§3.1282aὁμοίως δὲ τοῦτο καὶ περὶ τὰς ἄλλας ἐμπειρίας καὶ τέχνας.
同样地,这也适用于其他经验与技术。
ὥσπερ οὖν ἰατρὸν δεῖ διδόναι τὰς εὐθύνας ἐν ἰατροῖς, οὕτω καὶ τοὺς ἄλλους ἐν τοῖς ὁμοίοις.
因此,正如医生必须在医生中间接受审查一样,其他行业的人也必须在同行中间接受审查。
ἰατρὸς δʼ ὅ τε δημιουργὰς καὶ ὁ ἀρχιτεκτονικὸς καὶ τρίτος ὁ πεπαιδευμένος περὶ τὴν τέχνην (εἰσὶ γάρ τινες τοιοῦτοι καὶ περὶ πάσας ὡς εἰπεῖν τὰς τέχνας)·
而医生包括实践性医生、指导性医生,以及第三种在这一技术上受过教育的人(因为可以说,在几乎所有的技术中都存在着这样的人)。
ἀποδίδομεν δὲ τὸ κρίνειν οὐδὲν ἧττον τοῖς πεπαιδευμένοις ἢ τοῖς εἰδόσιν.
而且我们把判断的权力,同样也赋予那些受过教育的人,其程度不亚于那些有专业知识的人。
ἔπειτα καὶ περὶ τὴν αἵρεσιν τὸν αὐτὸν ἂν δόξειεν ἔχειν τρόπον.
其次,关于选举,似乎也同样如此。
καὶ γὰρ τὸ ἑλέσθαι ὀρθῶς τῶν εἰδότων ἔργον ἐστίν, οἷον γεωμέτρην τε τῶν γεωμετρικῶν καὶ κυβερνήτην τῶν κυβερνητικῶν.
因为正确地进行选择,也是那些有专业知识之人的工作,例如从懂得几何学的人中选择几何学者,从懂得航海术的人中选择舵手。
εἰ γὰρ καὶ περὶ ἐνίων ἔργων καὶ τεχνῶν μετέχουσι καὶ τῶν ἰδιωτῶν τινες, ἀλλʼ οὔ τι τῶν εἰδότων γε μᾶλλον.
因为即使在某些工作和技术上,有些外行人也会参与其中,但他们绝不会比那些有专业知识的人做得更好。
ὥστε κατὰ μὲν τοῦτον τὸν λόγον οὐκ ἂν εἴη τὸ πλῆθος ποιητέον κύριον οὔτε τῶν ἀρχαιρεσιῶν οὔτε τῶν εὐθυνῶν.
因此,根据这一论点,不应当让群众在官职选举或审查中拥有决定权。
ἀλλʼ ἴσως οὐ πάντα ταῦτα λέγεται καλῶς διά τε τὸν πάλαι λόγον, ἂν ᾖ τὸ πλῆθος μὴ λίαν ἀνδραποδῶδες (ἔσται γὰρ ἕκαστος μὲν χείρων κριτὴς τῶν εἰδότων, ἅπαντες δὲ συνελθόντες ἢ βελτίους ἢ οὐ χείρους), καὶ ὅτι περὶ ἐνίων οὔτε μόνον ὁ ποιήσας οὔτʼ ἄριστʼ ἂν κρίνειεν, ὅσων τἆργα γινώσκουσι καὶ οἱ μὴ ἔχοντες τὴν τέχνην, οἷον οἰκίαν οὐ μόνον ἐστὶ γνῶναι τοῦ ποιήσαντος, ἀλλὰ καὶ βέλτιον ὁ χρώμενος αὐτῇ κρινεῖ (χρῆται δʼ ὁ οἰκονόμος), καὶ πηδάλιον κυβερνήτης τέκτονος, καὶ θοίνην ὁ δαιτυμὼν ἀλλʼ οὐχ ὁ μάγειρος.
但是,也许这些话并非全部正确,这既是因为先前的论点——只要群众不是过于奴化(因为虽然每个个人作为裁判者都比专业人士差,但所有人集聚在一起时,要么更好,要么不比他们差),也因为对于某些事物,既不是只有制造者才能判断,也不是由制造者做出最好的判断,这就是指那些即使不掌握该技术的人也了解其作品的情况,例如,了解一座房屋不仅是建造者的事,使用者还会做出更好的判断(而使用者正是家政管理者);同样,舵手比木匠更懂舵,宴席的宾客而非厨师能更好地评判宴席。
ταύτην μὲν οὖν τὴν ἀπορίαν τάχα δόξειέ τις ἂν οὕτω λύειν ἱκανῶς· ἄλλη δʼ ἐστὶν ἐχομένη ταύτης.
因此,这个难题或许可以被认为以此方式得到了充分的解决;但紧接着还有另一个难题。
δοκεῖ γὰρ ἄτοπον εἶναι τὸ μειζόνων εἶναι κυρίους τοὺς φαύλους τῶν ἐπιεικῶν, αἱ δʼ εὔθυναι καὶ αἱ τῶν ἀρχῶν αἱρέσεις εἰσὶ μέγιστον· ἃς ἐν ἐνίαις πολιτείαις, ὥσπερ εἴρηται, τοῖς δήμοις ἀποδιδόασιν· ἡ γὰρ ἐκκλησία κυρία πάντων τῶν τοιούτων ἐστίν.
因为让卑微之人比优秀之人对更重大的事务拥有最高权力,这似乎是荒谬的,而审查和官职选举是最重大的事务,但在某些政体中,如前所述,人们却把这些事务赋予了平民;因为公民大会在所有这些事务上拥有最高权力。
καίτοι τῆς μὲν ἐκκλησίας μετέχουσι καὶ βουλεύουσι καὶ δικάζουσιν ἀπὸ μικρῶν τιμημάτων καὶ τῆς τυχούσης ἡλικίας, ταμιεύουσι δὲ καὶ στρατηγοῦσι καὶ τὰς μεγίστας ἀρχὰς ἄρχουσιν ἀπὸ μεγάλων.
然而,人们参与公民大会、审议和审判,是基于较低的财产资格和任意的年龄,而担任财政官、将军以及担任最重要的官职,则是基于高额的财产资格。
ὁμοίως δή τις ἂν λύσειε καὶ ταύτην τὴν ἀπορίαν.
确实,人们也可以用类似的方式解决这个难题。
ἴσως γὰρ ἔχει καὶ ταῦτʼ ὀρθῶς.
因为也许这些安排也是正确的。
οὐ γὰρ ὁ δικαστὴς οὐδʼ ὁ βουλευτὴς οὐδʼ ὁ ἐκκλησιαστὴς ἄρχων ἐστίν, ἀλλὰ τὸ δικαστήριον καὶ ἡ βουλὴ καὶ ὁ δῆμος· τῶν δὲ ῥηθέντων ἕκαστος μόριόν ἐστι τούτων (λέγω δὲ μόριον τὸν βουλευτὴν καὶ τὸν ἐκκλησιαστὴν καὶ τὸν δικαστήν)· ὥστε δικαίως κύριον μειζόνων τὸ πλῆθος· ἐκ γὰρ πολλῶν ὁ δῆμος καὶ ἡ βουλὴ καὶ τὸ δικαστήριον.
因为并非单个裁判官、评议员或公民大会成员是统治者,而是法庭、评议会和平民;而上述的每一个人只是这些整体的一分子(我所说的一分子是指评议员、公民大会成员和裁判官);因此,多数人对更重大的事务拥有最高权力是公正的;因为平民、评议会和法庭都是由许多人组成的。
καὶ τὸ τίμημα δὲ πλεῖον τὸ πάντων τούτων ἢ τὸ τῶν καθʼ ἕνα καὶ κατʼ ὀλίγους μεγάλας ἀρχὰς ἀρχόντων.
而且,所有这些人合起来的财产总额,也多于那些单独或少数担任重大官职之人的财产。
ταῦτα μὲν οὖν διωρίσθω τοῦτον τὸν τρόπον·
因此,关于这些事务就先这样规定;