρίστους ἰδεῖν καὶ τοὺς ἑκάστῃ τῶν πολιτειῶν ἁρμόττοντας.
在此之后,看清最优秀的法律以及适合每种国制的法律,也属于这一种同样的智慧。
πρὸς γὰρ τὰς πολιτείας τοὺς νόμους δεῖ τίθεσθαι καὶ τίθενται πάντες, ἀλλʼ οὐ τὰς πολιτείας πρὸς τοὺς νόμους.
因为法律应当针对国制来制定,而且所有人也都是这样制定的,而不是国制针对法律来制定。
πολιτεία μὲν γάρ ἐστι τάξις ταῖς πόλεσιν ἡ περὶ τὰς ἀρχάς, τίνα τρόπον νενέμηνται, καὶ τί τὸ κύριον τῆς πολιτείας καὶ τί τὸ τέλος ἑκάστης τῆς κοινωνίας ἐστίν· νόμοι δʼ οἱ κεχωρισμένοι τῶν δηλούντων τὴν πολιτείαν, καθʼ οὓς δεῖ τοὺς ἄρχοντας ἄρχειν καὶ φυλάττειν τοὺς παραβαίνοντας αὐτούς.
因为国制是城邦关于官职的秩序,即它们是以何种方式分配的,什么是国制的主权所在,以及各个共同体的终点是什么;而法律则是与表明国制的事物相区别的规则,统治者应当根据这些规则进行统治,并防范违背法律的人。
ὥστε δῆλον ὅτι τὰς διαφορὰς ἀναγκαῖον καὶ τὸν ὁρισμὸν ἔχειν τῆς πολιτείας ἑκάστης καὶ πρὸς τὰς τῶν νόμων θέσεις· οὐ γὰρ οἷόν τε τοὺς αὐτοὺς νόμους συμφέρειν ταῖς ὀλιγαρχίαις οὐδὲ ταῖς δημοκρατίαις πάσαις, εἴπερ δὴ πλείους καὶ μὴ μία δημοκρατία μηδὲ ὀλιγαρχία μόνον ἔστιν.
因此显而易见,为了制定法律,也必然要掌握每种国制的差异和定义;因为如果确实存在多种、而不仅仅是一种民主制和寡头制,那么同样的法律就不可能对所有的寡头制或所有的民主制都有益。
ἐπεὶ δʼ ἐν τῇ πρώτῃ μεθόδῳ περὶ τῶν πολιτειῶν διειλόμεθα τρεῖς μὲν τὰς ὀρθὰς πολιτείας, βασιλείαν ἀριστοκρατίαν πολιτείαν, τρεῖς δὲ τὰς τούτων παρεκβάσεις, τυραννίδα μὲν βασιλείας ὀλιγαρχίαν δὲ ἀριστοκρατίας δημοκρατίαν δὲ πολιτείας, καὶ περὶ μὲν ἀριστοκρατίας καὶ βασιλείας εἴρηται (τὸ γὰρ περὶ τῆς ἀρίστης πολιτείας θεωρῆσαι ταὐτὸ καὶ περὶ τούτων ἐστὶν εἰπεῖν τῶν ὀνομάτων· βούλεται γὰρ ἑκατέρα κατʼ ἀρετὴν συνεστάναι κεχορηγημένην), ἔτι δὲ τί διαφέρουσιν ἀλλήλων ἀριστοκρατία καὶ βασιλεία, καὶ πότε δεῖ βασιλείαν νομίζειν, διώρισται πρότερον, λοιπὸν περὶ πολιτείας διελθεῖν τῆς τῷ κοινῷ προσαγορευομένης ὀνόματι, καὶ περὶ τῶν ἄλλων πολιτειῶν, ὀλιγαρχίας τε καὶ δημοκρατίας καὶ τυραννίδος.
既然我们在关于国制的第一种研究方法中,区分了三种正确的国制,即君王制、贵族制和公民制,以及这三种国制的偏差形式:君王制的僭主制、贵族制的寡头制、以及公民制的民主制;并且,关于贵族制和君王制已经谈过了(因为考察最完美的国制与论述这两个名称是同一回事;因为这两者都希望建立在配备了资源的美德的基础上),此外,贵族制和君王制彼此之间有何不同,以及何时应当认定君王制,这在之前也已经予以界定,剩下的就是探讨那以通用名称命名的国制,以及其他国制:寡头制、民主制和僭主制。
φανερὸν μὲν οὖν καὶ τούτων τῶν παρεκβάσεων τίς χειρίστη καὶ δευτέρα τίς.
由此可见,在这些偏差形式中,哪一种最差、哪一种占第二位,也是显而易见地。
ἀνάγκη γὰρ τὴν μὲν τῆς πρώτης καὶ θειοτάτης παρέκβασιν εἶναι χειρίστην, τὴν δὲ βασιλείαν ἀναγκαῖον ἢ τοὔνομα μόνον ἔχειν οὐκ οὖσαν,
因为最首要、最神圣之物的偏差形式必然是最差的,而君王制必然只是空有其名,而不是真实存在的,或者