Humanitext Reader

亚里士多德 · 政治学 §3.1285b

英雄时代王制与全权王制等五种形态

第 62 段,共 155 段 · 希腊语

内容简介

亚里士多德阐述了英雄时代王制的特征及其权力的历史演变,归纳了四种王制形式,并引入了第五种形式——与家政管理相类比的“全权王制”。最后,他将考察的主要对象缩小为拉哥尼亚王制和全权王制两种。

§3.1285bαὗται μὲν οὖν εἰσί τε καὶ ἦσαν διὰ μὲν τὸ δεσποτικαὶ εἶναι τυραννικαί, διὰ δὲ τὸ αἱρεταὶ καὶ ἑκόντων βασιλικαί· τέταρτον δʼ εἶδος μοναρχίας βασιλικῆς αἱ κατὰ τοὺς ἡρωικοὺς χρόνους ἑκούσιαί τε καὶ πάτριαι γιγνόμεναι κατὰ νόμον.
因此,这些统治过去和现在都是因为其专制性而具有僭主性质,但又因为是选举出来的且统治着自愿的臣民而具有王制性质;而王室君主制的第四种形式是英雄时代的君主制,它们是自愿的、世袭的且依法产生的。
διὰ γὰρ τὸ τοὺς πρώτους γενέσθαι τοῦ πλήθους εὐεργέτας κατὰ τέχνας ἢ πόλεμον, ἢ διὰ τὸ συναγαγεῖν ἢ πορίσαι χώραν, ἐγίγνοντο βασιλεῖς ἑκόντων καὶ τοῖς παραλαμβάνουσι πάτριοι.
因为最初的那些人由于在技艺或战争中成为大众的恩人,或者因为将人们聚集起来,或者因为获得了土地,所以他们成了统治自愿者的国王,并对承袭他们的人而言成为世袭的。
κύριοι δʼ ἦσαν τῆς τε κατὰ πόλεμον ἡγεμονίας καὶ τῶν θυσιῶν, ὅσαι μὴ ἱερατικαί, καὶ πρὸς τούτοις τὰς δίκας ἔκρινον.
他们对战争中的指挥权以及除祭司专属之外的祭祀拥有最高权力,此外,他们还裁决诉讼。
τοῦτο δʼ ἐποίουν οἱ μὲν οὐκ ὀμνύοντες οἱ δʼ ὀμνύοντες· ὁ δʼ ὅρκος ἦν τοῦ σκήπτρου ἐπανάτασις.
他们做这件事时,有的人不宣誓,有的人宣誓;而誓言则是高举权杖。
οἱ μὲν οὖν ἐπὶ τῶν ἀρχαίων χρόνων καὶ τὰ κατὰ πόλιν καὶ τὰ ἔνδημα καὶ τὰ ὑπερόρια συνεχῶς ἦρχον· ὕστερον δὲ τὰ μὲν αὐτῶν παριέντων τῶν βασιλέων, τὰ δὲ τῶν ὄχλων παραιρουμένων, ἐν μὲν ταῖς ἄλλαις πόλεσιν αἱ θυσίαι κατελείφθησαν τοῖς βασιλεῦσι μόνον, ὅπου δʼ ἄξιον εἰπεῖν εἶναι βασιλείαν, ἐν τοῖς ὑπερορίοις τῶν πολεμικῶν τὴν ἡγεμονίαν μόνον εἶχον.
因此,在古代,他们对城邦内的事物、国内的事物以及境外的事务都进行着连续的统治;但后来,随着国王们自己放弃了其中一些权力,而群众夺走了另一些,在其他城邦中,只有祭祀被留给了国王们,而在尚值得被称为王制的地方,他们仅保留了境外军事行动 of 军事指挥权。
βασιλείας μὲν οὖν εἴδη ταῦτα, τέτταρα τὸν ἀριθμόν, μία μὲν ἡ περὶ τοὺς ἡρωικοὺς χρόνους (αὕτη δʼ ἦν ἑκόντων μέν, ἐπὶ τισὶ δʼ ὡρισμένοις· στρατηγός τε γὰρ ἦν καὶ δικαστὴς ὁ βασιλεύς, καὶ τῶν πρὸς τοὺς θεοὺς κύριος), δευτέρα δʼ ἡ βαρβαρική (αὕτη δʼ ἐστὶν ἐκ γένους ἀρχὴ δεσποτικὴ κατὰ νόμον), τρίτη δὲ ἣν αἰσυμνητείαν προσαγορεύουσιν (αὕτη δʼ ἐστὶν αἱρετὴ τυραννίς), τετάρτη δʼ ἡ Λακωνικὴ τούτων (αὕτη δʼ ἐστὶν ὡς εἰπεῖν ἁπλῶς στρατηγία κατὰ γένος ἀίδιος).
因此,王制的种类共有四种:第一种是关于英雄时代的(这虽然是统治自愿者的,但仅限于某些特定的事务;因为国王既是将领又是法官,且对祭祀神灵的事物拥有最高权力);第二种是蛮族的(这是一种世袭的、依法进行的专制统治);第三种是他们称为“艾叙姆奈特”的(这是一种选任的僭主制);而在这些之中,第四种是拉哥尼亚的(简单来说,这是一种世袭的终身将帅职)。
αὗται μὲν οὖν τοῦτον τὸν τρόπον διαφέρουσιν ἀλλήλων·
因此,这些王制是以这种方式相互区别的。
πέμπτον δʼ εἶδος βασιλείας, ὅταν ᾖ πάντων κύριος εἷς ὤν, ὥσπερ ἕκαστον ἔθνος καὶ πόλις ἑκάστη τῶν κοινῶν, τεταγμένη κατὰ τὴν οἰκονομικήν.
而第五种王制,是指由一人掌管一切公共事务,就像每个民族和每个城邦掌管其公共事务一样,这是按照家政管理的模式来组织的。
ὥσπερ γὰρ ἡ οἰκονομικὴ βασιλεία τις οἰκίας ἐστίν, οὕτως ἡ παμβασιλεία πόλεως καὶ ἔθνους ἑνὸς ἢ πλειόνων οἰκονομία.
因为,正如家政管理是对一个家庭的某种王制,全权王制则是对一个城邦、一个或多个民族的家政管理。
Σχεδὸν δὴ δύο ἐστὶν ὡς εἰπεῖν εἴδη βασιλείας περὶ ὧν σκεπτέον, αὕτη τε καὶ ἡ Λακωνική· τῶν γὰρ ἄλλων αἱ πολλαὶ μεταξὺ τούτων εἰσίν· ἐλαττόνων μὲν γὰρ κύριοι τῆς παμβασιλείας, πλειόνων δʼ εἰσὶ τῆς Λακωνικῆς.
因此,可以说,我们需要考察的王制几乎只有两种,即这种全权王制和拉哥尼亚王制;因为其他的大多数王制都处于这两者之间;它们所掌管的权力比全权王制要少,比拉哥尼亚王制要多。
ὥστε τὸ σκέμμα σχεδὸν περὶ δυοῖν ἐστιν, ἓν μὲν πότερον συμφέρει ταῖς πόλεσι στρατηγὸν ἀίδιον εἶναι, καὶ τοῦτον ἢ κατὰ γένος ἢ κατὰ μέρος,
因此,考察的课题几乎就在于两个方面:其一,对城邦来说,拥有一位终身将领是否有益,而这又应当是世袭的还是轮流的,

词汇与语法注释

  1. 1285bαὗται μὲν οὖν εἰσί τε καὶ ἦσαν — 指示代词 αὗται 指代前文提到的“艾叙姆奈特统治(选任的僭主制)”。将 εἰσί(现在)与 剧 ἦσαν(过去)并列,表明这种制度既是历史上的存在,在亚里士多德时代也依然存在。
  2. 1285bαἱ κατὰ τοὺς ἡρωικοὺς χρόνους — 该属性短语修饰分词 γιγνόμεναι,与后面的 ἑκούσιαί τε καὶ πάτριαι ... 与 κατὰ νόμον 一起,对第四种王制形式进行补充说明。γίγνομαι 在此处意为“产生”或“确立”。
  3. 1285bὅσαι μὴ ἱερατικαί — 关系从句修饰 θυσιῶν。否定词 μή 表示条件性否定(“只要不是祭司专属的”),表明英雄时代国王的宗教权力并不是绝对的,而是局限于不属于专业祭司阶层的祭祀活动。
  4. 1285bτεταγμένη κατὰ τὴν οἰκονομικήν — 阴性单数分词 τεταγμένη 与从句中的主语(第五种王制)相一致。此处意为“按照家政管理来组织/安排”,界定了全权王制(pambasileia)的性质,即由一位绝对统治者像管理家庭一样治理整个国家。

引用这一段

亚里士多德, 政治学 §3.1285b. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg035.humanitext-grc2:3.1285b

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。