Humanitext Reader

亚里士多德 · 政治学 §3.1284b

最善政体下的极佳美德与王制的合理性

第 60 段,共 155 段 · 希腊语

内容简介

排除或抑制卓越个人或群体的难题普遍存在于所有政体之中。在最善政体下,若出现美德极其杰出的人,既不能将其驱逐,也不能对其施加统治,唯有众人自愿顺从,使其成为永久的国王。随后,文章过渡到对王制的考察。

§3.1284bὁ δὲ Περσῶν βασιλεὺς Μήδους καὶ Βαβυλωνίους καὶ τῶν ἄλλων τοὺς πεφρονηματισμένους διὰ τὸ γενέσθαι ποτʼ ἐπʼ ἀρχῆς ἐπέκοπτε πολλάκις.
波斯国王也经常削平米底人、巴比伦人以及其他因曾经掌握帝国统治权而骄傲自满的人。
τὸ δὲ πρόβλημα καθόλου περὶ πάσας ἐστὶ τὰς πολιτείας, καὶ τὰς ὀρθάς· αἱ μὲν γὰρ παρεκβεβηκυῖαι πρὸς τὸ ἴδιον ἀποσκοποῦσαι τοῦτο δρῶσιν, οὐ μὴν ἀλλὰ περὶ τὰς τὸ κοινὸν ἀγαθὸν ἐπισκοπούσας τὸν αὐτὸν ἔχει τρόπον.
但这个问题在所有政体(包括正确的政体)中都是普遍存在的;因为那些偏离正轨的政体出于对自身私利的考虑而这样做,但对于那些关注公共利益的政体来说,情况也是一样的。
δῆλον δὲ τοῦτο καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν καὶ ἐπιστημῶν· οὔτε γὰρ γραφεὺς ἐάσειεν ἂν τὸν ὑπερβάλλοντα πόδα τῆς συμμετρίας ἔχειν τὸ ζῷον, οὐδʼ εἰ διαφέροι τὸ κάλλος, οὔτε ναυπηγὸς πρύμναν ἢ τῶν ἄλλων τι μορίων τῶν τῆς νεώς, οὐδὲ δὴ χοροδιδάσκαλος τὸν μεῖζον καὶ κάλλιον τοῦ παντὸς χοροῦ φθεγγόμενον ἐάσει συγχορεύειν.
这在其他艺术和科学中也是显而易见的:因为画家不会允许画中的动物有一只超出比例的脚,即使这只脚在美感上极为出众;造船者也不会允许船尾或船的其他任何部件不成比例;合唱指挥自然也不会允许一个歌声比整个合唱团更响亮、更美妙的人参与合唱。
ὥστε διὰ τοῦτο μὲν οὐδὲν κωλύει τοὺς μονάρχους συμφωνεῖν ταῖς πόλεσιν, εἰ τῆς οἰκείας ἀρχῆς ὠφελίμου ταῖς πόλεσιν οὔσης τοῦτο δρῶσιν.
因此,在这一点上,如果君主们的统治对城邦是有益的,那么他们这样做与城邦(的利益)相一致就没有任何阻碍。
διὸ κατὰ τὰς ὁμολογουμένας ὑπεροχὰς ἔχει τι δίκαιον πολιτικὸν ὁ λόγος ὁ περὶ τὸν ὀστρακισμόν.
因而,对于公认的优越者,关于陶片放逐法的论点具有某种政治上的正义性。
βέλτιον μὲν οὖν τὸν νομοθέτην ἐξ ἀρχῆς οὕτω συστῆσαι τὴν πολιτείαν ὥστε μὴ δεῖσθαι τοιαύτης ἰατρείας· δεύτερος δὲ πλοῦς, ἂν συμβῇ, πειρᾶσθαι τοιούτῳ τινὶ διορθώματι διορθοῦν.
因此,最妥当的是,立法者从一开始就如此构建政体,使其不需要这种治疗;而“第二条路(次善之策)”则是,如果事情已经发生,就尝试通过这样一种纠正措施来进行纠正。
ὅπερ οὐκ ἐγίγνετο περὶ τὰς πόλεις· οὐ γὰρ ἔβλεπον πρὸς τὸ τῆς πολιτείας τῆς οἰκείας συμφέρον, ἀλλὰ στασιαστικῶς ἐχρῶντο τοῖς ὀστρακισμοῖς.
然而,这在各城邦中并未发生:因为他们不顾及自身政体的利益,而是党同伐异地使用陶片放逐法。
ἐν μὲν οὖν ταῖς παρεκβεβηκυίαις πολιτείαις ὅτι μὲν ἰδίᾳ συμφέρει καὶ δίκαιόν ἐστι, φανερόν, ἴσως δὲ καὶ ὅτι οὐχ ἁπλῶς δίκαιον, καὶ τοῦτο φανερόν·
因此,在偏离正轨的政体中,这在个别情况下是有利的且正义的,这是显而易见的;但也许它并不是绝对正义的,这一点也是显而易见的。
ἀλλʼ ἐπὶ τῆς ἀρίστης πολιτείας ἔχει πολλὴν ἀπορίαν, οὐ κατὰ τῶν ἄλλων ἀγαθῶν τὴν ὑπεροχήν, οἷον ἰσχύος καὶ πλούτου καὶ πολυφιλίας, ἀλλὰ ἄν τις γένηται διαφέρων κατʼ ἀρετήν, τί χρὴ ποιεῖν;
但在最善的政体下,这引起了巨大的疑难——不是针对其他善物(如力量、财富和朋党众多)的优越,而是如果有人在美德上出类拔萃,该怎么办?
οὐ γὰρ δὴ φαῖεν ἂν δεῖν ἐκβάλλειν καὶ μεθιστάναι τὸν τοιοῦτον· ἀλλὰ μὴν οὐδʼ ἄρχειν γε τοῦ τοιούτου· παραπλήσιον γὰρ κἂν εἰ τοῦ Διὸς ἄρχειν ἀξιοῖεν, μερίζοντες τὰς ἀρχάς.
因为人们绝不会说应该驱逐和流放这样的人;但另一方面,更不能去统治这样的人;因为这几乎等同于要求统治宙斯,并瓜分他的权力。
λείπεται τοίνυν, ὅπερ ἔοικε πεφυκέναι, πείθεσθαι τῷ τοιούτῳ πάντας ἀσμένως, ὥστε βασιλέας εἶναι τοὺς τοιούτους ἀιδίους ἐν ταῖς πόλεσιν.
因此,剩下的唯一办法——这似乎也是天性使然——就是所有人自愿顺从这样的人,从而使这样的人成为城邦中永久的国王。
ἴσως δὲ καλῶς ἔχει μετὰ τοὺς εἰρημένους λόγους μεταβῆναι καὶ σκέψασθαι περὶ βασιλείας· φαμὲν γὰρ τῶν ὀρθῶν πολιτειῶν μίαν εἶναι ταύτην.
也许,在上述论述之后,过渡到对王制的探讨是适宜的;因为我们说这是正确的政体之一。
σκεπτέον δὲ πότερον συμφέρει τῇ μελλούσῃ καλῶς οἰκήσεσθαι καὶ πόλει καὶ χώρᾳ βασιλεύεσθαι, ἢ οὔ, ἀλλʼ ἄλλη τις πολιτεία μᾶλλον, ἢ τισὶ μὲν συμφέρει τισὶ δʼ οὐ συμφέρει.
我们必须探讨,对于一个行将得到良好治理的城邦和领土来说,由国王统治是有利的,还是不利而应采取其他某种政体,或者是对某些人有利而对另一些人不利。
δεῖ δὴ πρῶτον διελέσθαι πότερον ἕν τι γένος ἔστιν αὐτῆς ἢ πλείους ἔχει διαφοράς.
因此,首先必须划分它是仅有一个种类,还是包含若干种差异。

词汇与语法注释

  1. 1284bδιὰ τὸ γενέσθαι ποτʼ ἐπʼ ἀρχῆς — 由介词 `διὰ` 和冠词单数中性宾格 `τὸ` 引导的带定格不定式短语(`γενέσθαι`),表示原因(“因为曾经处于统治地位”)。`ἐπʼ ἀρχῆς` 意为“掌权”或“处于帝国统治地位”,解释了曾作为统治阶级的米底人和巴比伦人之所以骄傲自满的缘由。
  2. 1284bδεύτερος δὲ πλοῦς — 希腊语著名的惯用语(“第二条航路”),原指在无风时依靠划桨(人力)航行,引申为“次善之策”。此处将最妥当的路线(从一开始就完美构建政体)与次善的路线(事后采取陶片放逐等纠正措施)进行了对比。
  3. 1284bπαραπλήσιον γὰρ κἂν εἰ τοῦ Διὸς ἄρχειν ἀξιοῖεν — `κἂν εἰ` 是 `καὶ 连 ἂν 连 εἰ` 的缩写。与希求法动词 `ἀξιοῖεν`(源于 `ἀξιόω`,“要求”)连用,表示潜在的假设情况(“因为这几乎等同于如果他们要求……”)。`τοῦ Διὸς` 是不定式 `ἄρχειν` 的属格宾语。该比喻将企图统治德行卓越之人的行为,比作企图统治宙斯这一僭越之举。

引用这一段

亚里士多德, 政治学 §3.1284b. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg035.humanitext-grc2:3.1284b

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。