Humanitext Reader

亚里士多德 · 政治学 §3.1283a

诸善的不可通约性与各群体统治诉求的根据

第 57 段,共 155 段 · 希腊语

内容简介

亚里士多德论证了不同种类的善无法直接进行比较,并指出对官职的诉求必须基于构成城邦的基本要素。他进而说明了财富、自由、美德和多数人等各个群体的诉求如何在有限的程度上都具有其合理性。

§3.1283aδεῖ γὰρ εἰς τὸ ἔργον συμβάλλεσθαι τὴν ὑπεροχὴν καὶ τοῦ πλούτου καὶ τῆς εὐγενείας, συμβάλλονται δʼ οὐδέν.
因为财富和出身的优越也应当对演奏工作有所贡献,但它们实际上毫无贡献。
ἔτι κατά γε τοῦτον τὸν λόγον πᾶν ἀγαθὸν πρὸς πᾶν ἂν εἴη συμβλητόν.
此外,按照这种说理,任何一种善都可以与任何其他一种善进行比较。
εἰ γὰρ μᾶλλον τὸ τὶ μέγεθος, καὶ ὅλως ἂν τὸ μέγεθος ἐνάμιλλον εἴη καὶ πρὸς πλοῦτον καὶ πρὸς ἐλευθερίαν· ὥστʼ εἰ πλεῖον ὁδὶ διαφέρει κατὰ μέγεθος ἢ ὁδὶ κατʼ ἀρετήν, καὶ πλεῖον ὑπερέχει ὅλως ἀρετὴ μεγέθους, εἴη ἂν συμβλητὰ πάντα.
因为,如果某种身高更是一件好事,那么总的来说,身高也将能与财富和自由相竞争;因此,如果这个人身高的优越程度大于那个人美德的优越程度,并且美德总体上超出身高的比例更大,那么一切都将是可比较的。
τοσόνδε γὰρ εἰ κρεῖττον τοσοῦδε, τοσόνδε δῆλον ὡς ἴσον.
因为,如果这等分量的某种善好于那等分量的另一种善,显然这等分量就等于那等分量。
ἐπεὶ δὲ τοῦτʼ ἀδύνατον, δῆλον ὡς καὶ ἐπὶ τῶν πολιτικῶν εὐλόγως οὐ κατὰ πᾶσαν ἀνισότητʼ ἀμφισβητοῦσι τῶν ἀρχῶν (εἰ γὰρ οἱ μὲν βραδεῖς οἱ δὲ ταχεῖς, οὐδὲν διὰ τοῦτο δεῖ τοὺς μὲν πλεῖον τοὺς δʼ ἔλαττον ἔχειν, ἀλλʼ ἐν τοῖς γυμνικοῖς ἀγῶσιν ἡ τούτων διαφορὰ λαμβάνει τὴν τιμήν)· ἀλλʼ ἐξ ὧν πόλις συνέστηκεν, ἐν τούτοις ἀναγκαῖον ποιεῖσθαι τὴν ἀμφισβήτησιν.
但既然这是不可能的,显然在政治事务中,人们不无道理地并不根据任何一种不平等来争夺官职(因为,如果一些人慢而另一些人快,并不能因此就让一方多得而另一方少得,而只有在体育竞技中,这种差异才能获得荣誉);相反,必须在构成城邦的要素中提出要求。
διόπερ εὐλόγως ἀντιποιοῦνται τῆς τιμῆς οἱ εὐγενεῖς καὶ ἐλεύθεροι καὶ πλούσιοι.
因此,出身高贵者、自由人和富裕者争夺荣誉是合乎情理的。
δεῖ γὰρ ἐλευθέρους τʼ εἶναι καὶ τίμημα φέροντας, οὐ γὰρ ἂν εἴη πόλις ἐξ ἀπόρων πάντων, ὥσπερ οὐδʼ ἐκ δούλων·
因为他们必须是自由人并缴纳财产税,因为城邦不可能完全由穷人组成,正如不可能由奴录组成一样。
ἀλλὰ μὴν εἰ δεῖ τούτων, δῆλον ὅτι καὶ δικαιοσύνης καὶ τῆς πολιτικῆς ἀρετῆς, οὐδὲ γὰρ ἄνευ τούτων οἰκεῖσθαι πόλιν δυνατόν· πλὴν ἄνευ μὲν τῶν προτέρων ἀδύνατον εἶναι πόλιν, ἄνευ δὲ τούτων οἰκεῖσθαι καλῶς.
然而,如果需要这些要素,显然正义和政治美德也同样需要,因为没有这些,城邦就不可能运转;只不过,没有前者城邦就无法存在,而没有后者城邦就无法良好地运转。
πρὸς μὲν οὖν τὸ πόλιν εἶναι δόξειεν ἂν ἢ πάντα ἢ ἔνιά γε τούτων ὀρθῶς ἀμφισβητεῖν, πρὸς μέντοι ζωὴν ἀγαθὴν ἡ παιδεία καὶ ἡ ἀρετὴ μάλιστα δικαίως ἂν ἀμφισβητοίησαν, καθάπερ εἴρηται καὶ πρότερον.
因此,对于城邦的存在,所有这些或至少其中某些要素似乎可以说是合理地提出了要求;但对于优良的生活,教育和美德则最公正地提出了要求,正如前面也曾说过的。
ἐπεὶ δʼ οὔτε πάντων ἴσον ἔχειν δεῖ τοὺς ἴσους ἕν τι μόνον ὄντας, οὔτε ἄνισον τοὺς ἀνίσους καθʼ ἕν, ἀνάγκη πάσας εἶναι τὰς τοιαύτας πολιτείας περεκβάσεις.
但是,既然在仅某一方面相等的人不应在所有事物上平等享有,而在仅某一方面不相等的人也不应在所有事物上不平等享有,那么所有此类政体必然都是偏差。
εἴρηται μὲν οὖν καὶ πρότερον ὅτι διαμφισβητοῦσι τρόπον τινὰ δικαίως πάντες, ἁπλῶς δʼ οὐ πάντες δικαίως·
因此,正如前面也曾说过的,所有人在某种意义上都公正地提出要求,但绝对而言并非所有人都是公正的。
οἱ πλούσιοι μὲν ὅτι πλεῖον μέτεστι τῆς χώρας αὐτοῖς, ἡ δὲ χώρα κοινόν, ἔτι πρὸς τὰ συμβόλαια πιστοὶ μᾶλλον ὡς ἐπὶ τὸ πλέον· οἱ δὲ ἐλεύθεροι καὶ εὐγενεῖς ὡς ἐγγὺς ἀλλήλων (πολῖται γὰρ μᾶλλον οἱ γενναιότεροι τῶν ἀγεννῶν, ἡ δʼ εὐγένεια παρʼ ἑκάστοις οἴκοι τίμιος)· ἔτι διότι βελτίους εἰκὸς τοὺς ἐκ βελτιόνων, εὐγένεια γάρ ἐστιν ἀρετὴ γένους· ὁμοίως δὲ φήσομεν δικαίως καὶ τὴν ἀρετὴν ἀμφισβητεῖν, κοινωνικὴν γὰρ ἀρετὴν εἶναί φαμεν τὴν δικαιοσύνην, ᾗ πάσας ἀναγκαῖον ἀκολουθεῖν τὰς ἄλλας· ἀλλὰ μὴν καὶ οἱ πλείους πρὸς τοὺς ἐλάττους, καὶ γὰρ κρείττους καὶ πλουσιώτεροι καὶ βελτίους εἰσίν, ὡς λαμβανομένων τῶν πλειόνων πρὸς τοὺς ἐλάττους.
富人认为,他们拥有更多的土地,而土地是公共的东西,此外在契约方面他们通常也更为可靠;而自由人和出身高贵者则因彼此接近而提出要求(因为出身更高贵的人比出身低微的人更属于公民,且出身高贵在每个地方都受到尊崇);此外,因为优秀的人所生的后代自然更可能是优秀的,因为高贵的出身就是族类的美德;同样,我们也会说美德也是公正地提出要求的,因为我们说正义是一种社会性的美德,其他一切美德必然跟随其后;然而,多数人对于少数人也同样提出要求,因为在将多数人与少数人相比较时,多数人也更强大、更富裕、更优秀。

词汇与语法注释

  1. 1283a3εἰ γὰρ μᾶλλον τὸ τὶ μέγεθος — 在比较级副词 μᾶλλον(更)之后省略了表示“好的”或“值得选择的”形容词(如 ἀγαθόν 或 αἱρετόν)。该条件从句建立在“不同性质的价值在数量和价值上可以直接进行比较”这一假设之上。
  2. 1283a6ὥστʼ εἰ πλεῖον ὁδὶ διαφέρει κατὰ μέγεθος ἢ ὁδὶ κατʼ ἀρετήν — 中性单数宾格的 πλεῖον(更多)起副词作用,决定了整个比较的程度。它构建了一个思想实验,将一个人在身高(大小)上超越他人的“差额”与另一个人在美德上超越他人的“差额”进行数量上的对比,以此说明不同种类的价值将如何变得可以通约。
  3. 1283a41ὡς λαμβανομένων τῶν πλειόνων πρὸς τοὺς ἐλάττους — 带连词 ὡς 的分词属格独立(独立属格)结构。连词 ὡς 表示主观原因或“在被如此对待的前提下”的条件性设想。这表明,多数人只有在作为一个整体与少数人进行比较时,其优越性主张才能成立。

引用这一段

亚里士多德, 政治学 §3.1283a. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg035.humanitext-grc2:3.1283a

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。