§3.1285aῥᾴδιον δὴ τοῦτό γε καταμαθεῖν, ὅτι πλείω τε γένη περιέχει καὶ τῆς ἀρχῆς ὁ τρόπος ἐστὶν οὐχ εἷς πασῶν.
确实很容易理解这一点,即王制包含多个种类,且其统治方式并非在所有种类的王制中都完全相同。
ἡ γὰρ ἐν τῇ Λακωνικῇ πολιτείᾳ δοκεῖ μὲν εἶναι βασιλεία μάλιστα τῶν κατὰ νόμον, οὐκ ἔστι δὲ κυρία πάντων, ἀλλʼ ὅταν ἐξέλθῃ τὴν χώραν ἡγεμών ἐστι τῶν πρὸς τὸν πόλεμον· ἔτι δὲ τὰ πρὸς τοὺς θεοὺς ἀποδέδοται τοῖς βασιλεῦσιν.
因为拉哥尼亚政体中的王制,虽然被认为最符合法律的王制,但并非对一切事务都拥有最高权力,而是在出兵境外时,他是战争事务的统帅;此外,祭祀神灵的事物也被赋予了国王。
αὕτη μὲν οὖν ἡ βασιλεία οἷον στρατηγία τις αὐτοκρατόρων καὶ ἀίδιός ἐστιν·
因此,这种王制就像是拥有全权指挥官的终身将帅职。
κτεῖναι γὰρ οὐ κύριος, εἰ μὴ ἔν τινι καιρῷ, καθάπερ ἐπὶ τῶν ἀρχαίων ἐν ταῖς πολεμικαῖς ἐξόδοις, ἐν χειρὸς νόμῳ.
因为除了在某些特殊时刻,例如古代在战争远征中依照“武力之法”之外,国王并没有处死人的权力。
δηλοῖ δʼ Ὅμηρος· ὁ γὰρ Ἀγαμέμνων κακῶς μὲν ἀκούων ἠνείχετο ἐν ταῖς ἐκκλησίαις, ἐξελθόντων δὲ καὶ κτεῖναι κύριος ἦν·
荷马也证实了这一点:因为阿伽门农在民众大会上虽然容忍别人对他的恶言相向,但一旦出征,他就拥有处死人的权力。
λέγει γοῦν
"
ὃν δέ κʼ ἐγὼν ἀπάνευθε μάχης
οὔ οἱ
ἄρκιον ἐσσεῖται φυγέειν κύνας ἠδʼ οἰωνούς· πὰρ γὰρ ἐμοὶ θάνατος.
不管怎样,他说:“凡我见其远离战场者,他将无法逃脱狗与猛禽的吞食,因为死亡掌管在我手中。
"
ἓν μὲν οὖν τοῦτʼ εἶδος βασιλείας, στρατηγία διὰ βίου, τούτων δʼ αἱ μὲν κατὰ γένος εἰσὶν αἱ δʼ αἱρεταί·
” 因此,这是一种王制,即终身的将帅职,其中有些是世袭的,有些是选任的。
παρὰ ταύτην δʼ ἄλλο μοναρχίας εἶδος, οἷαι παρʼ ἐνίοις εἰσὶ βασιλεῖαι τῶν βαρβάρων.
除了这一种之外,还有另一种君主制,即某些蛮族中的王制。
ἔχουσι δʼ αὗται τὴν δύναμιν πᾶσαι παραπλησίαν τυραννίσιν, εἰσὶ δὲ καὶ κατὰ νόμον καὶ πάτριαι·
这些王制在权力上都极为接近僭主制,但它们既是合法的,又是世袭的。
διὰ γὰρ τὸ δουλικώτεροι εἶναι τὰ ἤθη φύσει οἱ μὲν βάρβαροι τῶν Ἑλλήνων, οἱ δὲ περὶ τὴν Ἀσίαν τῶν περὶ τὴν Εὐρώπην, ὑπομένουσι τὴν δεσποτικὴν ἀρχὴν οὐδὲν δυσχεραίνοντες.
因为蛮族在性格上天生比希腊人更为奴性,而亚洲人又比欧洲人更为奴性,所以他们甘愿忍受专制统治而毫无怨言。
τυραννικαὶ μὲν οὖν διὰ τὸ τοιοῦτόν εἰσιν, ἀσφαλεῖς δὲ διὰ τὸ πάτριαι καὶ κατὰ νόμον εἶναι.
因此,由于这种原因,它们具有僭主性质,但又因为是世袭且合法的,所以它们是安全的。
καὶ ἡ φυλακὴ δὲ βασιλικὴ καὶ οὐ τυραννικὴ διὰ τὴν αὐτὴν αἰτίαν.
由于同样的原因,其卫队也是王室的而非僭主式的。
οἱ γὰρ πολῖται φυλάττουσιν ὅπλοις τοὺς βασιλεῖς, τοὺς δὲ τυράννους ξενικόν· οἱ μὲν γὰρ κατὰ νόμον καὶ ἑκόντων οἱ δʼ ἀκόντων ἄρχουσιν, ὥσθʼ οἱ μὲν παρὰ τῶν πολιτῶν οἱ δʼ ἐπὶ τοὺς πολίτας ἔχουσι τὴν φυλακήν.
因为是公民持兵器保护国王,而保护僭主的则是外邦雇佣军;因为前者依法统治自愿的臣民,而后者统治不自愿的臣民,所以前者拥有来自公民的保护,而后者拥有防范公民的卫队。
δύο μὲν οὖν εἴδη ταῦτα μοναρχίας, ἕτερον δʼ ὅπερ ἦν ἐν τοῖς ἀρχαίοις Ἕλλησιν, οὓς καλοῦσιν αἰσυμνήτας.
因此,这是君主制的两种种类,另一种则是存在于古代希腊人中的,他们称之为“艾叙姆奈特”。
ἔστι δὲ τοῦθʼ ὡς ἁπλῶς εἰπεῖν αἱρετὴ τυραννίς, διαφέρουσα δὲ τῆς βαρβαρικῆς οὐ τῷ μὴ κατὰ νόμον ἀλλὰ τῷ μὴ πάτριος εἶναι μόνον.
简单来说,这是一种选任的僭主制,它与蛮族的王制不同,并非因为它不合法,而仅在于它不是世袭的。
ἦρχον δʼ οἱ μὲν διὰ βίου τὴν ἀρχὴν ταύτην, οἱ δὲ μέχρι τινῶν ὡρισμένων χρόνων ἢ πράξεων, οἷον εἵλοντό ποτε Μυτιληναῖοι Πιττακὸν πρὸς τοὺς φυγάδας ὧν προειστήκεσαν Ἀντιμενίδης καὶ Ἀλκαῖος ὁ ποιητής.
有些人终身担任这一职位,而有些人则任职至某些特定期限或任务完成。 例如,美提利奈人曾选举皮塔科斯,以对抗由安提美尼德斯和诗人阿尔凯奥斯所领导的流亡者。
δηλοῖ δʼ Ἀλκαῖος ὅτι τύραννον εἵλοντο τὸν Πιττακὸν ἔν τινι τῶν σκολιῶν μελῶν· ἐπιτιμᾷ γὰρ ὅτι
"τὸν κακοπάτριδα Πίττακον πόλιος τᾶς ἀχόλω καὶ βαρυδαίμονος ἐστάσαντο τύραννον μέγʼ ἐπαινέοντες ἀόλλεες"
.
阿尔凯奥斯在他的某首饮酒歌中证实了他们选举皮塔科斯为僭主;因为他指责他们“竟然将出身卑微的皮塔科斯立为那个不知愤怒且命运多舛的城邦的僭主,大家齐声赞颂。 ”