Humanitext Reader

亚里士多德 · 政治学 §3.1286b

贵族制的优越性、政体演变与君主武力

第 64 段,共 155 段 · 希腊语

内容简介

本文论述了由多位贤人统治(贵族制)的优越性及国制的历史演变,并探讨了王位世袭问题以及君主为执行法律所应拥有的适度武力规模。

§3.1286bἢ δῆλον ὡς οἱ πλείους;
还是说,人数较多显然更好?
"ἀλλʼ οἱ μὲν στασιάσουσιν ὁ δὲ εἷς ἀστασίαστος.
“但是多数人会发生内讧,而一人则不会。
" ἀλλὰ πρὸς τοῦτʼ ἀντιθετέον ἴσως ὅτι σπουδαῖοι τὴν ψυχήν, ὥσπερ κἀκεῖνος ὁ εἷς.
” 但是对此或许应该反驳说:他们正如那一个人一样,在心灵上也是优秀的。
εἰ δὴ τὴν μὲν τῶν πλειόνων ἀρχὴν ἀγαθῶν δʼ ἀνδρῶν πάντων ἀριστοκρατίαν θετέον, τὴν δὲ τοῦ ἑνὸς βασιλείαν, αἱρετώτερον ἂν εἴη ταῖς πόλεσιν ἀριστοκρατία βασιλείας, καὶ μετὰ δυνάμεως καὶ χωρὶς δυνάμεως οὔσης τῆς ἀρχῆς, ἂν ᾖ λαβεῖν πλείους ὁμοίους.
如果说,由多数人——但全都是优秀的人——进行的统治应当被视为贵族制,而由一人进行的统治应当被视为王制,那么对于城邦来说,贵族制将比王制更值得选择,无论这种统治是拥有武力还是没有武力,只要能够找到多个相似的人。
καὶ διὰ τοῦτʼ ἴσως ἐβασιλεύοντο πρότερον, ὅτι σπάνιον ἦν εὑρεῖν ἄνδρας πολὺ διαφέροντας κατʼ ἀρετήν, ἄλλως τε καὶ τότε μικρὰς οἰκοῦντας πόλεις.
或许也正因如此,以前人们多实行君主制,因为那时很难找到在美德上大为杰出的人,尤其是当时人们居住在狭小的城邦里。
ἔτι δʼ ἀπʼ εὐεργεσίας καθίστασαν τοὺς βασιλεῖς, ὅπερ ἐστὶν ἔργον τῶν ἀγαθῶν ἀνδρῶν.
此外,他们是基于恩德而设立君王的,而这正是优秀人物的作为。
ἐπεὶ δὲ συνέβαινε γίγνεσθαι πολλοὺς ὁμοίους πρὸς ἀρετήν, οὐκέτι ὑπέμενον ἀλλʼ ἐζήτουν κοινόν τι καὶ πολιτείαν καθίστασαν.
但是,当出现许多在美德上彼此相似的人时,他们便不再容忍,而是寻求某种共同的东西,并建立了国制。
ἐπεὶ δὲ χείρους γιγνόμενοι ἐχρηματίζοντο ἀπὸ τῶν κοινῶν, ἐντεῦθέν ποθεν εὔλογον γενέσθαι τὰς ὀλιγαρχίας· ἔντιμον γὰρ ἐποίησαν τὸν πλοῦτον.
可是,当他们变坏并从公款中谋取私利时,寡头制便合理地从类似于此的源头中产生了;因为他们让财富变得受人尊重。
ἐκ δὲ τούτων πρῶτον εἰς τυραννίδας μετέβαλλον, ἐκ δὲ τῶν τυραννίδων εἰς δημοκρατίαν· αἰεὶ γὰρ εἰς ἐλάττους ἄγοντες διʼ αἰσχροκέρδειαν ἰσχυρότερον τὸ πλῆθος κατέστησαν, ὥστʼ ἐπιθέσθαι καὶ γενέσθαι δημοκρατίας.
此后,他们首先转变为僭主制,又从僭主制转变为民主制;因为由于贪图可耻的私利,他们总是把权力缩减到更少的人手中,从而使群众变得更加强大,以至于群众发起攻击并产生了民主制。
ἐπεὶ δὲ καὶ μείζους εἶναι συμβέβηκε τὰς πόλεις, ἴσως οὐδὲ ῥᾴδιον ἔτι γίγνεσθαι πολιτείαν ἑτέραν παρὰ δημοκρατίαν.
既然如今城邦也变得更大了,或许除了民主制之外,也已不容易再产生其他的国制。
εἰ δὲ δή τις ἄριστον θείη τὸ βασιλεύεσθαι ταῖς πόλεσιν, πῶς ἕξει τὰ περὶ τῶν τέκνων;
但是,如果有人认为由君王统治对城邦而言是最好的,那么关于子嗣的事情该如何处理?
πότερον καὶ τὸ γένος δεῖ βασιλεύειν;
难道其家族也应当世袭王位吗?
ἀλλὰ γιγνομένων ὁποῖοί τινες ἔτυχον, βλαβερόν.
但如果他们生来平庸,这将是有害的。
"ἀλλʼ οὐ παραδώσει κύριος ὢν τοῖς τέκνοις.
“但是,他既然拥有主权,便不会把权力传给子女。
" ἀλλʼ οὐκ ἔτι τοῦτο ῥᾴδιον πιστεῦσαι· χαλεπὸν γάρ, καὶ μείζονος ἀρετῆς ἢ κατʼ ἀνθρωπίνην φύσιν.
” 但这已经不容易让人相信了;因为这是困难的,需要超出人类本性的更伟大的美德。
ἔχει δʼ ἀπορίαν καὶ περὶ τῆς δυνάμεως, πότερον ἔχειν δεῖ τὸν μέλλοντα βασιλεύειν ἰσχύν τινα περὶ αὑτόν, ᾗ δυνήσεται βιάζεσθαι τοὺς μὴ βουλομένους πειθαρχεῖν, ἢ πῶς ἐνδέχεται τὴν ἀρχὴν διοικεῖν;
关于武力也存在着困难:那将要称王的人,身边是否应当拥有某种力量,以便能够强迫那些不愿服从的人,还是说,他将如何管理这统治?
εἰ γὰρ καὶ κατὰ νόμον εἴη κύριος, μηδὲν πράττων κατὰ τὴν αὑτοῦ βούλησιν παρὰ τὸν νόμον, ὅμως ἀναγκαῖον ὑπάρχειν αὐτῷ δύναμιν ᾗ φυλάξει τοὺς νόμους.
因为即使他是依法拥有主权,不做任何违背法律、顺从自己意志的事,但为了维护法律,他依然必须拥有一支力量。
τάχα μὲν οὖν τὰ περὶ τὸν βασιλέα τὸν τοιοῦτον οὐ χαλεπὸν διορίσαι· δεῖ γὰρ αὐτὸν μὲν ἔχειν ἰσχύν, εἶναι δὲ τοσαύτην τὴν ἰσχὺν ὥστε ἑκάστου μὲν καὶ ἑνὸς καὶ συμπλειόνων κρείττω τοῦ δὲ πλήθους ἥττω, καθάπερ οἵ τʼ ἀρχαῖοι τὰς φυλακὰς ἐδίδοσαν, ὅτε καθισταῖέν τινα τῆς πόλεως ὃν ἐκάλουν αἰσυμνήτην ἢ τύραννον, καὶ Διονυσίῳ τις, ὅτʼ ᾔτει τοὺς φύλακας, συνεβούλευε τοῖς Συρακουσίοις διδόναι τοσούτους τοὺς φύλακας.
因此,界定关于这样一位君王的事情或许并不困难:他必须拥有力量,但这力量的规模应当是,它虽然比任何单独的一人或数人结合起来的力量要强,但要比群众的力量要弱;正如古人在城邦中设立他们所谓的“民选仲裁官”或僭主时,都会给予他们卫队一样;而当狄奥尼修斯请求卫队时,也有人建议叙拉古人给予他如此规模的卫兵。

词汇与语法注释

  1. 1286b3ἀλλὰ πρὸς τοῦτʼ ἀντιθετέον — 此处使用了无人称的动形容词 ἀντιθετέον,表示“应当予以反驳”。介词短语 πρὸς τοῦτο 指的是针对前文所设想的反论(即“多数人会发生内讧而一人则不会”)而提出的反驳。
  2. 1286b24γιγνομένων ὁποῖοί τινες ἔτυχον — 这是一个省略了主语(即子女们)的属格独立分词结构(genitive absolute)。关系从句 ὁποῖοί τινες ἔτυχον(意为“碰巧成为怎样的人”)补充说明了分词 γιγνομένων 的主语状态。
  3. 1286b35-37ἑκάστου μὲν καὶ ἑνὸς καὶ συμπλειόνων κρείττω τοῦ δὲ πλήθους ἥττω — 比较级形容词 κρείττω(更强)与 ἥττω(更弱)支配着比较属格(genitive of comparison)。属格短语 ἑκάστου μὲν καὶ ἑνὸς καὶ συμπλειόνων(每一个单独的人及数人结合起来)修饰 κρείττω,而 τοῦ πλήθους(群众)修饰 ἥττω,以此对比性地规定了君主护卫力量的适度规模。

引用这一段

亚里士多德, 政治学 §3.1286b. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg035.humanitext-grc2:3.1286b

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。