§3.1283bἆρʼ οὖν εἰ πάντες εἶεν ἐν μιᾷ πόλει, λέγω δʼ οἷον οἵ τʼ ἀγαθοὶ καὶ οἱ πλούσιοι καὶ οἱ εὐγενεῖς, ἔτι δὲ πλῆθος ἄλλο τι πολιτικόν, πότερον ἀμφισβήτησις ἔσται τίνας ἄρχειν δεῖ, ἢ οὐκ ἔσται;
那么,如果所有这些人都在同一个城邦中——我的意思是,例如,优秀者、富人、出身高贵者,以及其他某种政治上的多数群众——那么,关于应当由谁来统治,究竟会产生争执,还是不会产生呢?
καθʼ ἑκάστην μὲν οὖν πολιτείαν τῶν εἰρημένων ἀναμφισβήτητος ἡ κρίσις τίνας ἄρχειν δεῖ (τοῖς γὰρ κυρίοις διαφέρουσιν ἀλλήλων, οἷον ἡ μὲν τῷ διὰ πλουσίων ἡ δὲ τῷ διὰ τῶν σπουδαίων ἀνδρῶν εἶναι, καὶ τῶν ἄλλων ἑκάστη τὸν αὐτὸν τρόπον)· ἀλλʼ ὅμως σκοπῶμεν, ὅταν περὶ τὸν αὐτὸν ταῦθʼ ὑπάρχῃ χρόνον, πῶς διοριστέον.
的确,在上述每一种政体中,关于应当由谁来统治的决定是无可争议的(因为它们根据其主权者而彼此不同,例如,一种政体是因为由富人统治,另一种是因为由优秀的人统治,其他每种政体也同样如此);但尽管如此,让我们考察一下,当这些要素同时存在时,应当如何加以界定。
εἰ δὴ τὸν ἀριθμὸν εἶεν ὀλίγοι πάμπαν οἱ τὴν ἀρετὴν ἔχοντες, τίνα δεῖ διελεῖν τρόπον;
如果拥有美德的人在数量上确实极其稀少,那么应当以何种方式来划分呢?
ἢ τὸ
ὀλίγοι
πρὸς τὸ ἔργον δεῖ σκοπεῖν, εἰ δυνατοὶ διοικεῖν τὴν πόλιν ἢ τοσοῦτοι τὸ πλῆθος ὥστʼ εἶναι πόλιν ἐξ αὐτῶν;
或者是,必须对照工作来考察这“少数”,看看他们是否有能力管理城邦,或者其人数之多是否足以由他们自身构成一个城邦?
ἔστι δὲ ἀπορία τις πρὸς ἅπαντας τοὺς διαμφισβητοῦντας περὶ τῶν πολιτικῶν τιμῶν.
然而,对于所有争夺政治荣誉的人来说,存在着某种困难。
δόξαιεν γὰρ ἂν οὐδὲν λέγειν δίκαιον οἱ διὰ τὸν πλοῦτον ἀξιοῦντες ἄρχειν, ὁμοίως δὲ καὶ οἱ κατὰ γένος· δῆλον γὰρ ὡς εἴ τις πάλιν εἷς πλουσιώτερος ἁπάντων ἐστί, δηλονότι κατὰ τὸ αὐτὸ δίκαιον τοῦτον ἄρχειν τὸν ἕνα ἁπάντων δεήσει, ὁμοίως δὲ καὶ τὸν εὐγενείᾳ διαφέροντα τῶν ἀμφισβητούντων διʼ ἐλευθερίαν.
因为那些因财富而要求统治的人,似乎说不出任何合理的理由,那些按出身要求统治的人也同样如此;因为显然,如果又有某一个人比所有人加起来还要富裕,那么显而易见,根据同样的合理性,必须由这一个人来统治所有人,而对于那些因自由而提出要求但在高贵出身方面胜过他们的人也同样如此。
ταὐτὸ δὲ τοῦτο ἴσως συμβήσεται καὶ περὶ τὰς ἀριστοκρατίας ἐπὶ τῆς ἀρετῆς· εἰ γάρ τις εἷς ἀμείνων ἀνὴρ εἴη τῶν ἄλλων τῶν ἐν τῷ πολιτεύματι σπουδαίων ὄντων, τοῦτον εἶναι δεῖ κύριον κατὰ ταὐτὸ δίκαιον.
而这同一情况,在基于美德的贵族制中或许也会发生;因为如果在统治团体中那些优秀的人里,有某一个人比其他人更优秀,那么根据同样的合理性,此人应当成为主权者。
οὐκοῦν εἰ καὶ τὸ πλῆθος εἶναί γε δεῖ κύριον διότι κρείττους εἰσὶ τῶν ὀλίγων, κἂν εἷς ἢ πλείους μὲν τοῦ ἑνὸς ἐλάττους δὲ τῶν πολλῶν κρείττους ὦσι τῶν ἄλλων, τούτους ἂν δέοι κυρίους εἶναι μᾶλλον ἢ τὸ πλῆθος.
因而,如果确实因为多数人比少数人更强大,多数人就应当成为主权者,那么若是一个人,或者多于一人但少于多数人的人,比其他人更强大,那么就应当由这些人、而不是由多数人来成为主权者。
πάντα δὴ ταῦτʼ ἔοικε φανερὸν ποιεῖν ὅτι τούτων τῶν ὅρων οὐδεὶς ὀρθός ἐστι καθʼ ὃν ἀξιοῦσιν αὐτοὶ μὲν ἄρχειν τοὺς δʼ ἄλλους ὑπὸ σφῶν ἄρχεσθαι πάντας.
的确,所有这些似乎都清楚表明,在他们据以要求自己应当统治、而其他所有人应当被他们统治的那些标准中,没有一个是正确的。
καὶ γὰρ δὴ καὶ πρὸς τοὺς κατʼ ἀρετὴν ἀξιοῦντας κυρίους εἶναι τοῦ πολιτεύματος, ὁμοίως δὲ καὶ τοὺς κατὰ πλοῦτον, ἔχοιεν ἂν λέγειν τὰ πλήθη λόγον τινὰ δίκαιον· οὐδὲν γὰρ κωλύει ποτὲ τὸ πλῆθος εἶναι βέλτιον· τῶν ὀλίγων καὶ πλουσιώτερον, οὐχ ὡς καθʼ ἕκαστον ἀλλʼ ὡς ἀθρόους.
因为即使是对于那些基于美德而要求拥有统治主权的人,也同样对于那些基于财富而提出要求的人,多数群众也能说出某种公正的道理;因为并没有什么能阻止多数人在某个时候比少数人更优秀、更富裕,这不是作为个体,而是作为一个集体。
διὸ καὶ πρὸς τὴν ἀπορίαν ἣν ζητοῦσι καὶ προβάλλουσί τινες ἐνδέχεται τοῦτον τὸν τρόπον ἀπαντᾶν.
因此,对于某些人探究并提出的困难,也可以用这种方式来回答。
ἀποροῦσι γάρ τινες πότερον τῷ νομοθέτῃ νομοθετητέον, βουλομένῳ τίθεσθαι τοὺς ὀρθοτάτους νόμους, πρὸς τὸ τῶν βελτιόνων συμφέρον ἢ πρὸς τὸ τῶν πλειόνων, ὅταν συμβαίνῃ τὸ λεχθέν·
因为有些人感到困惑:当上述情况发生时,一个希望制定最正确法律的立法者,究竟应当为了更优秀的人的利益来立法,还是为了多数人的利益来立法?
τὸ δʼ ὀρθὸν ληπτέον ἴσως· τὸ δʼ ἴσως ὀρθὸν πρὸς τὸ τῆς πόλεως ὅλης συμφέρον καὶ πρὸς τὸ κοινὸν τὸ τῶν πολιτῶν· πολίτης δὲ κοινῇ μὲν ὁ μετέχων τοῦ ἄρχειν καὶ ἄρχεσθαί ἐστι,
然而,“正确”应当平等地去理解;而平等地正确的,则是为了整个城邦的利益以及公民的共同利益;共同而言,公民就是分担统治与被统治的人,