Humanitext Reader

亚里士多德 · 政治学 §3.1287b

习惯法的优势、集体统治与顺应民性的体制

第 66 段,共 155 段 · 希腊语

内容简介

亚里士多德指出单一君主统治的弊端,阐述了习惯法及集体统治的优势。他进一步论证,统治的形式必须与被统治者在自然上的特质相契合。

§3.1287bἀλλὰ μὴν εἰσάγονταί γʼ ἐφʼ ἑαυτοὺς οἱ ἰατροὶ κάμνοντες ἄλλους ἰατροὺς καὶ οἱ παιδοτρίβαι γυμναζόμενοι παιδοτρίβας, ὡς οὐ δυνάμενοι κρίνειν τὸ ἀληθὲς διὰ τὸ κρίνειν περί τε οἰκείων καὶ ἐν πάθει ὄντες.
然而,医生们在自己生病时也会请其他医生来为自己诊治,体育教师们在自己锻炼时也会请其他体育教师来指导,因为他们无法判断真实情况,毕竟他们是在对自己的事情进行判断,并且处于痛苦之中。
ὥστε δῆλον ὅτι τὸ δίκαιον ζητοῦντες τὸ μέσον ζητοῦσιν· ὁ γὰρ νόμος τὸ μέσον.
因此,显而易见,人们在寻找公正时也就是在寻找中道;因为法律就是中道。
ἔτι κυριώτεροι καὶ περὶ κυριωτέρων τῶν κατὰ γράμματα νόμων οἱ κατὰ τὰ ἔθη εἰσίν, ὥστʼ εἰ τῶν κατὰ γράμματα ἄνθρωπος ἄρχων ἀσφαλέστερος, ἀλλʼ οὐ τῶν κατὰ τὸ ἔθος.
此外,基于习惯的法律比成文法律更为根本,且管辖着更为根本的事务;因此,即便一个人的统治比成文法律更安全,他也决不会比基于习惯的法律更安全。
ἀλλὰ μὴν οὐδὲ ῥᾴδιον ἐφορᾶν πολλὰ τὸν ἕνα· δεήσει ἄρα πλείονας εἶναι τοὺς ὑπʼ αὐτοῦ καθισταμένους ἄρχοντας, ὥστε τί διαφέρει τοῦτο ἐξ ἀρχῆς εὐθὺς ὑπάρχειν ἢ τὸν ἕνα καταστῆσαι τοῦτον τὸν τρόπον;
\n然而,一个人要监督许多事情也并非易事;因此,将需要由他任命更多的官员,既然如此,这与从一开始就存在这些官员,或者由一个人以这种方式任命他们,又有什么区别呢?
ἔτι, ὃ καὶ πρότερον εἰρημένον ἐστίν, εἴπερ ὁ ἀνὴρ ὁ σπουδαῖος, διότι βελτίων, ἄρχειν δίκαιος, τοῦ γε ἑνὸς οἱ δύο ἀγαθοὶ βελτίους· τοῦτο γάρ ἐστι τὸ " σύν τε δύʼ ἐρχομένω " καὶ ἡ εὐχὴ τοῦ Ἀγαμέμνονος " τοιοῦτοι δέκα μοι συμφράδμονες.
此外,正如先前所说,如果优秀的男子因为其更卓越而理应统治,那么两个好人显然比一个好人更好;因为这就是所谓的\n“二人同行”\n以及阿伽门农的祈祷:\n“愿我有十个这样的谋士。
" εἰσὶ δὲ καὶ νῦν περὶ ἐνίων αἱ ἀρχαὶ κύριαι κρίνειν, ὥσπερ ὁ δικαστής, περὶ ὧν ὁ νόμος ἀδυνατεῖ διορίζειν, ἐπεὶ περὶ ὧν γε δυνατός, οὐδεὶς ἀμφισβητεῖ περὶ τούτων ὡς οὐκ ἂν ἄριστα ὁ νόμος ἄρξειε καὶ κρίνειεν.
”\n实际上,现在也有一些官职(如法官)在法律无法界定的事情上拥有裁决的主权,因为对于法律能够界定的事情,没有人会怀疑法律能做出最完美的统治和裁决。
ἀλλʼ ἐπειδὴ τὰ μὲν ἐνδέχεται περιληφθῆναι τοῖς νόμοις τὰ δὲ ἀδύνατα, ταῦτʼ ἐστὶν ἃ ποιεῖ διαπορεῖν καὶ ζητεῖν πότερον τὸν ἄριστον νόμον ἄρχειν αἱρετώτερον ἢ τὸν ἄνδρα τὸν ἄριστον· περὶ ὧν γὰρ βουλεύονται νομοθετῆσαι τῶν ἀδυνάτων ἐστίν.
但是,既然有些事情可以被法律涵盖,而另一些事情则不可能,正是这一点引起了人们的争论和探求:究竟是让最完美的法律统治更值得选择,还是让最完美的人统治更值得选择;因为人们商议立法的对象正是那些无法界定的事情。
οὐ τοίνυν τοῦτό γʼ ἀντιλέγουσιν, ὡς οὐκ ἀναγκαῖον ἄνθρωπον εἶναι τὸν κρινοῦντα περὶ τῶν τοιούτων, ἀλλʼ ὅτι οὐχ ἕνα μόνον ἀλλὰ πολλούς.
因此,他们至少并不否认必须由人来对这类事情做出裁决,而只是认为不应当仅凭一人,而应当依靠众人。
κρίνει γὰρ ἕκαστος ἄρχων πεπαιδευμένος ὑπὸ τοῦ νόμου καλῶς, ἄτοπον τʼ ἴσως ἂν εἶναι δόξειεν εἰ βέλτιον ἴδοι τις δυοῖν ὄμμασι καὶ δυσὶν ἀκοαῖς κρίνων καὶ πράττων δυσὶ ποσὶ καὶ χερσίν, ἢ πολλοὶ πολλοῖς· ἐπεὶ καὶ νῦν ὀφθαλμοὺς πολλοὺς οἱ μόναρχοι ποιοῦσιν αὑτῶν καὶ ὦτα καὶ χεῖρας καὶ πόδας· τοὺς γὰρ τῇ ἀρχῇ καὶ αὑτοῖς φίλους ποιοῦνται συνάρχους.
\n因为每一个经过法律良好教育的官员都能做出妥善的裁决,而且如果认为一个人用双眼双耳来观察、裁决,用双足双手来行动,会比许多人合力用许多感官和肢体看得更清楚、做得更好,这或许显得有些荒谬;因为即使在今天,君主们也会为自己安插许多眼睛、耳朵、双手和双足;因为他们将那些对自己的官职和对自己友好的人封为共同统治者。
μὴ φίλοι μὲν οὖν ὄντες οὐ ποιήσουσι κατὰ τὴν τοῦ μονάρχου προαίρεσιν· εἰ δὲ φίλοι κἀκείνου καὶ τῆς ἀρχῆς, ὅ γε φίλος ἴσος καὶ ὅμοιος, ὥστʼ εἰ τούτους οἴεται δεῖν ἄρχειν, τοὺς ἴσους καὶ ὁμοίους ἄρχειν οἴεται δεῖν ὁμοίως.
如果他们不是朋友,他们就不会按照君主的意愿行动;但如果他们既是君主的朋友又是官职的朋友,而朋友是平等且相似的,因此,如果君主认为这些人应当统治,他实际上就是认为平等且相似的人应当同样进行统治。
ἃ μὲν οὖν οἱ διαμφισβητοῦντες πρὸς τὴν βασιλείαν λέγουσι, σχεδὸν ταῦτʼ ἐστίν.
这些便是反对君王制的人们所说的主要观点。
ἀλλʼ ἴσως ταῦτʼ ἐπὶ μὲν τινῶν ἔχει τὸν τρόπον τοῦτον, ἐπὶ δὲ τινῶν οὐχ οὕτως.
\n 然而,或许这些情况对某些人来说确实如此,而对另一些人则并非如此。
ἔστι γάρ τι φύσει δεσποτικὸν καὶ ἄλλο βασιλευτικὸν καὶ ἄλλο πολιτικὸν καὶ δίκαιον καὶ συμφέρον ἄλλο ἄλλοις· τυραννικὸν δʼ οὐκ ἔστι κατὰ φύσιν, οὐδὲ τῶν ἄλλων πολιτειῶν ὅσαι παρεκβάσεις εἰσί· ταῦτα γὰρ γίνεται παρὰ φύσιν.
因为自然中存在着适合专制统治的人,另一些适合君王统治,另一些则适合平等的公民统治,并且不同的事物对不同的人来说是公正和有益的;然而,僭主统治是不合乎自然的,其他所有作为偏离常态的国制也是如此;因为这些都是违背自然而产生的。

词汇与语法注释

  1. 1287bὡς οὐ δυνάμενοι κρίνειν τὸ ἀληθὲς διὰ τὸ κρίνειν περί τε οἰκείων καὶ ἐν πάθει ὄντες — 此从句解释了医生和体育教练引入他人的主观原因。`ὡς` 引导原因,后面并列了表示原因的冠词不定式 `διὰ τὸ κρίνειν`,以及描述主语处于感情或痛苦支配下状态的分词 `ἐν πάθει ὄντες`。
  2. 1287bκυριώτεροι καὶ περὶ κυριωτέρων τῶν κατὰ γράμματα νόμων — 比较属格 `τῶν κατὰ γράμματα νόμων`(比成文法律)作为共同的比较对象,同时修饰形容词比较级 `κυριώτεροι` 和介词短语中的比较级形容词 `περὶ κυριωτέρων`。
  3. 1287bτῶν ἀδυνάτων ἐστίν — 部分属格结构,表示人们商议立法的对象属于“法律无法界定的事物”这一范畴。
  4. 1287bκἀκείνου — `καὶ ἐκείνου`(以及那个人)的缩合。指示代名词 `ἐκείνου` 指代君主个人,与 `τῆς ἀρχῆς`(官职)并列,表明共同统治者既忠于君主个人也忠于其官职。
  5. 1287bκαὶ δίκαιον καὶ συμφέρον ἄλλο ἄλλοις — 主格中性的 `ἄλλο` 与与格复数的 `ἄλλοις` 相呼应,简洁地表达了双重差异,即:在不同的自然统治形式下,不同的事物对不同的人群而言才是公正和有益的。

引用这一段

亚里士多德, 政治学 §3.1287b. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg035.humanitext-grc2:3.1287b

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。