§3.1286aἢ οὐ συμφέρει, ἓν δὲ πότερον ἕνα συμφέρει κύριον εἶναι πάντων, ἢ οὐ συμφέρει.
或者是不利,另一个则是,由一人掌管一切是否有益,或者是不利。
τὸ μὲν οὖν περὶ τῆς τοιαύτης στρατηγίας ἐπισκοπεῖν νόμων ἔχει μᾶλλον εἶδος ἢ πολιτείας (ἐν ἁπάσαις γὰρ ἐνδέχεται γίγνεσθαι τοῦτο ταῖς πολιτείαις), ὥστʼ ἀφείσθω τὴν πρώτην·
至于对这样一种将帅职的考察,更多地具有法律的性质,而非国制的性质(因为这在所有的国制中都可能发生);因而,姑且先把它搁置一旁。
ὁ δὲ λοιπὸς τρόπος τῆς βασιλείας πολιτείας εἶδός ἐστιν, ὥστε περὶ τούτου δεῖ θεωρῆσαι καὶ τὰς ἀπορίας ἐπιδραμεῖν τὰς ἐνούσας.
而王制的余下一种方式则是国制的一种形式,因此我们必须对此进行考察,并探讨其中所包含的疑难。
ἀρχὴ δʼ ἐστὶ τῆς ζητήσεως αὕτη, πότερον συμφέρει μᾶλλον ὑπὸ τοῦ ἀρίστου ἀνδρὸς ἄρχεσθαι ἢ ὑπὸ τῶν ἀρίστων νόμων.
探究的起点便是:由最优秀的人来统治,还是由最优秀的法律来统治,哪一个更为有利。
δοκοῦσι δὴ τοῖς νομίζουσι συμφέρειν βασιλεύεσθαι τὸ καθόλου μόνον οἱ νόμοι λέγειν, ἀλλʼ οὐ πρὸς τὰ προσπίπτοντα ἐπιτάττειν, ὥστʼ ἐν ὁποιᾳοῦν τέχνῃ τὸ κατὰ γράμματʼ ἄρχειν ἠλίθιον (καὶ ἐν Αἰγύπτῳ μετὰ τὴν τετρήμερον κινεῖν ἔξεστι τοῖς ἰατροῖς, ἐὰν δὲ πρότερον, ἐπὶ τῷ αὑτοῦ κινδύνῳ).
的确,在那些认为实行君主制有利的人看来,法律只说明普遍的情况,而不能针对随时发生的事情做出具体规定,因此,在任何技艺中,照章办事都是愚蠢的(即使在埃及,医生在四天之后才被允许改变治疗方案,如果提前改变,就要自己承担风险)。
φανερὸν τοίνυν ὡς οὐκ ἔστιν ἡ κατὰ γράμματα καὶ νόμους ἀρίστη πολιτεία, διὰ τὴν αὐτὴν αἰτίαν.
由此可见,由于同样的原因,照章办事和依法律统治的国制显然不是最优秀的。
ἀλλὰ μὴν κἀκεῖνον δεῖ ὑπάρχειν τὸν λόγον, τὸν καθόλου, τοῖς ἄρχουσιν.
然而,统治者确实也必须具备那种普遍的理性。
κρεῖττον δʼ ᾧ μὴ πρόσεστι τὸ παθητικὸν ὅλως ἢ ᾧ συμφυές· τῷ μὲν οὖν νόμῳ τοῦτο οὐχ ὑπάρχει, ψυχὴν δʼ ἀνθρωπίνην ἀνάγκη τοῦτʼ ἔχειν πᾶσαν.
而毫无情欲影响的东西,比起天生具有情欲的东西更为优越;因此,法律不具备这种情欲,而人类的灵魂则必然具有它。
ἀλλʼ ἴσως ἂν φαίη τις ὡς ἀντὶ τούτου βουλεύσεται περὶ τῶν καθʼ ἕκαστα κάλλιον.
但也许有人会说,作为补偿,他会对具体的事物做出更好的审议。
ὅτι μὲν τοίνυν ἀνάγκη νομοθέτην αὐτὸν εἶναι, δῆλον, καὶ κεῖσθαι νόμους, ἀλλὰ μὴ κυρίους ᾗ παρεκβαίνουσιν, ἐπεὶ περὶ τῶν γʼ ἄλλων εἶναι δεῖ κυρίους·
由此可见,他自己必须是立法者,并且必须制定法律,但这些法律在偏离正道的地方不应具有最高权力,而在其余的一切事务上则应当具有最高权力。
ὅσα δὲ μὴ δυνατὸν τὸν νόμον κρίνειν ἢ ὅλως ἢ εὖ, πότερον ἕνα τὸν ἄριστον δεῖ ἄρχειν ἢ πάντας;
然而,对于法律无法裁判——或者完全无法裁判,或者无法做出良好裁判——的事情,应当由一个最优秀的人来统治,还是由所有人来统治?
καὶ γὰρ νῦν συνιόντες δικάζουσι καὶ βουλεύονται καὶ κρίνουσιν, αὗται δʼ αἱ κρίσεις εἰσὶ πᾶσαι περὶ τῶν καθʼ ἕκαστον.
因为即使是现在,人们也是聚集在一起进行审判、审议和裁决,而这些裁决全都是关于具体事物的。
καθʼ ἕνα μὲν οὖν συμβαλλόμενος ὁστισοῦν ἴσως χείρων· ἀλλʼ ἐστὶν ἡ πόλις ἐκ πολλῶν, ὥσπερ δʼ ἑστίασις συμφορητὸς καλλίων μιᾶς καὶ ἁπλῆς· διὰ τοῦτο καὶ κρίνει ἄμεινον ὄχλος πολλὰ ἢ εἷς ὁστισοῦν.
因此,如果作为个人来进行对比,任何人或许都更差;但城邦是由许多人组成的,就像大家分摊凑份子的宴会要比单个人准备的简单宴会更好一样;正因如此,群众在许多事情上的裁判也比任何单个人更好。
ἔτι μᾶλλον ἀδιάφθορον τὸ πολύ—καθάπερ ὕδωρ τὸ πλεῖον, οὕτω καὶ τὸ πλῆθος τῶν ὀλίγων ἀδιαφθορώτερον·
此外,多数人更不易腐败——正如水越多越不易变质一样,群众也比少数人更不易腐败。
τοῦ δʼ ἑνὸς ὑπʼ ὀργῆς κρατηθέντος ἤ τινος ἑτέρου πάθους τοιούτου ἀναγκαῖον διεφθάρθαι τὴν κρίσιν, ἐκεῖ δʼ ἔργον ἅμα πάντας ὀργισθῆναι καὶ ἁμαρτεῖν.
当一个人被愤怒或类似的情感所支配时,他的判断必然会变质,而在群众那里,要让所有人同时发怒并犯错是非常困难的。
ἔστω δὲ τὸ πλῆθος οἱ ἐλεύθεροι, μηδὲν παρὰ τὸν νόμον πράττοντες ἀλλʼ ἢ περὶ ὧν ἐκλείπειν ἀναγκαῖον αὐτόν.
但让我们假设,这里的群众是由自由人组成的,除了法律必然遗漏的事务外,绝不做任何违法的事。
εἰ δὲ δὴ τοῦτο μὴ ῥᾴδιον ἐν πολλοῖς, ἀλλʼ εἰ πλείους εἶεν ἀγαθοὶ καὶ ἄνδρες καὶ πολῖται, πότερον ὁ εἷς ἀδιαφθορώτερος ἄρχων, ἢ μᾶλλον οἱ πλείους μὲν τὸν ἀριθμὸν ἀγαθοὶ δὲ πάντες;
如果这在多数人中确实不易做到,但是,如果有数人在做人和做公民方面都是优秀的,那么,是由那一个优秀的人统治更不易腐败,还是由那些在人数上较多但全都是优秀的人统治更不易腐败?